Commentarii in Zacchariam · §u30-rem-close

Unit 30 rem close

Rem CLOSEOUT: Unit 30 CLOSEOUT.

Greek

ὀφθαλμὸν ἐξετύφλωσεν ἐκτέμνουσα τὴν χειρίστην αὐτοῦ βλέψιν. Περὶ τούτου κατὰ λέξιν γράφει Παῦλος Θεσσαλονικεῦσιν· «Ἕως ἔλθῃ ὁ ἄνομος ὃν ὁ Κύριος Ἰησοῦς ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσῃ τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ.» 4.172 Ὀφθαλμὸς τούτου δεξιὸς ἕκαστος νομίζεται τῶν αἱρετικῶν πρεσβεύων τὴν ψευδώνυμον γνῶσιν· βραχίων δ' αὐτοῦ πᾶς γόης προσποιούμενος τεραστίους ποιεῖν δυνάμεις· ἀμφότεροι δὲ οὗτοι, ὃ μὲν ὡς βραχίων ξηραίνεται, ὃ δὲ ὡς ὀφθαλμὸς ἐκτυφλοῦται ὑπὸ τῆς μνημονευθείσης μαχαίρας. 4.173 Ἔστιν ἐναργεῖς τούτων μαρτυρίας ἀπὸ τῆς βίβλου τῶν Πράξεων τῶν Ἀποστόλων παραγαγεῖν. Ἐλύμας τις τοὔνομαμάγος, ἔργα ποιῶν γοητείας καὶ διδασκαλίαν προφέρων, διαστρέφων ὡς ᾤετο τοὺς προσηκαμένους τὴν πίστιν, παραδοξοποιὸς καὶ διορατικὸς τὸν νοῦν εἶναι ἐνομίζετο, φρονῶν μέγα ἐφ' οἷς ἔχειν ἡγεῖτο· τούτῳ προσελθὼν ἰσχυροῖς ἐλέγχοις καὶ ἐνεργείᾳ θεϊκῇ ὁ θεσπέσιος Παῦλος ἔφη· «Ὦ πλήρης δόλου καὶ πάσης ῥαδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς καὶ μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ.» 4.174 Τὴν αὐτὴν εἰκόνα τῆς ἀσεβείας τῷ Ἐλύμᾳ καὶ Σίμων ὁ γόης εἶχεν ὃν καὶ αὐτὸν ὁ Πέτρος Θεοῦ δυνάμει ἀπέδειξεν, τὸ μηδὲν ξηρανθέντος τοῦ δεξιοῦ αὐτοῦ βραχίονος καὶ τοῦ ὀφθαλμοῦ τοῦ δεξιοῦ αὐτοῦ ἐκτυφλωθέντος. Ἀρκούντως, ὡς νομίζω, καθ' ἡμετέραν δύναμιν σαφηνισθέντων τῶν περὶ ἀπείρου πονηροῦ ποιμένος, ἐκθετέον τὰ ἑξῆς τοῦ προφήτου ἀπὸ ἑτέρας περιοχῆς ἀρχόμενα. 4.175 Zach. XII, 1–3: Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραήλ· λέγει Κύριος ἐκτείνων οὐρανὸν καὶ θεμελιῶν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ· Ἰδοὺ ἐγὼ τίθημι τὴν Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ, καὶ ἔσται περιοχὴ ἐπὶ Ἰερουσαλήμ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἰερουσαλὴμ λίθον καταπατούμενον πᾶσιν τοῖς ἔθνεσιν· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσεται ἐπ' αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς. 4.176 Τὰ συμβάντα τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλὴμ καὶ τοῖς οἰκοῦσιν μετὰ τὸν σταυρὸν Ἰησοῦ προθεσπίζει ὁ προφήτης Ζαχαρίας, λαβὼν λόγον ὑπὸ τοῦ δημιουργοῦ τῶν ὅλων ἐκτείναντός τε τὸν οὐρανὸν καὶ θεμελιώσαντος τὴν γῆν καὶ πλάσαντος πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. 4.177 Εἴρηται πρότερον ὡς κάτοχοι γίνονται οἱ προφῆται θεοληπτούμενοι λόγου διδομένου αὐτοῖς καθ' ὃν προθεσπίζουσι τὰ ἐσόμενα. Ὅπως δὲ μὴ τὰ αὐτὰ πολλάκις ἀπαγγέλληται, ἀρκεστέον τοῖς ἤδη εἰρημένοις. 4.178 131 Ἐκτείνει Θεὸς οὐρανὸν καὶ θεμελιοῖ τὴν γῆν, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἄγων τὰ συνεκτικώτατα κτίσματα ταῦτα ἐν οἷς καὶ τὰ ἄλλα ὑπάρχει, ᾗ φησιν ὁ ἱεροφάντης· «Καὶ συνετελέσθη ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν.» Αὐτίκα γοῦν τῆς Κοσμοποιίας ἀρχόμενος σαφῶς εἶπεν· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», τοῦτ' ἔστιν ἐξέτεινε τὸν οὐρανὸν καὶ ἐθεμελίωσε τὴν γῆν. 4.179 Πολλάκις ἤδη τεθεώρηται τίς ὁ τρόπος τῆς ἐκτάσεως τοῦ οὐρανοῦ καὶ τοῦ τεθεμελιῶσθαι τὴν γῆν, σαφηνιζομένων τῶν οὕτως ἐχουσῶν λέξεων ὑπὸ μὲν τοῦ Θεοῦ λέγοντος· «Ἐξέτεινα τὸν οὐρανὸν μόνος», ὑπὸ δὲ τοῦ ὑμνῳδοῦ περὶ τοῦ γενεσιάρχου· «Ἐθεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ὁ ἁπλώσας τὸν οὐρανὸν δι' ἐκτάσεως καὶ ἑδράσας ἐν θεμελίοις τὴν γῆν καὶ τὸν ἄνθρωπον ἔκτισεν, «πλάσας ἐν αὐτῷ τὸ πνεῦμα αὐτοῦ», τοῦτ' ἔστιν τὴν ψυχὴν συμπλέκων καὶ ἑνῶν ὡς ἐνδέχεται τῷ σώματι, ἵν' ἓν σύνθετον ζῷον ἐκ ψυχῆς καὶ σώματος ἀποτελεσθῇ. 4.180 Οὐ καθάπαξ δὲ πλάττεται τὸ πνεῦμα τοῦ ἀνθρώπου, ἀλλ' ἐν αὐτῷ· οὐ γὰρ σωματικῆς φύσεως ἀλλὰ λογικῆς ἐστιν. Πλάττεται δὲ προηγουμένως τὸ σῶμα τοῦ ἀνθρώπου, κατὰ τὸ ὑπὸ Μωϋσέως λεχθέν· «Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς.» Τοῦτον τὸν τρόπον τῆς δημιουργίας γνοὺς ὁ μεγαλόψυχος καὶ ἀνδρειώτατος Ἰὼβ πρὸς τὸν γενεσιάρχην ἀνεφθέγξατο· «Μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.» 4.181 Ἀλλὰ καὶ περὶ τῆς γενέσεως τοῦ συνθέτου τοῦ ἐκ ψυχῆς καὶ σώματος λέγει· «Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με», πλασθέντος τοῦ σώματος, ποιηθείσης τῆς ψυχῆς ἥντινα πνεῦμα καλουμένην ἔπλασεν ἐν τῷ ἀνθρώπῳ μετασχοῦσαν ἐκ τῆς συνθέσεως αἰσθητικῆς δυνάμεως, ἵν' ὅλος ὁ ἄνθρωπος ἔμψυχος, αἰσθητικός, ζῷον γενάμενος ἀποδειχθῇ. 4.182 Πρὸς τῷ οὕτω θεωρηθέντι ῥηθείη καὶ ἑτέρως· τὸ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.