Commentarii in Zacchariam · §u29-rem-mid

Unit 29 rem mid

Rem mid: Unit 29; lemma continues; reading with the letter.

Greek

μου τοὺς λόγους. Οἳ δὲ ὡμολόγησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς εἶναι. 4.117 Μισθὸν δὲ καὶ ἀργύριον ἀνηγμένως προσήκει ἐκλαβεῖν. Πολλαχοῦ γὰρ τῆς θείας παιδεύσεως τὰ λόγια καὶ ὁ λόγος τῷδε τῷ ὀνόματι δηλοῦνται· «Τὰ λόγια γὰρ Κυρίου, λόγια ἁγνά, ἀργύριον πεπυρωμένον δοκιμεῖον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως.» Καὶ πάλιν παροιμιωδῶς λέγεται· «Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου.» ∆ηλοῦται γὰρ ὁ λόγος τῷ ὀνόματι τῆς γλώττης. 4.118 Καὶ ἐπεὶ οὐ πᾶν τὸ ἀλληγορικῶς ἀργύριον ἐπαινετόν ἐστιν ἀλλὰ καὶ ψεγόμενον, λέγων οὖν ὁ Θεὸς τοῖς ψευδοδιδασκάλοις τοῦ Ἰσραήλ· «Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον», οὐκ αἰσθητὸν νόμισμα αἰτιᾶται, ἀλλὰ δολερὸν λόγον. Καὶ περὶ τῶν χρωμένων αὐτῷ τοῖς διορατικοῖς τὸν Θεὸν εἰπεῖν· «Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν Κύριος» τὴν γενεὰν τὴν ποιοῦσαν ταῦτα, φανερὸν ὅτι τὰ δολερὰ καὶ ἀπηγορευμένα. 4.119 Ταύτης τῆς νοήσεώς ἐστιν τὸ παροιμιῶδες θέσπισμα προφερόμενον οὕτως· «Ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον.» Τὸν γὰρ ἀπατηλὸν καὶ ἐριστικὸν σὺν δόλῳ προφερόμενον λόγον ὑπὸ σοφιστῶν, κἂν 125 δόκῃ περὶ μεγάλων τῶν καλουμένων «ὑψωμάτων, ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ», ἀπαγγέλλειν, ὡς ὄστρακον ἡγητέον αὐτὸν εἶναι· οἷός ἐστιν ὃν προφέρονται «οἱ τὰ ἐπίγεια φρονοῦντες», οὓς «ἐκ τῆς γῆς φωνοῦντας» εἶπεν Ἠσαίας. 4.120 Οὔσης τοιγαροῦν διαφορᾶς λογικῶν ἀργυρίων, στησάντων τῶν ἐκ περιτομῆς μισθὸν τῷ ὑπὲρ αὐτῶν καμόντι τριάκοντα ἀργυροῦς, ὁ Πατήρ φησιν τῷ τοὺς τριάκοντα ἀργυροῦς μισθὸν λαβόντι· «Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον καὶ σκέψαι εἰ δόκιμόν ἐστιν» τὸ δοθὲν ἀργύριον «ὃν τρόπον ἐδοκιμάσθην» ἐγὼ «ὑπὲρ αὐτῶν». Οὕτω γὰρ φανερωθήσεται εἰ ἐπαξίως παρέσχον τὸν μισθὸν οὗ ἀνεδεξάμην καμάτου ὑπὲρ αὐτῶν, «θεὶς τὴν ψυχήν μου καὶ δοὺς αὐτὴν λύτρον ἀντὶ πολλῶν». 4.121 Ταῦτα τοῦ Πατρὸς εἰρηκότος, λέγω δὴ τό· Κάθες τοὺς τριάκοντα ἀργυροῦς εἰς τὸ χωνευτήριον, ὁ «ὑπήκοος μέχρι θανάτου γενάμενος» ἀμελλητὶ τὸ προσταχθὲν ἀνύσας· Ἔλαβον, φησίν, τοὺς ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον. Τούτου πληρωθέντος, ἐγνώσθη τῶν φαρισαίων καὶ τῶν ἄλλων ἐκ περιτομῆς ὁ μισθὸς δολερός, ὡς ὄστρακον αὐτὸν ἡγήσασθαι τοὺς ἐραυνῶντας γραφὰς τὰς μαρτυρούσας περὶ τοῦ αὐτὰς εἰρηκότος Σωτῆρος. 4.122 Πολλαχοῦ γὰρ τῶν Εὐαγγελίων ἐλέγχεται ὁ πονηρὸς λόγος τῶν ἐγκαλουμένων, ὡς ἐν τῷ· «Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα καὶ διδασκαλίας ἀνθρώπων», ἀκυροῦντες τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν ἐπιβλαβῆ παράδοσιν αὐτῶν. 4.123 Ὡσαύτως ἐλέγχονται ἀδόκιμον λόγον προτείνοντες περὶ τοῦ πότερον δεῖ διδόναι φόρον Καίσαρι ἢ οὔ, ὡς αὐτόθεν καὶ ἐξ ὧν ἔλεγον ἠλέγχθησαν δολεροὶ καὶ σὺν πολλῇ πανουργίᾳ φθεγγόμενοι· ἐρόμενος γὰρ αὐτούς, ὁ Σωτὴρ εἶπεν· «Ἐπιδείξατέ μοι τὸ νόμισμα», δηλοῦντες «τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν». Τῶν δὲ φαμένων· «Καίσαρος», ἰσχυρῶς ἠλέγχθησαν ἀκούσαντες· «Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» 4.124 Οὐ μόνοι δὲ οἱ πειραστικῶς τῷ Σωτῆρι προσιόντες Ἰουδαῖοι ἀδόκιμον ἔχουσιν λόγον, ἀλλὰ καὶ οἱ ἐν τῷ χριστιανισμῷ ψευδοδοξοῦντες αἱρετικοί, «ἐν πανουργίᾳ περιπατοῦντες καὶ δολοῦντες τὸν λόγον Κυρίου», παρεκδεχόμενοι καὶ παραχαράττοντες τὸ βούλημα τῶν θεοπνεύστων λογίων· οὓς καὶ αὐτοὺς παραιτητέον, ἡγούμενοι ὡς ὄστρακον τὸν δολερὸν αὐτῶν λόγον ὄντα ἀδόκιμον ἀργύριον. 4.125 Ἦ οὐκ ἀδόκιμος ὁ λόγος τῶν δύο ἀρχὰς ἀγενήτους τιθεμένων, ἀγαθοῦ καὶ κακοῦ–μανιχαῖοι δὲ οὗτοι–; καὶ τῶν κτίσμα λεγόντων τὸν Υἱὸν καὶ ἀπομεριζόντων τὸ ἅγιον Πνεῦμα ἀπὸ Πατρὸς καὶ Υἱοῦ; καὶ ὁ τῶν ἀσεβούντων εἰς τὴν ἐνανθρώπησιν τοῦ Σωτῆρος, δοκήσει καὶ οὐκ ἀληθείᾳ πεφᾶνθαι τὸν Σωτῆρα οἰομένων; 4.126 Οὐ μόνον δὲ τὸ ἀδόκιμον ἀργύριον ἐκ τοῦ χωνευτηρίου τοῦ οἴκου τοῦ Θεοῦ φανεροῦται, ἀλλὰ καὶ τὸ δόκιμον φέρον τὴν εἰκόνα καὶ χαρακτῆρα τοῦ παμβασιλέως Σωτῆρος, «κεκαθαρισμένον ἑπταπλασίως», ὅπερ κατέχειν δεῖ καὶ πλουτεῖν τῇ κτήσει αὐτοῦ. 4.127 Εἰσὶν ἐκλαμβάνοντες ὅτι οὓς ἔλαβεν Ἰούδας τριάκοντα ἀργυροῦς ὑπὸ τῶν Ἰουδαίων ἵνα προδῷ τὸν Κύριον σημαίνονται καὶ ἐκ τῆς προκειμένης λέξεως, μέγιστος δ' ἔλεγχος τῶν δεδωκότων Ἰουδαίων καὶ τοῦ εἰληφότος Ἰούδα τοὺς ὑπὲρ προδοσίας τριάκοντα ἀργυροῦς. ∆έον γὰρ μισθὸν αὐτοὺς

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.