Commentarii in Zacchariam · §u29-rem-early

Unit 29 rem early

Rem early: Unit 29; lemma and argument toward the thesis.

Greek

ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.» 4.105 Zach. XΙ, 10–11: Καὶ λήμψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτὴν διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς· καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι, τὰ πρόβατα τὰ φυλασσόμενα, διότι λόγος Κυρίου ἐστίν. 4.106 Τοῦ ἐκ περιτομῆς λαοῦ ἐγκαταλειφθέντος ὑπὸ τοῦ ποιμένος διὰ τὸ ἠσεβηκέναι εἰς αὐτόν, ἀπήντησε τὰ ἐκκείμενα ἀνιαρά, ὡς ἀποθνῄσκειν τὸ ἀποθνῇσκον καὶ ἐκλιμπάνειν τὸ ἐκλιμπάνον καὶ τὰ κατάλοιπα ἐστρᾶφθαι, ὡς ἕκαστον ἐσθίειν τὰς σάρκας τοῦ πλησίον. 4.107 Κλῆσις γίνεται τῆς ἀπὸ τῶν πιστευσάντων τῷ Χριστῷ ἐθνῶν Ἐκκλησίας ἣν καὶ ῥάβδον ἐπαινετὴν ὠνόμασεν, τοῦτ' ἔστι βασιλείαν, εἰπών· «Καὶ λήμψομαι τὴν ῥάβδον τὴν καλήν.» Ὑπῆρκται δὲ τοῦτο τοῦ Πατρὸς εἰρηκότος τῷ Υἱῷ· «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.» 4.108 Τοῦ βασιλικοῦ σκήπτρου ἀπορριφέντος ὑπὸ τοῦ λαβόντος κληρονομίαν πάντα τὰ ἔθνη, ἡ πρὸς πάντας τοὺς λαοὺς διεσκεδάσθη διαθήκη περὶ ἧς εἴρηται ἐν ∆ευτερονομίῳ ἐν ᾠδῇ μεγάλῃ τῷδε τῷ τρόπῳ· «Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ.» Ταύτης τῆς διαθήκης διασκεδασθείσης ὑπὸ Χριστοῦ, οὐκέτι ἐπιστατούντων τῶν ἀγγέλων τῶν ἐθνῶν, κληρονομία καὶ μερὶς γεγένηνται τὰ ἔθνη πάντα τοῦ ἀπορρίψαντος τὴν καλὴν ῥάβδον ἐπὶ καταλύσει τῆς πρὸς πάντας τοὺς λαοὺς διαθήκης. 4.109 Κατώρθωται δὲ ἡ ἀριστεία αὕτη ἐν τῇ ἡμέρᾳ τῇ ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης κατασκευασθείσῃ, ἣν ἀγαλλιασάμενος ἰδεῖν ὁ πατὴρ τῶν πιστευσάντων πάντων ἐθνῶν Ἀβραὰμ ἐχάρη, εὐλογηθέντων ἐν τῷ σπέρματι αὐτοῦ πάντων τῶν συμπληρούντων τὰ ἔθνη ἀνθρώπων σχόντων τὴν πίστιν αὐτοῦ εἰς δικαιοσύνην λελογισμένην. 4.110 Περὶ 124 ταύτης τῆς ἡμέρας ὁ πᾶς τῶν ἁγίων χορὸς ἀνθρώπων τε καὶ ἀγγέλων μελῳδεῖ φάσκων· «Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ», ταύτης υἱοὶ τυγχάνοντες οἷς εἶπεν ὁ Σωτήρ· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» «Ἡ ἡμέρα ἤγγισεν, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.» 4.111 Τούτων τῶν θείων ἀνδραγαθημάτων ἀνυσθέντων, γνώσονται οἱ Χαναναῖοι ὄντες πρόβατα φυλασσόμενα «ὅτι λόγος Κυρίου ἐστὶν» ὁ περὶ τῶν ἐκκειμένων ῥάβδου τε καὶ διαθήκης πρὸς τοὺς λαοὺς ἅπαντας, ὅνπερ νοῆσαι προσῆκόν ἐστιν μεγάλων καὶ ὑπερφυῶν μυστηρίων δηλωτικὸν ὄντα. 4.112 Χαναναίους ἐκλημπτέον τοὺς ἡτοιμασμένους ἀπὸ τῶν ἐθνῶν εἰς τὸ γενέσθαι κληρονομία τοῦ Υἱοῦ τοῦ Θεοῦ δι' ἣν ἔσχον ἀτυφίαν πρὸς τοῦ εἰρηκότος· «Μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» 4.113 Zach. XΙ, 12–13: Καὶ ἐρῶ πρὸς αὐτούς· εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστιν, δότε στήσαντες τὸν μισθόν μου ἢ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. Καὶ εἶπεν Κύριος πρός με· κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δοκιμεῖόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. Καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς, καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον. 4.114 Οἱ προφητικοὶ λόγοι αἰνιγματωδῶς προφερόμενοι ἀθρόως μεταβάλλουσι τὰ πρόσωπα τῶν λεγόντων καὶ περὶ ὧν λέγουσιν· καὶ ἐκ πολλῶν γε ῥητῶν ἔστι πιστώσασθαι καὶ ἀποδεῖξαι τὸ θεώρημα. Ὑπὲρ δὲ τοῦ μὴ μηκῦναι τὸν λόγον, παραληπτέον ἀπὸ τοῦ Ἰερεμίου ἐκ προσώπου τοῦ Θεοῦ λεγόμενον οὕτως· «Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἰερουσαλὴμ καὶ εἴδετε εἰ ἔστιν ἐκεῖ ποιῶν πίστιν καὶ ἔλεος», ἢ «κρίσιν» ὡς ἔνια τῶν ἀντιγράφων ἔχει, «καὶ εἶπα· ζῇ Κύριος, λέγουσιν· διὰ τοῦτο οὐκ ἐπὶ ψεύδεσιν ὀμνύουσιν.» 4.115 Φήσαντος γὰρ τοῦ Θεοῦ τοῖς ἁγίοις ἀνδράσιν· «Περιδράμετε ἐν ταῖς πλατείαις Ἰερουσαλὴμ καὶ εἴδετε εἰ ἔστιν ἐν αὐτῇ οἱ τάδε τινὰ ποιοῦντες», ἀποκρίνονται οἱ τὴν πρόσταξιν λαβόντες· «Ζῇ Κύριος, λέγουσιν»· πρὸς οὓς ὁ Θεός φησιν· «∆ιὰ τοῦτο οὐκ ἐπὶ ψεύδεσιν ὀμνύουσιν.» Ὅρα ποσαὶ μεταβολαὶ προσώπων ἐν ταῖς ὀλίγαις ταύταις συμβολαῖς φέρονται, οὐ διασταλεῖσαι κατὰ τὴν λέξιν ἀλλ' ἐν τῇ νοήσει. 4.116 Ὡς οὖν ἔχει ἐπὶ τῆς παραληφθείσης μαρτυρίας, οὕτως ἔχει καὶ ἐν τῇ ἐκτεθείσῃ τοῦ Ζαχαρίου φωνῇ. Εἰπὼν γὰρ ὁ Σωτήρ–αὐτὸς γάρ ἐστιν ὁ ἀπαγγέλλων τὰ προκείμενα περὶ τῆς ἀποβολῆς τῶν ἐκ περιτομῆς–καὶ ἑξῆς ἀπαγγείλας περὶ τῆς κλήσεως τῆς τῶν ποτ' εἰδωλολατρούντων ἐθνῶν, ἀπὸ ἑτέρας ἀρχῆς φησιν· Ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτούς, δηλαδὴ τοὺς Ἰουδαίους· Εἰ καλὸν καὶ δίκαιον ἐνώπιον ὑμῶν ὑπάρχει, δότε στήσαντες, τοῦτ' ἔστιν ὁρίσαντες, τὸν μισθόν μου· εἰ δὲ μὴ, ἀπείπασθε παραιτούμενοί

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.