Unit 30 rem mid
Rem mid: Unit 30; lemma continues; reading with the letter.
Greek
δύναμις τῶν προσταχθέντων αὐτῷ. Ἐφιστάνουσι γὰρ οἱ μὴ λόγους νοοῦντες τοῖς ἐπιτελουμένοις ἔργοις τοῦ διδασκάλου. 4.160 Ἐπεὶ τοίνυν περὶ ποιμένος ἀπείρου καὶ τέχνην ποιμαντικὴν οὐκ ἔχοντος ἔδει νοῆσαι τοὺς ἀκροατάς, ἀισθητῶς ἔλαβεν ὁ θεολημπτούμενος ἅγιος τὰ εἰρημένα σκεύη, ἵν' εἴπῃ περὶ αὐτῶν καὶ τί σημαίνουσιν ἐρωτηθεὶς ὑπὸ τῶν ὁρώντων ἃ ἔλαβεν σκεύη ποιμενικὰ οὐκ ἐμπείρου ἀλλ' ἀπείρου. 4.161 Πολλὰ οὕτως οἰκονομούμενα ἐν τοῖς προφήταις φέρεται, μάλιστα ἐν τῷ Ἰεζεκιήλ. 4.162 Οὐκ ἀπεικὸς περὶ τοῦ Ἀντιχρίστου προαναπεφωνῆσθαι τὰ περὶ τοῦ οὕτω ὀλεθρίου ποιμένος, ὡς ἐν πλείοσιν γραφαῖς εὑρίσκεται. Ἐκλεκτὰ πρόβατα εἶπεν ὧν τὰς σάρκας κατεσθίει, οὐ τὰ καθάπαξ καὶ ἀληθῶς ἐκλεκτά, ἀλλὰ ἃ ἐκλέγεται ὡς φίλα καὶ οἰκεῖα ὁ τὰς σάρκας αὐτῶν κατεσθίων. 4.163 Zach. XΙ, 17: Ὦ οἱ ποιμαίνοντες τὰ μάταια καὶ οἱ καταλελοιπότες τὰ πρόβατα· μάχαιρα ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ· ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται, καὶ ὁ ὀφθαλμὸς ὁ δεξιὸς αὐτοῦ ἐκτυφλούμενος ἐκτυφλωθήσεται. 4.164 Αἰτιᾶται, μᾶλλον δ' ἀπειλεῖ ὁ θεῖος λόγος τοῖς ψευδέσιν νομεῦσιν, ἀποστραφέντας καὶ καταλείψαντας τὰ πρόβατα, θηρῶντας τὰ μάταια, τὰς αἰσχροκερδίας δηλονότι καὶ τὴν κατάβρωσιν τῶν σαρκῶν ὧν ἐπιστεύθησαν θρεμμάτων, ὡς περὶ ἑκάστου αὐτῶν ἢ ὡς πρὸς ἕνα πάντας διὰ τὸ κατὰ τὴν αὐτὴν κακίαν πεποιῶσθαι, «Μάχαιρα ἐπὶ τὸν βραχίονα», τοῦτ' ἔστιν τὸ ἔργον αὐτοῦ. Πολλάκις δὲ ἀποδέδεικται ὅτι ἔργον ὁ βραχίων κατ' ἀλληγορίαν δηλοῖ. 4.165 Τίς δὴ μάχαιρα ἡ ἐπὶ τὸν βραχίονα καὶ ὀφθαλμὸν τοῦ ὑπαιτίου ποιμένος, ἢ ὁ κολαστικὸς λόγος περὶ οὗ ἐν Ἠσαΐᾳ ὁ Θεός φησιν πρὸς τοὺς νομοθετουμένους· «Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται.» Περὶ τούτου τοῦ ἀμυντικοῦ ξίφους ἐν Ἰερεμίᾳ πάλιν ὁ Θεὸς λέγει· «Ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν», ἐπὶ τῷ αὐτοὺς τάδε πείσεσθαι τὰ ἐπίπονα. 4.166 Κατὰ νόησιν ἑτέραν, μάχαιρα εἶναι δύναται θεία ὁ διαίρων λόγος ἀπὸ τῶν χειρόνων τοὺς ἐνεσχημένους αὐτοῖς. Αὐτίκα γοῦν ἐν Εὐαγγελίοις ὁ Σωτήρ· «Μὴ νομίσητε, φησίν, ὅτι ἦλθον εἰρήνην βαλεῖν ἐπὶ τῆς γῆς, ἀλλὰ μάχαιραν.» Ἡ γὰρ εὐαγγελικὴ διδασκαλία οὐ παρασκευάζει εἰρηνεύειν πρὸς τὰ γήϊνα καὶ τὴν γῆν, ἀλλὰ διαιρεῖ ἀπ' αὐτῆς τοὺς τὰ ἐπίγεια φρονοῦντας καὶ φοροῦντας τὴν εἰκόνα τοῦ χοϊκοῦ. 4.167 Αὕτη ἡ μάχαιρα χρησμοῦ δίκην τῷ Ἀβραὰμ δέδοται, ἵνα διέλῃ αὐτὸν «ἀπὸ τῆς γῆς καὶ τῆς συγγενείας αὐτοῦ καὶ τοῦ πατρῴου οἴκου», γῆς νοουμένης τοῦ σώματος οὗ περιέκειτο, συγγενείας δὲ τοὺς τὰ αὐτὰ ἐπιτηδεύοντας καὶ ἀνατραφέντας, οἶκος δὲ πατρὸς τοῦ νοῦ ὁ προφορικὸς λόγος ἐστίν, ὥς τις τῶν σοφῶν περὶ τὴν μωσαϊκὴν παίδευσιν ἡρμήνευσεν. 4.168 Ἰσοδυναμεῖ τοῖς χρησθεῖσιν τῷ Ἀβραὰμ τὰ λεχθέντα πρὸς τοῦ θείου νυμφίου, μᾶλλον δὲ τοῦ πατρὸς αὐτοῦ· «Ἄκουσον, θύγατερ, καὶ ἰδὲ καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου, καὶ αὐτός ἐστιν ὁ Κύριός σου.» Ταὐτὸν γὰρ τὸ ἐπιλαθέσθαι τινὰ λαοῦ τοῦ ἑαυτοῦ καὶ τοῦ οἴκου τοῦ πατρὸς τῷ ἐξελθεῖν ἐκ τῆς συγγενείας καὶ τοῦ οἴκου τοῦ πατρὸς τὸν εἰς τοῦτο προτραπέντα. 4.169 Ἡ προειρημένη κολαστικὴ μάχαιρα 130 γεναμένη ἐπὶ τὸν βραχίονα καὶ ὀφθαλμόν, τοῦτ' ἔστιν ἐπὶ τὴν πρακτικὴν δύναμιν καὶ τὴν θεωρητικήν, τοῦ κολαστέου ποιμένος ξηραίνει τὸν βραχίονα, πᾶσαν νοτίδα καὶ πιότητα ψεκτὴν ἀφαιρουμένη ἵνα νεκρωθῇ. Ἐκτυφλοῖ δὲ καὶ τὸν ὀφθαλμὸν ἐκτυφλώσει, τὸν τῷ ἔχοντι δοκοῦντα δεξιόν, οὐκ ἀληθείᾳ δὲ ὄντα τοιοῦτον, ἀλλὰ σκαιὸν καὶ ἀριστερὸν καὶ εἴ τι φαυλότερον. 4.170 Ἐκλημφθείη δὲ καὶ ταῦτα τὰ ῥητὰ περὶ τοῦ Ἀντιχρίστου ἐπαγγελλομένου ἔχειν ἰσχυρὸν καὶ ζῶντα βραχίονα διὰ τὰ σημεῖα καὶ τέρατα ἃ ἐνεργεῖ ψεύδους ὄντα, καὶ δεξιὸν ὀφθαλμόν, μετέχων τῆς βλέψεως τοῦ νοητοῦ βασιλέως τῶν Ἀσσυρίων, περὶ οὗ ὁ Κύριος αὐτὸς εἶπεν· «Ἐπάξω ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἐπὶ τὸν βασιλέα τῶν Ἀσσυρίων», ἀλαζονικῶς κομπάσαντα· «Τὴν ἰσχὺν τῶν ἐθνῶν προνομεύσω καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρί.» 4.171 Τούτου τοῦ ὑπερόπτου αὐχήσαντος· «Οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι», υἱὸς ὢν κατὰ ἀσέβειαν, ὁ Ἀντίχριστος ἰσχυρὸν βραχίονα καὶ δεξιὸν ὀφθαλμὸν ἔχειν ἠλαζονεύσατο, ὅνπερ βραχίονα ἐξήρανεν ἡ προερμηνευθεῖσα μάχαιρα, καὶ τὸν
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.