Commentarii in Zacchariam · §u32-rem-close

Unit 32 rem close

Rem CLOSEOUT: Unit 32 CLOSEOUT.

Greek

καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς, φυλὴ τοῦ Συμεὼν καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς, πᾶσαι αἱ φυλαὶ αἱ ὑπολελειμμέναι φυλὴ καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς. 4.259 Τὰ κατ' ἀλληγορίαν δένδρα ὀνομαζόμενα ἐν τῇ γραφῇ αὐτεξούσια ὄντα, ὁτὲ μὲν ἀγαθὸν καρπὸν φέρει προαιρετικῶς, ὁτὲ δὲ δηλητήριον καὶ βλαβερόν. Ἀμέλει γοῦν ὁ Ἰσραηλιτικὸς λαός, φυτευθεὶς ὑπὸ Θεοῦ «ἄμπελος καρποφόρος πᾶσα ἀληθινή, στραφεὶς ἄμπελος πικρίας» γέγονεν, ὡς λοιπὸν ἐκκοπῆς ἄξιος γεγονέναι, ἐπείπερ «σταφυλὴν χολῆς καὶ βότρυν πικρίας» ἤγαγεν, κατὰ τὸ γεγραμμένον· «Πᾶν δένδρον μὴ ποιοῦν καλὸν καρπὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.» 4.260 Ὥσπερ τοίνυν ἡ καλῶν καρπῶν οἰστικὴ ἄμπελος μετέβαλεν εἰς τὸ χειρίστους καρποὺς φέρειν, οὕτως τὰ τῆς ῥοιᾶς φυτὰ ἐξ ἀγαθῶν πονηρὰ γεγενημένα κοπετὸν ὑπέστησαν ἐκκοπτόμενα, ὡς ἡ παροῦσα λέξις φανεροῖ. Λέγεται γοῦν περὶ φυτῶν ἡμέρων καρπὸν ἐδώδιμον φερόντων ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων ὑπὸ τοῦ νυμφίου Χριστοῦ· «Κατέβην ἰδεῖν ἐν γενήματι τοῦ χειμάρρου, ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤνθησαν αἱ ῥοιαί.» 4.261 Καταβὰς γὰρ εἰς τὸν πειρασμὸν τοῦ βίου, χείμαρρον κατὰ ἀναγωγὴν ὀνομαζόμενον, εἶδεν τὴν ἄμπελον καὶ τὰς ῥοιὰς ἀρχὴν καρποφορίας ἐχούσας, ἣ διὰ τοῦ ἄνθους σημαίνεται. Μετὰ τὴν ἄνθην, τελείου καρποῦ ἀποδειχθέντος, πόθον ἔσχεν ἡ τοῦ Λόγου νύμφη, ἡ νυμφοστοληθεῖσα αὐτῷ Ἐκκλησία, ἐμφορηθῆναι οὗ παρέχει ὁ νυμφίος πώματος. ∆ιό φησιν αὐτῷ· «Ποτιεῖς με ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου.» Τὸ τῶν ῥοῶν νᾶμα οὐ μόνον δίψος θεραπεύει, ἀλλὰ καὶ ὡς βοήθημα προσφερόμενον βελτιοῖ τὸν μεταλαμβάνοντα. 4.262 Ὁ καρπὸς τούτου τοῦ φυτοῦ, ὑπὸ τὸ λέπος κείμενος, πολλὴν σύνθεσιν τεταγμένην ἔχει εὐρύθμως καὶ κατὰ ἁρμονίαν πεπυκνωμένος, ὡς τὸν νυμφίον φάναι πρὸς τὴν σύνοικον· «Ὡς λέπυρον ῥόας μῆλόν σου, νύμφη», ἐμφαινομένου ἐν σοὶ τοῦ ἐξ αἰδοῦς ἐρυθροῦ καὶ τοῦ ὑπὸ τὸ λέπος καρποῦ πολλὴν τάξιν καὶ σύνθεσιν ἔχοντος. 4.263 Τὰ οὕτως ἑρμηνευθέντα δένδρα τραπέντα ῥᾳθυμίᾳ τῇ ἑαυτῶν ἐκκόπτεται, κειμένης «τῆς ἀξίνης πρὸς τὴν ῥίζαν αὐτῶν», παραπλησίως ταῖς ἀμπέλοις ταῖς καρπὸν μὴ φερούσαις ἐπαινετόν τε καὶ ὠφέλιμον, ὡς τὸν Σωτῆρα εἰπεῖν· «Πᾶν κλῆμα μὴ μένον ἐν ἐμοὶ ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.» 4.264 Οὐκ ἀλλαχόθι δὲ μεγαλυνθήσεται ὁ κοπετὸς τοῦ ῥοῶνος ἢ ἐν πεδίῳ ἐκκοπτομένου. Ὑπάρξαντος τούτου τοῦ ἐπιζημίου, κόψονται αἱ φυλαὶ τῆς γῆς μετὰ θρήνου καὶ ὀλοφυρμοῦ ἐπὶ τῇ εἰς κακίαν μεταβολῇ τῶν ῥοΐνων φυτῶν. 4.265 Ὁμωνύμως δὲ λημπτέον τὸν κοπετόν, ὑφισταμένων αὐτὸν τῶν δένδρων ἐκτμηθέντων τῶν ἰδίων ῥιζῶν, τῶν φυλῶν τῆς γῆς ἑτέρως κοπτομένων, κατὰ τοῦ στήθους τὰς χεῖρας μετὰ πληγῆς φερουσῶν. 4.266 Πράττεσθαι τοῦτο προστάττει ὁ λόγος, ἀποσχοινισθεισῶν 140 τῶν γυναικῶν τῶν ἀνδρῶν· ἀσυμπαθὲς γὰρ ἦν, καὶ μὴ αἰσθομένων τοῦ κατέχοντος δεινοῦ, τὸ συνευνάζεσθαι τοὺς συμβιοῦντας ἐπὶ δια̣δοχῇ τέκνων ἐπηρτημένης ἀπειλῆς, ὅτε προσευχῆς ο῾̣ καιρὸς ὑπάρχει. Καὶ χωρὶς δὲ ἐπικειμένου χόλου εἵργει τὰς συνόδους τὰς ἀνδρῶν πρὸς γυναῖκας ἐν τοῖς καιροῖς τῶν προσευχῶν ὁ χριστοφόρος Ἀπόστολος, γράφων τοῖς ἐν συζυγίαις τότε μάλιστα ἀνέχειν ἑαυτοὺς ἀπὸ μίξεων γαμηλίων ὅτε εὔχεσθαι καὶ παρακαλεῖν Θεὸν δεῖ, λέγων· «Ἀποστερεῖτε ἀλλήλους πρὸς καιρόν», τῆς συνήθους εὐνῆς δηλονότι, «ἵνα σχολάσητε τῇ προσευχῇ.» Εἰ τοίνυν τοῦτο πράττεται ἁγνείας ἕνεκα καὶ ἐν ὥρᾳ ὅτε μηδὲν ἐπίκειται φοβερόν, πολλῷ μᾶλλον σπουδαζέσθω ἡ ἁγνεία κινδύνου ἐπικειμένου. 4.267 Πεφρόντισται γὰρ τοῦτο καὶ ἐν τῇ πρὸ τοῦ Σωτῆρος ἐπιδημίας διδασκαλίᾳ. Αὐτίκα γοῦν πολεμικῶς ἐπικειμένων τῶν ἐθνῶν κατὰ τοῦ Ἰσραὴλ ἐπὶ τῷ διαρπάσαι καὶ αἰχμαλωτίσαι, παρακελεύετα̣ι ὁ θεῖος λόγος ἀσιτίᾳ καὶ σωφροσύνῃ σχολάσαι τοὺς ὑποκειμένους τῇ ἐφόδῳ τῶν ἐχθρῶν, φήσας· «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν», καὶ μεθ' ἕτερα· «Ἐξελθάτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς καὶ ἐροῦσιν· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, μήποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;» 4.268 Καὶ ὅρα ὡς ἀπᾷδον ἦν καὶ ἀνάρμοστον ἐν τῷ αὐτῷ κοιτῶνι καὶ παστῷ διατρίβειν τοὺς συνοικοῦντας ἀνιαρῶν προσδοκωμένων, τῶν ἱερέων ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.