Unit 34 rem close
Rem CLOSEOUT: Unit 34 CLOSEOUT.
Greek
Ἰώσιππος ὄνομα αὐτῷ, ἀνέγραψεν ἀληθῶς καὶ κατὰ ἀκρίβειαν τὰς ἐπελθούσας τῷ ἔθνει συμφοράς τε καὶ λιμοὺς καὶ ἄλλας πολὺ τούτων ἀνιαρωτάτας κακοπραγίας, ἃ θεωρῆσαι ἔστιν τὸν φιλόκαλον ἀναγνώσμασιν χαίροντα συντείνουσιν πρὸς φιλομάθειαν καὶ φόβον τοῦ μὴ παθεῖν τὰ αὐτά. 5.30 Καταλοίπους λέγει μὴ ἀποσπωμένους ἔξω τῆς πόλεως ὑπὸ τῶν ὠμῶν τυράννων, οὓς διάγων ὁ Θεὸς ἐν πυρὶ πυροῖ, ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον δοκιμάζει, ὑπὲρ τοῦ γνωσθῆναι τὸ ἐπίδοξον καὶ ἐπίτιμον αὐτῶν. 5.31 Zach. XIV, 3–4: Και`̣ ἐξελεύσεται Κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. Καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἰερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ α̣ὐτοῦ πρὸς θάλασσαν, χ̣άος μέγα σφόδρα. 5.32 Ἀσώματος ὢν ὁ Θεός, μᾶλλον δὲ ὑπε̣ρέκεινα πάσης νοερᾶς οὐσίας, ἀνεπίδεκτός ἐστιν τῶν προσ̣όντων τοῖς σώμασιν, χρωμ̣άτων καὶ σχημ̣άτων καὶ μεγεθῶν φημι, ὅθεν ἀόρατος ὑπάρχει. Πᾶσα γὰρ ἀνάγκη τὴν ὁρατὴν οὐσίαν ὑπὸ σχήματα και`̣ μ̣εγέθη, χρώματά τε καὶ τὰ παραπλήσια ὑπάρχειν, ἀλλὰ ἀόρατος ὁ Θεός, ὡς πολλαὶ λέξεις τῶν γραφῶν μαρτυροῦσιν, νοερὰ οὐσία τυγχάνων, οὐδὲ μεταβατικῶς κινεῖται, οὐδ' ἐν τόπῳ τὸ σύνολον ὑπάρχει. 5.33 Ἀρκεῖ ἐπὶ τοῦ παρόντος μαρτυρίας παραλαβεῖν τὰς οὕτως ἐχούσας· «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου», καὶ πάλιν· «Τῷ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ Θεῷ.» Ταῖς ἀποστολικαῖς λέξεσιν καὶ αἱ εὐαγγελικαὶ τὸ αὐτὸ δηλοῦσιν· ἥ τε οὕτως ἔχουσα· «Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς ἐξηγήσατο», καὶ πάλιν· «Οὐχ ὅτι τὸν Θεὸν ἑώρακέν τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός.» 5.34 Ἐπεὶ τοίνυν ταῦτα ὀρθῶς περὶ Θεοῦ λέγεται καὶ φρονεῖται, τὰ σωματικώτερον περὶ αὐτοῦ οἰκονομικῶς ἐν ταῖς θείαις γραφαῖς ἀναγγελλόμενα νοητῶς καὶ θεοπρεπῶς ἐκλημπτέον. 5.35 Ὅνπερ γὰρ τρόπον λέγοντος αὐτοῦ ἐν τῷ προφήτ̣ῃ· «Οὐκ ἠλλοίωμαι», καὶ τῶν θεολόγων ὁμοδόξως λεγόντων, τοῦ μὲν ὑμνῳδοῦ πρὸς τὸν δοξολογούμενον λέγοντος· «Σὺ δὲ ὁ αὐτὸς εἶ», καὶ τό· «Σὺ δὲ διαμενεῖς», τοῦ δὲ Ἰακώβου γράφοντος περὶ τοῦ ἀπαθοῦς καὶ ἀναλλοιώτου· «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν καταβαῖνον παρὰ τοῦ Πατρὸς τῶν φωτῶν, παρ' ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα», καὶ καθὼς ἐκλαμβάνομεν καὶ διανοούμεθα τὰς περὶ μετανοίας̣ καὶ ὀργῆς αὐτοῦ καὶ τῶν παραπλησίων λέξεις, οὕτω, ἀσ̣ωμάτου ὑπάρχοντος, τὰς περὶ τοῦ ἀναβαίνειν καὶ καταβαίνειν, ἐξιέναι τε καὶ εἰσιέναι φωνὰς ἁρμονίως τῇ περὶ αὐτοῦ νοήσει ἐκδεχόμεθα. Ὅθεν ἐν τῇ ἐκκειμένῃ προφητείᾳ κ̣ειμε´̣νου· «Ἐξελεύσεται Κύριος», οὐ μεταβατικὴν κίνησιν φανταζόμεθα· σωμάτων γὰρ αἱ τοιαῦται κινήσεις. 5.36 Ἐπεὶ τοίνυν μὴ ἁρμόζει περὶ ἀοράτου οὐσίας ὁμολογεῖν ταῦτα, φέρονται δὲ ἐν τοῖς θεοπνεύστοις λογίοις, ἐπιστατέον πῶς εὐσεβῶς αὐτὰ δεῖ 149 νοῆσαι. 5.37 Πηγὴ ἀγαθότητος καὶ «πλήρης χάριτος καὶ ἀληθείας» τυγχάνων, ὁ πάντων αἴτιος συγκαταβαίνων τοῖς οἰκονομουμένοις ὑπ' αὐτοῦ ἔξω πως ἑαυτοῦ γίνεται. Ἀμέλει γοῦν ἐν Εὐαγγελίοις ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν περὶ ἑαυτοῦ φησιν· «Ἐγὼ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ' ἐμαυτοῦ ἐλήλυθα, ἀλλ' ἐκεῖνός με ἀπέστειλεν.» Τῇ αὐτῇ νοήσει πρὸς αὐτὸν ὁ προφήτης Ἁμβακοὺμ ἀνεφθέγξατο· «Ἐξῆλθας εἰς σωτηρίαν τοῦ λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου.» 5.38 Καὶ ὥσπερ ἐξέρχεται καὶ ἥκει πρὸς τοὺς σῳζομένους, οὕτω πολλῷ μᾶλλον ὅτε ὀργίζεται ἢ πολεμεῖ. Ἐν μὲν γὰρ τῷ Μιχαίᾳ γέγραπται· «Ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ οἴκου αὐτοῦ, καὶ ἔσται ἐν ἡμῖν εἰς μαρτύριον καὶ καταβήσεται», καὶ ἐν Ἠσαΐᾳ· «Κύριος τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, καὶ ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.» 5.39 Θεοπρεπῶς τούτων θεωρουμένων, ἐξέρχεσθαι Θεὸς λέγεται «ἐπὶ τὰ ἔθνη, ἵνα παρατάξηται ἐπ' αὐτῶν ὡς ἐν ἡμέρᾳ πολέμου» ὅτε «καὶ στήσονται οἱ πόδες αὐτοῦ εἰς τὸ τῶν ἐλαιῶν ὄρος τὸ κατ' ἀνατολάς»· ποῦ γὰρ δεῖ στῆναι τοὺς πόδας αὐτοῦ οὐκέτι κινουμένου ἀγανακτητικῶς κατὰ τὸν̣ ἤδη πρότερον εἰρημένον· «Καὶ Κύριος σαλπιεῖ καὶ πορεύσεται ἐν ἀπειλῇ ὀργῆς αὐτοῦ»; Τούτῳ τῷ τρόπῳ παραβὰς ὁ Ἀδὰμ ἤκουσεν τὴν φωνὴν τῶν ποδῶν τοῦ Θεοῦ τὸ δειλινόν, αἴσθησιν λ̣αβὼν ἐγκαταλιπόντος καὶ βαδίσαντος ἀπ' αὐτοῦ τοῦ συ̣νόντος πρότερον καὶ συνομιλοῦντος. 5.40 Ταύτῃ τῇ διανοίᾳ εἶπεν ὁ Σωτὴρ ἐν
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.