Commentarii in Zacchariam · §u31-rem-close

Unit 31 rem close

Rem CLOSEOUT: Unit 31 CLOSEOUT.

Greek

ἀμήτῳ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγήτῳ οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα.» Εἰπὼν μετ' αἰνιγμοῦ τὴν ὑπάρξασαν ἀκαρπίαν, φανεροῖ αὐτὴν ἐν τοῖς ἑπομένοις φάσκων· «Οἴμμοι, ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχὶ ὑπάρχει· πάντες εἰς αἵματα δικάζονται, ἕκαστο̣ς τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ. Ἐπὶ τὸ κακὸν τὰς χεῖρας ἑτοιμάζουσιν.» Πῶς γὰρ οὐ κολαστέοι, ὑπὸ πυρὸς τιμωρίας καταναλισκόμενοι, οἱ ταῖς εἰρημέναις ἐνεχόμενοι κακίαις; 4.215 Πρὸς ἕνα τῶν ἑρμηνευθέντων τῶν χιλιάρχων ὁ Κύριός φησιν· «∆έδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ καταβρωθήσονται» δι' ἣν ἔχειν εἵλαντο ἀκαρπίαν. 4.216 Ταύτης τῆς νοήσεως 135 ὑπάρχει καὶ τὸ ἐν Ἠσαΐᾳ θεσπιζόμενον· «Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ ὡς πῦρ, καὶ καταφάγεται ὡσεὶ χόρτον τὴν ὕλην καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν», τοῦτ' ἔστιν ἀπὸ γνώμης χειρίστης ἕως πράξεων φαύλων· διὰ γὰρ τῆς ψυχῆς τὴν γνώμην, διὰ δὲ τῶν σαρκῶν τὰς πράξεις ᾐνίξατο. 4.217 Οἱ τεθέντες ὡς δαλὸς πυρὸς χιλίαρχοι ἐκτελοῦσι τὸ αὐτὸ τῷ ληφθέντι ἄνθρακι ἐκ τοῦ πνευματικοῦ καὶ ἐπουρανίου θυσιαστηρίου λαβίδι ὑπὸ ἑνὸς τῶν Σαραφί· ὃν προσαγαγὼν τῷ στόματι τοῦ προφήτου ἀφεῖλεν αὐτοῦ τὰς ἀνομίας καὶ τὰ χείλη αὐτοῦ ἐκαθάρισεν. 4.218 Τίνα δὲ ἀναλίσκουσιν ὁ δαλὸς καὶ ἡ λαμπὰς τοῦ πυρὸς δεξιὰ καὶ εὐώνυμα, καιρὸς εἰπεῖν. Τὰ αὐτόθεν γνώριμα τῶν ἀσεβημάτων καὶ ἁμαρτημάτων σκαιὰ καὶ εὐώνυμα τυγχάνει· τὰ δ' ὑποδυόμενα ψευδῶς τὴν ἀρετὴν δεξιὰ εἶναι νομίζονται. Ἀμφότερα γοῦν ἀπαγορεύων, ὁ θεῖος λόγος φησίν· «Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσίν, καὶ τὰς ὁδούς σου κατεύθυνε. Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερά», μηδὲ εἰς τὰς ὑπερβολὰς μηδὲ ἐλλείψεις· ἀμφότεραι γάρ εἰσι κακίαι. 4.219 Τῆς ἐλευθεριότητος–αὕτη δ' ἐστὶν ἡ κοινωνικὴ προαίρεσις–ἐναρέτου οὔσης, εὐώνυμος ἔκκλισίς ἐστιν ἡ φειδωλία, δεξιᾶς νομιζομένης τῆς ἀσωτίας ἀναλωτικῆς οὔσης χρημάτων οὐκ ἐφ' οἷς δεῖ καὶ ὡς χρή, ἀλλ' ἐπὶ θήρᾳ ἡδονῶν αἰσχρῶν. Ἐπεὶ τοίνυν καὶ ὁ φειδωλὸς καὶ ἄσωτος ἐπιτιμητέοι τυγχάνουσιν, ἀμφοτέρων καθάπτεται ὁ δαλὸς τοῦ πυρὸς καὶ ἡ λαμπάς. 4.220 ∆ιὰ πλειόνων ἡμῖν ἀποδέδεικται ὡς, μεσοτήτων οὐσῶν τῶν ἀρετῶν, αἱ ἐλλείψεις καὶ ὑπερβολαὶ αὐτῶν κακίαι τυγχάνουσιν, ἐν ᾧ ἐπεγράψαμεν περὶ ἀρετῶν λόγῳ. 4.221 Τὰ λεχθέντα δεξιὰ καὶ ἀριστερὰ σχεδὸν περὶ πάντας τοὺς ἀνθρώπους εὑρισκόμενα κύκλῳ πάντων τῶν λαῶν εἶναι εἴρηνται. 4.222 Ὅταν τιμωρίας ἀπολαύσωσιν οἱ κύκλῳ τῆς ἁγίας πόλεως λαοί, τὸ τηνικάδε καθ' ἑαυτὴν κατοικηθήσεται, φρουρουμένη ὑπὸ τοῦ οἰκοδομήσαντος καὶ ἐκλεξαμένου, κατὰ τὸ εἰρημένον περὶ τῆς ἀσφαλείας αὐτῆς· «Ὄρη κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ.» Περὶ τῆς τοιαύτης φυλακῆς καὶ ἐν τῷ προκειμένῳ προφήτῃ φέρεται ὡς παντοκράτωρ «Κύριος ὡς τεῖχος πυρὸς» ἔσται περὶ αὐτήν, ὅπερ ἐν ἀρχῇ τοῦ Ζαχαρίου σεσαφήνισται, κατοικισθείσης τῆς Ἰερουσαλὴμ καθ' ἑαυτήν, φυγαδευθέντων τῶν πολεμικῶς κυκλωσάντων αὐτήν, κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ οἰκοῦντος αὐτήν· «Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς», καὶ τὰ ἑπόμενα. 4.223 Τί δὲ ἁρμονίως ἐπιφέρεται τῷ καθ' ἑαυτὴν κατοικεῖσθαι τὴν ἱερὰν πόλιν ἢ τὸ σῶσαι Κύριον τὰ σκηνώματα τοῦ Ἰούδα ὡς ἐν ἀρχῇ, οὐκ ἄλλα ὄντα τῶν εἰδικῶν ἀρετῶν. Περὶ τούτων τὸ παροιμιῶδες θέσπισμα διαγορεύει· «Σκηναὶ κατορθούντων στήσονται.» Περὶ τοῦ προσόντος αὐτοῖς ἐρασμίου, ὁ ὑμνῳδὸς μελῳδεῖ φάσκων· «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων.» Πῶς γὰρ οὐ ποθητὰ ἑορταζόντων ὄντα πλήρης; Φωνὴ γὰρ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορταζόντων οὐχ ἑτέρωθι ᾄδεται ἀλλ' ἐν ταῖς τῶν δικαίων σκηναῖς. 4.224 Σῴζει δὲ τὰ σκηνώματα τοῦ Ἰούδα ὁ Κύριος ὡς ἐν ἀρχῇ πρὶν κρατήσῃ κακία καὶ δυσσέβεια τῶν ἀνθρώπων. ∆υνατὸν σῳζόμενα ὡς ἀπ' ἀρχῆς σκηνώματα εἰπεῖν ἃ περικείμεθα σώματα. Γενήσεται δὲ ἡ σωτηρία ὅταν τὸ φθαρτὸν ἡμῶν σῶμα τὸ ἄτιμον καὶ ἀσθενὲς ἐνδύσηται τὴν ἀφθαρσίαν δόξαν τε καὶ δύναμιν, ἐκ ψυχικοῦ σώματος πνευματικὸν σῶμα γινόμενον. Πολλαχοῦ ἀποδοθέντων σκηνώματα εἶναι τὰς προκοπάς, –ὁδευόντων γὰρ οἰκίαι ταῦτα, –σῴζεται ταῦτα θεόθεν ὡς ἀπ' ἀρχῆς, τῆς τελείας καταστάσεως καὶ ἀρετῆς ἐπιγινομένης. 4.225 Ὑπάρξεται τὰ εἰρημένα θεόθεν ἀγαθά, ἵν' ἐν Κυρίῳ καυχωμένου ἑκάστου τῶν σῳζομένων, οὐδενὸς ἔτι ἐφ' ἑαυτοῦ βαλλομένου ἀλλ' ἐπὶ τῷ τῶν τελείων ἀγαθῶν αἰτίῳ, τὸ καύχημα τοῦ οἴκου

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.