Commentarii in Zacchariam · §u31-rem-mid

Unit 31 rem mid

Rem mid: Unit 31; lemma continues; reading with the letter.

Greek

«Ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ χρεμετίζουσιν.» Πρὸς ἀγαθοῦ πατάττεται ἐν ἀποτυφλώσει τὰ χρεμετιστικὰ ζῷα, ἵνα μὴ ὀξυωπῶσιν ἔτι πρὸς τὴν λαγνείαν. 4.204 ∆ιαδέξεται γὰρ ταύτην τὴν στέρησιν τῶν ὀμμάτων τῆς ψυχῆς ἀνάβλεψις σωφροσύνης, ὡς ὀρθῶς λοιπὸν ὁρᾶν ἃ δεῖ ποιεῖν καὶ ἃ προσήκει ἐργάζεσθαι. Αὐτίκα γοῦν ὁ πονηρῶς ὁρῶν μάγος ὁ Ἐλύμας μέχρι καιροῦ ἐξετυφλώθη, ἀποβαλὼν τὴν τῆς γοητείας ὄψιν, ἵν' ὕστερον ἀναβλέψας «τὸν τῆς δικαιοσύνης ἥλιον» θεάσηται. Οὐ γὰρ μάτην πρόσκειται τὸ μέχρι καιροῦ μὴ ὁρᾶσθαι τὸν ἥλιον ὀφθησόμενον τὸ τηνικάδε ὅταν διαδέξηται τὴν τυφλότητα ὅρασις ὁρῶσα τὸ φῶς. 4.205 Zach. XII, 5: Καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ἰούδα ἐν ταῖς καρδίαις αὐτῶν· Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας ἐν Ἰερουσαλὴμ ἐν Κυρίῳ παντοκράτορι Θεῷ αὐτῶν. 4.206 Τοῦ αἰνετοῦ Ἰούδα πρὸς ὃν εἴρηται· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου», παμβασιλέως καὶ πάντων τὸ κράτος ἀνημμένου, χιλίαρχοι αὐτοῦ τυγχάνουσιν οἱ ὑπ' αὐτῷ στρατευόμενοι, «οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου» ἀναδειχθέντες, οἱ ἀπόστολοι Χριστοῦ δηλονότι. 4.207 Ἐπιστατέον εἰ καὶ πάντες οἱ πνευματόφοροι ἄνδρες, προφῆταί τε καὶ ὅσοι ἄλλοι ὑποτάττονται τῷ Ἰούδᾳ, διδάσκαλοι, εὐαγγελισταί, οἱ οὕτως ἀποδοθέντες χιλίαρχοι ζητοῦσιν ἐπὶ τῷ εὑρεῖν 134 οὐκ ἄλλους ἢ τοὺς κατοικοῦντας τὴν Ἰερουσαλὴμ τὴν ὁρῶσαν «τὴν πάντα νοῦν ὑπερέχουσαν εἰρήνην» καὶ τὴν Θεοῦ ἐπουράνιον πόλιν περὶ ἧς «τὸ τῆς ἐκλογῆς σκεῦος», ὁ ἐν Χριστῷ λαλῶν Παῦλος γράφει· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ.» 4.208 Ὁ ταύτην τὴν καλλίπολιν συμπληρῶν ἄριστος καὶ νόμιμος πολίτης, βέβαιος ὢν κατὰ ἁγιότητα καὶ τὴν λοιπὴν θείαν ἀρετήν, ἀκλόνητος ὑπάρχει, κατὰ τὸ λεχθὲν ἐν ᾠδῇ μιᾷ τῶν ἀναβαθμῶν· «Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἰερουσαλήμ.» Κατοικεῖ δ' αὐτὴν εἰς τὸν αἰῶνα διαμένων ὑπὸ τὸν βασιλεύοντα αὐτῆς. 4.209 Εὑρίσκουσι δ' οἱ εἰρημένοι χιλίαρχοι τοὺς κατοικοῦντας τὴν θείαν «πόλιν, ἧς τεχνίτης καὶ δημιουργός ἐστιν ὁ Θεός», ἑαυτοῖς υἱοὺς καὶ μαθητάς· ὡς εὗρεν Παῦλος τὸν Σιλουανὸν καὶ Τιμόθεον καὶ τὸν εὐαγγελιστὴν Λουκᾶν καὶ τοὺς ἑτέρους γνωρίμους περὶ ὧν μνήμη φέρεται ἐν ταῖς ἐπιστολαῖς αὐτοῦ καὶ ταῖς Πράξεσιν τῶν Ἀποστόλων. Εὗρεν δὲ παραπλησίως καὶ Πέτρος, ὁ γνήσιος τοῦ Σωτῆρος μαθητής, Μάρκον τὸν εὐαγγελιστὴν καὶ ἑτέρους πλείονας. 4.210 Ὡσαύτως καὶ Ἰωάννης, ὁ ὑπὸ τοῦ Κυρίου ἀγαπώμενος μαθητής. Φέρονται δὲ οὓς εὗρεν κατοικοῦντας τὴν Ἰερουσαλὴμ ἐν τῇ βίβλῳ τῶν Πράξεων αὐτοῦ. Καὶ πάντες δὲ οἱ τῆς ἀποστολικῆς Ἐκκλησίας προϊστάμενοι δι' ὀρθῆς διδασκαλίας εὑρίσκουσιν τοὺς ὁμοδοξοῦντας, πολίτας ὄντας τῆς ἀληθινῆς καὶ πνευματικῆς Ἰερουσαλήμ, ὡς διὰ τοῦτο κατοικεῖν αὐτήν. Τῶν ἀποδοθέντων χιλιάρχων Κύριος παντοκράτωρ ἐστὶν ὁ κρατῶν καὶ βασιλεύων αὐτῶν. 4.211 Zach. XII, 6–7: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ἰούδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν, καὶ κατοικήσει Ἰερουσαλὴμ ἔτι καθ' ἑαυτήν. Καὶ σώσει Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ' ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου ∆αυὶδ καὶ ἔπαρσις τῶν κατοικούντων Ἰερουσαλὴμ ἐπὶ τὸν Ἰούδαν. 4.212 Ἐν τῷ καιρῷ, ὃν ἡμέραν διὰ τὸ φωτεινὸν εἶπεν, εὑρίσκουσιν οἱ χιλίαρχοι Ἰούδα ἑαυτοῖς τοὺς κατοικοῦντας Ἰερουσαλήμ, τιθέμενοι ὑπὸ τοῦ Θεοῦ ὡς δαλὸς πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπὰς πυρὸς ἐν καλάμῃ, ἵν' ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων καταβρωθῶσιν κυκλόθεν οἱ λαοὶ πάντες. 4.213 Ὡς δαλὸς δὲ ἐν ξύλοις καὶ λαμπὰς ἐν καλάμῃ τίθενται οἱ χιλίαρχοι τοῦ νοητοῦ Ἰούδα, ὅπως ἐν τῷ διαπύρῳ λόγῳ καὶ φωτεινῷ καταφάγωσιν τὰς ἀκάρπους καὶ ὑλικὰς προαιρέσεις Τὰ γὰρ δένδρα μὴ ποιοῦντα καλὸν καρπὸν ἐκκοπτόμενα καὶ εἰς πῦρ βαλλόμενα ξύλα εἰσὶν κολάσει παραδιδόμενα, ἵνα ἀναλωθῇ ἡ χειρίστη ποιότης αὐτῶν, ὡς αὖ οἱ ἀχυρώδεις, καλάμη καὶ οὐ σῖτος ὄντες, ὑπὲρ πυρὸς ἀναλίσκονται. Εἴρηται γὰρ ἐν Εὐαγγελίῳ ὅτι διακαθάραντος τοῦ Ἰησοῦ τὴν ἅλωνα ἐν ᾧ ἔχει ἐν τῇ χειρὶ πτύῳ, ὁ μὲν σῖτος εἰς ἀποθήκην τῶν ἐπαγγελιῶν εἰσάγεται –οὗτοι δ' εἰσὶν οἱ δίκαιοι ἄνδρες, –τὸ δ' ἄχυρον ἀσβέστῳ πυρὶ κατακαήσεται, ἀναλισκομένης τῆς χειρίστης προαιρέσεως τῶν παρ' ἰδίαν προαίρεσιν ἀκάρπων εὑρεθέντων. 4.214 Περὶ τῶν τοιούτων ἐν Μιχαίᾳ τῷ προφήτῃ ὑπὸ τοῦ Σωτῆρος λέγεται· «Οἴμμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.