Commentarii in Zacchariam · §u32-rem-mid

Unit 32 rem mid

Rem mid: Unit 32; lemma continues; reading with the letter.

Greek

τιν̣ά φησιν· «Ἔδωκα τὸ πνεῦμά μου ἐπὶ σέ», καὶ πάλιν περὶ τοῦ τοιούτου ἑτέροις λέγει· «Ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν.» 4.246 Τὴν δαψιλῆ δωρεὰν φανερῶν ὁ ὀρέγων φησίν· «Ἐκχεῶ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ», ὡς καὶ ἐξ ἑτέρων ῥητῶν ἔστι μαθεῖν· λέγων γὰρ ὁ Θεός· «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα», τὴν πλουσίαν δόσιν σημαίνει, ὡς καὶ τό· «Ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν.» 4.247 Π̣αρίσταται ἐξ ἀποστολικῆς φωνῆς τὸ πνεῦμα τῆς χάριτος τὸ ἅγιον εἶναι, οὕτω γραφείσης· «Ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶν μάρτυσιν ἀποθνῄσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας ἐν ᾧ ἡγιάσθη.» 4.248 Συνᾴδει τῷ χάριτος εἶναι Πνεῦμα τὸ ἅγιον καὶ τὸ ἐν ἑτέρᾳ λέξει τοῦ Ἀποστόλου φερόμενον οὕτως· «∆ιαιρέσεις χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ Πνεῦμα», καὶ ἔτι· «Τῷ μὲν γὰρ δίδοται διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ Πνεύματι», καὶ τὰ κατηριθμημένα ἑξῆς διάφορα χαρίσματα. 4.249 Τὸ τῆς χάριτος Πνεῦμα καὶ οἰκτιρμοῦ ἐστιν, χορηγούμενον ὑπὸ «τοῦ Πατρὸς τῶν οἰκτιρμῶν». Εἴρηται εἰς τοῦτο τὸ ῥητὸν ἐν ὑπομνήμασιν ἄλλοις ὡς Πατὴρ οἰκτιρμῶν τοῦ Θεοῦ Λόγου καὶ δοτὴρ τοῦ ἁγίου Πνεύματός ἐστιν ὁ τῶν ὅλων Θεός. 4.250 Γνόντες ἐκ τοῦ γεγραμμένου τίς ὁ δαψιλῶς διδοὺς τὸ χάριτος καὶ οἰκτιρμῶν Πνεῦμα, ἀκολούθως εἰσόμεθα τίς ὁ τοῦ ∆αυὶδ οἶκος καὶ οἱ τὴν Ἰερουσαλὴμ κατοικοῦντες. ∆ύναται ἀμφότερα τὴν Ἐκκλησίαν δηλοῦν ὑπάρχουσαν καὶ Ἰερουσαλὴμ καὶ τοῦ ∆αυὶδ οἶκον ὡς ἔναγχος ἐσαφηνίσθη. 4.251 Zach. XII, 10: Καὶ ἐπιβλέψονται πρός με ἀνθ' ὧν κατωρχήσαντο, καὶ κόψονται ἐπ' αὐτοὺς κοπετὸν ὡς ἐπ' ἀγαπητόν, καὶ ὀδυνηθήσονται ὀδύνην ὡσεὶ ἐπὶ πρωτοτόκῳ. 4.252 ∆υσπραγίᾳ μεγάλῃ ὑποπεσόντες οἱ κυριοκτονήσαντες Ἰουδαῖοι ἐπιτεταμένως κοπετῷ καὶ ὀδύνῃ κεκράτηνται, οἷα ὡς ἐπὶ τεθνηκότι ἀγαπητῷ κοπτόμενοι καὶ ἐπὶ πρωτοτόκῳ υἱῷ ὀδυνώμενοι, «φθασάσης ἐπ' αὐτοὺς τῆς ὀργῆς εἰς τέλος», ὡς κατασκαφῆναι τὴν πατρίδα αὐτῶν καὶ αὐτοὺς ἐξανδραποδισθέντας ἀλήτας ἐν πάσῃ τῇ γῇ γενέσθαι. 4.253 Ὅτι δὲ τούτοις ὑπεβλήθησαν ψήφῳ τῆς προνοίας τοῦ Θεοῦ διὰ ἅγος ὃ εἰργάσαντο σταυρῷ τὸν πάντων Σωτῆρα ὑποβαλόντες, ἐξ αὐτοῦ τοῦ προκειμένου ἔστιν μαθεῖν. Ὁ παθὼν γὰρ ὑπ' αὐτῶν φησιν· «Ἐπιβ̣λέψονται ἐπ' ἐμὲ ἀνθ' ὧν κατωρχήσαντο.» Ἦ οὐκ ὠρχοῦντο̣ ἀσεβῶς τε καὶ ἀνοσίως ὅτε ἐξηρτημένου τοῦ Ἰησοῦ τοῦ σκόλοπος χλευάζοντες ἔφασκον· «Οὐὰ ὁ καταλύων τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν ἐγείρων αὐτόν. Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.» «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ»; 4.254 Ταῦτα καὶ ἕτερα ἄλλα ἐπικερτομούντων τῶν ἀλιτηρίων, πεπληρῶσθαι ὁ εὐαγγελιστὴς γράφει τὴν οὕτως ἔχουσαν προφητείαν· «Ὄψονται εἰς ὃν ἐξεκέντησαν», τὴν αὐτὴν οὖσαν μόναις λέξεσιν διαφέρουσαν τῇ· «Ἐπιβλέψονται πρός με ἀνθ' ὧν κατωρχήσαντο.» Φασὶν γὰρ οἱ τὴν ἑβραϊκὴν διάλεκ̣τον ἠκριβωκότες ὅτι ἡ ἐκκειμένη τοῦ Ζαχαρίου φωνὴ εἰς τὴν εὐαγγελικὴν μετελήμφθη, ἤτοι τοῦ εὐαγγελιστοῦ μετενεγκόντος αὐτήν, ἑβραῖος γὰρ ἦν, ἢ ἀπὸ ἑτέρου ἑρμηνεύσαντος παραλαβόντος αὐτὴν ἤτοι τοῦ Ἀκύλου ἢ Θεοδοτιῶνος ἤ τινος ἄλλου εἰς ἑλλάδα φωνὴν μετενεγκόντος τὴν ἑβραϊκὴν λέξιν. 4.255 Προήχθημεν δὲ ταῦτα εἰπεῖν διὰ τό 139 τινας ζητεῖν ποῦ τῶν προφητῶν εἴρηται τό· «Ὄψονται εἰς ὃν ἐξεκέντησαν», οὐδαμοῦ τῶν δημοσιευομένων τῆς παλαιᾶς διαθήκης εὑρισκομένου. 4.256 Πιθανῶς πιστ̣εύει ἐπ' ἀγαπητῷ τὸν κοπετὸν καὶ ἐπὶ πρωτοτόκῳ τὴν ὀδύνην εἶναι τῶν κυριοκτονησάντων, ἐπείπερ ἐπῆλθεν αὐτοῖς τὰ ἀνιαρὰ ἀποκτείνασι τὸν Ἰησοῦν, πρωτότοκον Υἱὸν ὄντα καὶ ἀγαπητόν. 4.257 Τεθεώρηται πολλάκις ὡς δύο σημαίνει τὸ ἀγαπητός, τόν τε ἄξιον τοῦ ἀγαπᾶσθαι καὶ τὸν Μονογενῆ Υἱόν. Ὑπάρχει δὲ καὶ ἀμφότερα Ἰησοῦ τῷ Χριστῷ, Υἱῷ ἀγάπης ὄντι, δηλαδὴ τοῦ Θεοῦ, περὶ οὗ γέγραπται· «Ὁ Θεὸς ἀγάπη ἐστίν», ἀλλὰ καὶ μονογενεῖ, καὶ ἐκ τοῦ Πατρὸς γὰρ μόνος Υἱὸς μονογενής ἐστιν καὶ ἐκ τῆς ἁγίας παρθένου Μαρίας. 4.258 Zach. XII, 11–14: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ἰερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου, καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς, φυλὴ καθ' ἑαυτὴν καὶ γυναῖκες αὐτῶν καθ' ἑαυτάς, φυλὴ οἴκου ∆αυὶδ καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς, φυλὴ οἴκου Νάθαν καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς, φυλὴ οἴκου Λευὶ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.