Commentarii in Zacchariam · §u34-rem-mid

Unit 34 rem mid

Rem mid: Unit 34; lemma continues; reading with the letter.

Greek

ἐπουρανίου» γένος. 5.19 Ἑκάστῃ τῶν ἀποδόσεων ἐφαρμόσει ὁ σοφὸς ἑκάστην λέξιν τοῦ προκειμένου. 5.20 ∆υνατὸν ἐκλαβεῖν τὸ τρίτον ὑπολείπεσθαι ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐν ᾗ ταῦτα τὰ προαναφωνηθέντα γενήσεται. 5.21 Zach. XIV, 1–2: Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ Κυρίου, καὶ διαμερισθήσεται τὰ σκῦλά σου ἐν σοί. Καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἰερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξο̣λεθρευθῶσιν ἐκ τῆς πόλεως. 5.22 Ἡμέρας τοῦ Κυρίου λέγει καθ' ἃς ἐπιφέρεται τοῖς ὑπαιτίοις τὰ ἐπίπονα καὶ κολαστικά, καὶ ἔστιν ἐκ πλειόνων μαρτύρασθαι τῇ νοήσει. Καὶ ἐν Ἠσαΐᾳ γοῦν ὁ τῶν τιμωριῶν καιρὸς Θεοῦ ἡμέρα κέκληται οὕτως· «Ἡμέρα Κυρίου ἀνίατος ἔρχεται θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς.» 5.23 Ἐπεὶ τοίνυν φοβερὰ ἀπαγγέλλει ἔσεσθαι τοῖς καθ' ὧν ἀγανακτεῖ Θεὸς διὰ κρατήσασαν αὐτῶν ἀσέβειαν καὶ τὰς ἄλλας ἁμαρτίας, εἰκότως φησὶν ἡμέρας ἔσεσθαι τοῦ Κυρίου ἐν αἷς οἰκτίστη ἔσται κακοπραγία τῇ τε Ἰερουσαλὴμ καὶ τοῖς πολίταις αὐτῆς. Τί γὰρ οὕτως οἴκτιστον καὶ ἀνιαρὸν ὡς τὰ σκῦλα ἃ ἔλαβον οἱ ἐπελθόντες πολεμίοι διαμερίζεσθαι ἐν μέσῳ αὐτῆς διὰ πολλὴν ὑπάρξασαν ἀσθένειαν; Οὐκ ἀεὶ δὲ συμβαίνει τοῦτο· ἔστιν γὰρ ὃτε οἱ σκυλεύσαντες μακρὰν τῆς πόλεως, μᾶλλον δὲ τῆς χώρας, τὰ λάφυρα ἀπαγαγόντες μερίζονται, δεδιότες μὴ διαιρούμενοι αὐτὰ ἐν τῇ πόλει κωλυθῶσιν ὑπ' ἀναπνευσάντων τῶν ἑαλωκότων. 5.24 Τοῦ λόγου φήσαντος· «Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ Κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν μέσῳ σου», ὁ Κύριος εὐθέως λέγει συνάξειν ἐπ' αὐτοὺς πάντα τὰ ἔθνη εἰς πόλεμον, καθὼς ἡμέρα γίνεται παρατάξεως, στρατευομένων τῶν συναγομένων ἐθνῶν πρὸς τὸ ἐκπολεμηθῆναι τὴν Ἰερουσαλήμ. Πρὸς γὰρ αὐτὴν ἀπαγγέλλεται τὸ διαμερισθῆναι τὰ σκῦλα αὐτῆς ἐν αὐτῇ, καὶ ἔτι τὰς οἰκίας τῶν οἰκητόρων προνομευθήσεσθαι, καὶ μολυνθήσεσθαι τὰς γυναῖκας αὐτῶν. 5.25 Ὅνπερ γὰρ τρόπον ἐπώδυνον καὶ σφόδρα ἀνιαρόν ἐστιν τὸ ἐπ' ὄψεσιν τῶν πολιτῶν μερίζε̣σθαι τοὺς κρατήσα̣ντας, μάλιστα ὅτε μὴ μόνα τὰ κοινὰ καὶ δημόσια κειμήλια ἀλλὰ καὶ τὰ ἑκάστου, προνομευομένων τῶν οἰκιῶν αὐτῶν, μᾶλλον δὲ τούτων ἁπάντων λυπηρόν τε καὶ ἐπαχθὲς ὑπα´̣ρχει τὸ μολύνεσθαι αἰσχρῶς τὰς γυ̣ναῖκας, ὁρώντων τῶν συμβιούντων κωλύειν τὸ ἀθ̣έμιτον μὴ δυναμε´̣νων, ἀσθενείας πολλῆς κρατησάσης, ὡς καὶ τὸ ἥμισυ τῆς πόλεω̣ς αὐτῆς ἀποσπασθῆναι ἔξω τοῦ ἰδίου ἄστεως, οὐδὲν τοιοῦτον πεισομένων τῶν ὑπὸ τῆς δεξιᾶς τοῦ Θεοῦ φρουρουμένων. Οὗτοι δέ εἰσιν οἱ συμπληροῦντες τὸ τρίτον, εἰρημένον σῴζεσθαι μετὰ τὸ ἐξολεθρευθῆναι τὰ δύο μέρη καὶ ἐκλεῖψαι. 5.26 Τοιαύτην τινὰ ὠμοτάτην προνομὴν καὶ ἐν Ἠσαΐᾳ ἀπειλεῖ ὁ θεῖος λόγος· ἔχει δ' οὕτως ἡ προφητικὴ λέξις· «Οἵτινες συνηγμένοι εἰσίν», συνεστραμμένοι πρὸς ἑαυτούς, «μαχαίρᾳ πεσοῦνται· καὶ τὰ τέκνα ὑμῶν ἐνώπιον ὑμῶν ῥήξουσιν, καὶ τὰς οἰκίας ὑμῶν προνομεύσουσιν, καὶ τὰς γυναῖκας ὑμῶν ἕξουσιν.» 5.27 ∆είκνυται ἡ ὑπερβολὴ τοῦ τὰς γυναῖκας ἐπίπροσθεν τῶν συνοικούντων ἀνδρῶν βίαν πάσχειν ὑπὸ τυραννούντων πολεμίων καὶ ἐκ τοῦ λεχθέντος πρὸς τὸν φαῦλον ἱερέα Ἀμεσσίαν ὑπὸ τοῦ ὀξὺ καθορῶντος προφήτου Ἀμώς· «Ἡ γυνή σου ἐν τῇ πόλει ἐκπορνεύσει, καὶ ἡ γῆ σου σχοινίῳ καταμετρηθήσεται.» Ἀμφότερα δὲ τὰ ἠπειλημένα ἀνιαρὰ καὶ ὀδύνην ἐμποιοῦντα τοῖς συμβιοῦσιν ὁρῶσιν τὰς συνοίκους ἔνδον ἐν τῇ πόλει καὶ μὴ 148 ἔξω αὐτῆς, φθειρομένων τῶν γαμικῶν δικαίων πρὸς ἀγριοτάτων ἐχθρῶν, καὶ ἰδίαν γῆν ἐν σχοινίῳ καταμετρεῖσθαι, παρόντων τῶν κτητόρων καὶ τὴν βίαν κωλῦσαι μὴ σθενόντων. 5.28 Συνέβη ····μα τοιαῦτα πολυ`̣ τὸ ἀπάνθρωπον ἔχοντα τοῖς οἰκο̣ῦσι τὴν Ἰερουσαλὴμ καὶ τη`̣ν̣ Ἰουδαίαν, ἁλόντων τῶν Ἰουδαίων τοῖς ἔθνεσιν διὰ τὸ ἁ´̣γος ὃ ἀνεδέξαντο κυριοκτονήσα̣ντες. «Φρυαξάντων γὰρ τῶν ἐθνῶν καὶ κενὰ καὶ μάταια τῶν λαῶν μελετησάντων, παραστάντων τε τῶν βασιλέων καὶ τῶν ἀρχόντων ἐπὶ τὸ αὐτὸ συναχθέντων κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, ἐνεγέλασεν αὐτοὺς ὁ Θεὸς καὶ ἐξεμυκτήρισεν, ἐν ὀργῇ λαλήσας κατ' αὐτῶν καὶ ἐν τῷ ἰδίῳ θυμῷ συνταράξας αὐτούς», ὡς τὰ αὐτὰ τὸν Ἀπόστολον γράψαι περὶ τῶν τὸν Κύριον ἀποκτεινάντων καὶ τοὺς προφήτας καὶ ἐκδιωξάντων τοὺς ἀποστόλους· «Ἔφθασεν ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.» 5.29 Εἴρηται καὶ πρότερον ὡς ἰουδαϊκὸς ἱστοριογράφος,

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.