Commentarii in Zacchariam · §u33-rem-mid

Unit 33 rem mid

Rem mid: Unit 33; lemma continues; reading with the letter.

Greek

παιδεύσεως καλούμενοι, τοῦτο αὐτὸ σὺν αὐτοῖς πεισομένου καὶ τοῦ ἀκαθάρτου πνεύματος. Πῶς γὰρ τὴν ἐξ ἀσεβείας ἀκαθαρσίαν οὐκ ἔχει τὸ τῶν μάντεων καὶ οἰωνοσκοπούντων πνεῦμα; 4.292 Ἐκληφθείη καὶ ἡ λέξις αὕτη περὶ τῶν προστατῶν τῶν αἱρέσεων, πλήρης τυγχανόντων δαιμονίων καὶ πνευμάτων πλάνων. Περὶ γὰρ αὐτῶν ὁ θεσπέσιος γράφει Παῦλος οὕτως· «Ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένοι τὴν ἰδίαν συνείδησιν.» 4.293 Οὐ ταρακτέον εἰ ἑνικῶς τὸ ἀκάθαρτον πνεῦμα ἐν τῷ προφήτῃ εἴρηται, πληθυντικῶς δὲ τὰ πλάνα πνεύματα ἐν τῇ ἀποστολικῇ γραφῇ. Τὰ γὰρ καθ' ἕκαστα ἅμα λαμβανόμενα γενικῶς ἓν καλεῖται πνεῦμα. Εὖ δὲ καὶ τὸ φάναι τὰ ὀνόματα τῶν εἰδώλων ὀλεθρεύεσθαι ὡς μηκέτι μνείαν αὐτῶν εἶναι, τοῦ κόμπου καὶ τῆς βλακείας αὐτῶν, μέχρις προσηγορίας καὶ οὐχὶ δυνάμεως ὑπαρχόντων. 4.294 Zach. XIIΙ, 3: Καὶ ἔσται ἐα`̣ν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτόν· Οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐν ὀνόματι Κυρίου· καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν αὐτόν. 4.295 Ἐξαρθέντων ἀπὸ τῆς γῆς τῶν ψευδοπροφητῶν καὶ τοῦ ἀκαθάρτου πνεύματος, εἰ τολμήσειε ἔτι ἀπὸ κάρου καὶ μανίας ἄνθρωπος προφητεύειν, τοσοῦτον καταγέλαστος καὶ εὐέλεγκτος εἴη, ὡς μηδὲ τοὺς γονεῖς αὐτοῦ πιστεύειν αὐτῷ, ἀλλὰ 143 ψηφίζεσθαι θάνατον κατ' αὐτοῦ, ἀπαγγέλλοντας· «Οὐ ζήσει ἔτι ὅτι ψευδῆ ἐλάλησας ἐπὶ τῷ ὀνόματι Κυρίου», οὐ προφήτης ἀλλὰ ψευδοπροφήτης τυγχάνων. 4.296 Ταῦτα ἐλεγχόντων τὸν ψευδοπροφήτην τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ, κατατρέχοντες συμποδίζουσιν αὐτόν, ἐλέγχοντες αὐτοῦ τὰ σοφίσματα καὶ τοὺς ἀπατηλοὺς λόγους. 4.297 Ἀμφιβόλως ἐχούσης τῆς λέξεως τῆς «Οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν αὐτόν», διασταλτέον αὐτὴν εἰς ἀμφότερα τὰ λεκτά. Ὧν τὸ μὲν οὕτω νοηθείη· οἱ γεννήσαντες αὐτὸν ἄνθρωπον ἄνθρωποι καί τι φυλάττοντες γονέων διάθεσιν πρὸς αὐτόν, διὰ τὸ ψεύδη ἐν ὀνόματι Κυρίου λαλεῖν συμποδιοῦσιν αὐτὸν καταψηφιζόμενοι. Τὸ δὲ ἕτερον ἀποδοθείη οὕτως· ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ συμποδιοῦσιν αὐτόν, οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν, τεκόντες αὐτὸν ψευδοπροφήτην, ἀνατροφῇ καὶ τοκετῷ τῷ ἐκ μιμήσεως καὶ διδασκαλίας γεννήσαντες αὐτόν, καὶ αὐτῶν δηλαδὴ πεποιωμένων κατ̣ὰ ψευδοπροφητικὴν ἕξιν. 4.298 Οὐ μάτην οὐδὲ ὡς ἔτυχεν ὁ τοιοῦτος «ἄνθρωπος» προσηγόρευται, ἀλλ' ὅτι «ἐν ἔριδι καὶ ζήλῳ» κατὰ σάρκα περιπατῶν ψευδῶς ἔχει τὴν ἀνθρώπου ὀνομασίαν, παραπλησίως οἷς εἴρηται· «Ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνῄσκετε», καὶ περι`̣ τ̣ῶν ἀναξίων τοῦ θείου Πνεύματος ὁ Κύριος λέγει· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» 4.299 Zach. XIIΙ, 4–6: Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτόν, καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνθ' ὧν ἐψεύσαντο. Καὶ ἐρεῖ· Οὔκ εἰμι προφήτης ἐγώ, διότι ἄνθρωπος ἐγέννησέν με ἐκ νεότητός μου. Καὶ ἐρῶ πρὸς αὐτόν· Τί αἱ πληγαὶ αὗται ἀνὰ μέσον τῶν χειρῶν σου; Καὶ ἐρεῖ· Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. 4.300 Οἱ πρόγνωσιν ὑπισχνούμενοι αἰσχύνην ὀφλισκάνουσιν διὰ πιπτούσης τῆς προαναφωνήσεως αὐτῶν. Ἐπεὶ τοίνυν ἔλεγχος γέγονεν τοῦ ψευδοπροφήτου οὐ παρὰ τῶν ἀλλοτρίων μόνων ἀλλὰ καὶ τῶν γεννησάντων αὐτόν, τούτου χάριν καταισχύνεται, ἐλεγχθείσης αὐτοῦ τῆς προφητείας, ὡς λοιπὸν κακίζειν ἑαυτὸν καὶ ὀλοφύρεσθαι δέρριν ἐνδυσάμενον. Ὁμολογεῖ γοῦν ἄνθρωπος ἐκ νεότητος αὐτοῦ ὑπάρχειν, τῆς νεότητος τὸ νῦν οὐχ ἡλικίαν δηλούσης ἀλλὰ νεαρὸν καὶ ἐπιπόλαιον ἦθος. 4.301 Ὁ γὰρ φαῦλος οὐκ ἔχων φρόνησιν πολιὰν οὐδὲ γῆρας τίμιον, βίον ἀκηλίδωτον, σὺν ἀγνοίᾳ διάγει, κατὰ τὸ παροιμιωδῶς λεχθὲν λόγιον· «Ἄνοια ἐξῆπται καρδίας νέου, ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ' αὐτοῦ.» Ὁ ταύτην τὴν κατάστασιν χειρίστην οὖσαν ὑπερβὰς παράκλησιν τῷ Θεῷ προσάγει· «Ἁμαρτίας νεότητός μου καὶ τὰς ἀγνοίας μου μὴ μνησθῇς.» 4.302 Ὁ ἐλεγχθεὶς ψευδῆ λαλῶν ἐν τῷ προφητεύειν, καταισχυνθεὶς ἐπὶ τῇ ματαίᾳ ὁράσει, μαντικῇ μᾶλλον καὶ οὐ προφητείᾳ οὔσῃ, ὁμολογεῖ μὴ εἶναι προφήτης μηδὲ ἐκ προφητῶν εἰς τοῦτο προῆχθαι. 4.303 Καὶ ἐπεὶ δέρριν ἐνδεδυμένο̣ς, ε᾿̣κβιαζόμενος ἀλλ' οὐ κατ' ἀλήθειαν ἀρνεῖται τὸ εἶναι προφήτης, λέγεται πρὸς αὐτόν· «Τί οὖν αἱ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.