Commentarii in Zacchariam · §u33-rem-close

Unit 33 rem close

Rem CLOSEOUT: Unit 33 CLOSEOUT.

Greek

πληγαὶ αἱ ἀνὰ μέσον τῶν δύο χειρῶν σου;» Πρὸς ὅ φησιν· «Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου», μηδὲ τῶν γεννησάντων με ἀνεχομένων εἶναί με προφήτην, ὡς καὶ πληγὰς ἐπιφέρειν κατ' ἐμοῦ. 4.304 ∆υνατὸν οἶκον τοῦ ἀγαπητοῦ τοῦ ψευδῆ προφητεύοντος εἰπεῖν τὴν ἀγαπηθεῖσαν ὑπ' αὐτοῦ πληθὺν καταγνοῦσαν αὐτοῦ τῶν μαντειῶν, ὡς ἐπιπόνοις αὐτὸν ὑποβαλεῖν. Καὶ ταῦτα ἀνακτέον πρὸς τοὺς ἑτερογνωμονοῦντας ἐν χριστιανισμῷ. 4.305 Ἡ ἐπεψευσμένη μετάνοια τοῦ δέρριν ἐνδυσαμένου ψευδοπροφήτου καὶ ἐν Ἠσαΐᾳ φέρεται πρὸς τοὺς μάτην νηστεύοντας καὶ προσευχομένους, ἐλέγχου γινομένου κατὰ τῶν ὑποκριτῶν· «Ἐὰν γὰρ κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃς, οὐδ' οὕτω καλέσετε νηστείαν δεκτήν.» Οὐ τοῦτο δέ φημι ὡς οὐδεὶς ὠφελεῖται ἐκ τῆς ἐπιπόνου ἀγωγῆς καὶ σκληρᾶς διαίτης, γινομένης τότε ἐπωφελῶς ὅταν σὺν μετανοίᾳ ἐπιτέληται. 144 Νινευῖται γοῦν μετὰ κακίαν πολλὴν μετανοήσαντες κατὰ τὸ τοῦ προφήτου Ἰωνᾶ κήρυγμα, ἔξω γεγόνασιν ἀπειληθείσης μεγάλης κατασκαφῆς τῆς πόλεως αὐτῶν. Συνᾴδει καὶ ὁ ὑμνῳδὸς ὅπου μὲν λέγων· «Ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι», τοὺς ἐχθροὺς δηλονότι ὁρατούς τε καὶ ἀοράτους, «ἐνεδιδυσκόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου», καὶ ἐν ἑτέρῳ Ψαλμῷ· «Ἐθέμην τ̣ὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.» 4.306 Ἐκ τῆς οὕτω γινομένης καταστάσεως σκυθρωποῦ ὑπὲρ κτήσεως ἀγαθῶν, ὁ τυχὼν αὐτῶν, εἰς τὸ ἱλαρὸν μεταβαλών, λέγει· «Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην.» 4.307 Zach. XIIΙ, 7: Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ' ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παντοκράτωρ· πάταξον τὸν ποιμένα καὶ διασκορπισθήτωσαν τὰ πρόβατα, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας. 4.308 Ἐκ ταύτης τῆς προφητείας μετείληφεν ὁ εὐαγγελιστὴς Μαθθαῖος τὸ λεχθὲν ἐν τῷ κατ' αὐτὸν Εὐαγγελίῳ, ὅτε, συλληφθέντος τοῦ Ἰησοῦ, σκανδαλισθέντων τῶν μαθητῶν καὶ φευγόντων, εἶπεν· «Ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· Πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσεται τὰ πρόβατα», πάταξιν καὶ πληγὴν λέγων τὸν ὑπὲρ τῆς λογικῆς ἀγέλης θάνατον τοῦ ποιμένος τοῦ ἀληθινοῦ «τεθεικότος τὴν ψυχὴν ἑαυτοῦ ὑπὲρ τῶν προβάτων», «δοθεῖσαν λύτρον ἀντὶ πολλῶν.» 4.309 Περὶ τῆς οὕτως γεναμένης ἐπιβουλῆς τρωθεισῶν τῶν χειρῶν καὶ ὀρυχθέντων τῶν ποδῶν τοῦ ἀρίστου νομέως, αὐτοῦ ἔστιν ἀκοῦσαι τῷ Πατρὶ λέγοντος· «Ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου αὐτοὶ προσέθηκαν.» Πατάξαντες γὰρ οἱ κυριοκτόνοι ὃν ὁ Θεὸς ὑπὲρ αὐτῶν παραδέδωκεν ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων αὐτοῦ προσέθηκαν, αὐξήσαντες τὴν ἐπιβουλὴν καταδιώκοντες αὐτόν. 4.310 Τὸ τολμηθὲν ἅγος ὑπὸ τῶν κακῶν ἐπ····α´̣μενος, ὁ τὸν ἑαυτοῦ ποιμένα ἔκδοτον ὑπὲρ τῶν προβάτων προέμενος προστάττει ἐξεγερθῆναι ῥομφαίαν κατὰ τοῦ ἰδίου ποιμένος καὶ τοῦ πολίτου αὐτοῦ, – ἐστὶν δὲ ὁ τῶν Ἑβραίων λαός. Ὁμῶς ἡ ἐπαχθεῖσα μάχαιρα ἀπέκτεινεν μὲν τὸν πολίτην, οὐ μὴν ἔβλ̣α̣ψεν τὸν ἀγελάρχην ὑπὲρ φειδοῦς τῆς ποίμνης θάνατον ἀναδεξάμενον. 4.311 Πῶς γὰρ οὐκ ἔξω πάσης βλάβης ἔμεινεν ὁ τῷ Θεῷ φάσκων· «Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου»; Αὕτη ἡ φωνὴ ἐν εἰκοστῷ πρώτῳ Ψαλμῷ φέρεται, ἐκ προσώπου τοῦ Σωτῆρος ὅλου προφερομένου. Ῥυσθείσης τῆς ψυχῆς ἐκ τῆς ῥομφαίας τοῦ τὴν εὐχὴν ἀναπέμψαντος, ὁ πολίτης αὐτοῦ ὑπέπεσεν τῷ τῆς κολάσεως ξίφει, κατὰ τὸ λεχθὲν ἐν Ἀμὼς τῷ προφήτῃ· «Ἐν ῥομφαίᾳ τελευτήσωσιν πάντες ἁμαρτωλοὶ λαοῦ.» Τιμωρίαν τὴν αὐτὴν αἰνίττεται τὸ ὑπὸ Θεοῦ ἐν Σοφονίᾳ τῷ προφήτῃ· «Ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομφαίας μού ἐστε.» 4.312 Ὑπάρχουσιν Αἰθίοπες οἱ τῇ ῥομφαίᾳ τοῦ Θεοῦ πληττόμενοι, ὅσοι μετέσχον τῆς κακίας καὶ ἁμα̣ρτίας τοῦ διαβόλου, παρονομαζόμενοι ἀπὸ τῆς μελανίας αὐτοῦ. Ἐν γὰρ τῷ Ποιμένι καὶ τῇ τοῦ Βαρναβᾶ ἐπιστολῇ μέλας ὁ Σατανᾶς προσαγορεύεται, ἐκπεσὼν ἀπὸ τῆς λαμπρότητος καὶ τῆς ἀρετῆς καὶ τῆς νοητῆς λευκότητος, ἣν μόνος καὶ πᾶς ἔχειν δύναται ὁ λευκαινόμενος ὑπὸ τοῦ Θεοῦ. 4.313 Παταχθέντος τοῦ ποιμένος τῷ εἰρημένῳ τρόπῳ καὶ 4.313 διὰ τοῦτο σκορπισθέντων τῶν προβάτων, ἐκτείνει τὴν χεῖρα ἑαυτοῦ ἐπὶ τοὺς ποιμένας, τοὺς ἀρχιερέας καὶ πρεσβυτέρους καὶ τοὺς ἰουδαϊκοὺς νομοδιδασκάλους συμφρονήσαντας κατὰ τοῦ ἀγαθοῦ ποιμένος ὑπὲρ τῶν προβάτων τεθεικότος ἵνα σωτηρίαν ἔχωσιν τὴν ἑαυτοῦ ψυχήν. Σκορπισμὸς δὲ τοῖς ποιμέσιν ὑπῆρκται καὶ τῇ ὑπ' αὐτοὺς ἀγέλῃ ἐκταθείσης ἐπ' αὐτοὺς τῆς τοῦ Θεοῦ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.