Commentarii in Zacchariam · §u36-open

Commentarii in Zacchariam Unit 36 opening

Unit 36.

Lemma-led open — τῆς ἐπουρανίου πόλ̣εως τοῦ ζῶντος Θεοῦ

Greek

γινώσκειν καὶ μὴ γινώσκεσθαι ἤτοι περὶ ἑτέρας καὶ ἑτέρας ἐκλαβεῖν δεῖ, ἢ τὸ γινώσκεσθαι καὶ μὴ κατ' ἄλλο καὶ ἄλλο σημαινόμενον. 5.79 Zach. XIV, 8–9: Καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. Κα̣ὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν. 5.80 Ἐν τῇ γνωστῇ τῷ Κυρίῳ ἡμέρᾳ, ζῶν ὕδωρ ἐξελεύσεται ἐξ Ἰερουσαλήμ, «τῆς ἐπουρανίου πόλ̣εως τοῦ ζῶντος Θεοῦ», οὗπερ τὸ ἥμισυ ἐπὶ τὴν πρώτην θάλατταν ἔσται, τοῦ λοιποῦ ἡμίσεως ἐπὶ τὴν ἐσχάτην θάλατταν φθάνοντος, τοῦ αὐτοῦ 154 γινομένου οὐκ ἐν μόνῳ τῷ θέρει ἀλλὰ καὶ τῷ ἔαρι, πάσης τῆς γῆς, τοῦτ' ἔστιν τῶν α᾿̣νθρώπων, τοῦ Κυρίου βασιλεύοντος. 5.81 Οὐδὲν αἰσθητὸν ἢ ἱστορικὸν ἐμφαινούσης τῆς προφητείας, πᾶσαν αὐτὴν κατ' ἀναγωγὴν ἐκδεκτέον. 5.82 Ἐξερχόμενον γὰρ ὕδωρ ζῶν ἐκ τῆς νοητῆς Ἰερουσαλήμ, τῆς τὴν εἰρήνην ὁρώσης Ἐκκλησίας, ὁ πνευματικὸς νόμος ἐστίν, μᾶλλον δὲ ἡ τῶν ἐκκλησιαστικῶν φρονημάτων γνῶσις, ἥτις, εἰς τὴν θάλασσαν ἐξερχομένη, γλυκαίνει αὐτὴν καὶ γαληνείαν ποιεῖ, πάντα χειμῶνα ἐξωθουμένη καὶ ἀνατρέπουσα. 5.83 Τοῦτό τοι τὸ θεώρημα σαφηνείας τετύχηκεν ὁπηνίκα ἐξηγούμεθα τὸ ἐν Ἠσαίᾳ οὕτως ἔχον· «Ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θάλασσαν.» Ὥσπερ γὰρ ἡ θεία ἀγάπη, ἡ ἐκ τοῦ Θεοῦ πρὸς τοὺς εὐπάσχοντας καὶ ἡ τῶν εὐεργετουμένων πρὸς τὸν μεγαλόδωρον, «πλῆθος ἁμαρτιῶν καλύπτει», ἀφανίζουσα, ἀλλ' οὐ φρουροῦσα, καὶ σκεπάζουσα τὰ χειρίστως ἐπιτελεσθέντα, οὕτως ἡ Θεοῦ γνῶσις, ζῶν ὑπάρχουσα ὕδωρ, κατακαλύπτει τὰς θαλάσσας, εἰς γλυκύτητα̣ καὶ πότιμον μεταβάλλουσα αὐτάς. 5.84 Οὕτω τὸ ἐξερχόμενον ἐκ τῆς Ἰερουσαλὴμ ὕδωρ ζῶν εἰς τὴν πρώτην καὶ ἐσχάτην θάλατταν, π̣ᾶσαν ζάλην καὶ τρικυμίαν, ἁλμυρίδα τε καὶ πικρότητα ἀνωθη῀̣σαν, εὐδίαν καὶ γαλήνην καὶ τὸ πότιμον παρασκευάσει ὡς μηκέτι θαλάσσας εἶναι α̣ι····· Ὕδωρ ζῶν μερισθὲν ἐπῆλθεν· τὸ γὰρ ἥμισυ αὐτοῦ εἰς τὴν πρώτην, τὸ δ' ἕτερον ἥμισυ εἰς τὴν ἐσχάτην θάλατταν δέδεκται, οὐκ̣ ἐν τῷ θερινῷ μόνῳ ἀλλὰ καὶ ἐν τῷ ἐαρινῷ καιρῷ. 5.85 Τ̣ῆς δὲ τοσαύτης ὠφελείας ὑπαρξάσης, ὁ Κύριος πάσης τῆς γῆς βασιλεύσει, κατὰ τὰ ἐν Ψαλμοῖς εἰρημένα, ὅπου μέν· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ», ὅπου δέ· «Εἴπατε ἐν τοῖς ἔθνεσιν· ὁ Κύριος ἐβασίλευσεν, καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.» Τότε δὲ κατώρθωται ἡ οἰκουμένη ὥστ' ἀκλόνητον μένειν, ὅτε ἐγλυκάνθη ἡ πρώτη θάλασσα, ἡ τῶν Ἰουδαι´̣ων οὖσα συναγωγή, καὶ ἡ ἐσχάτη, τυγχάνουσα ἡ τῶν ἐθνῶν κλῆσις. Ἀμφότεραι αὗται αἱ θάλασσαι ταραχῆς καὶ ζάλης ἐπεπλήρωντο πρὸ τοῦ καταδέξασθαι τὸ εὐαγγέλιον καὶ τὴν εἰς τὸν Σωτῆρα, μᾶλλον δὲ εἰς τὴν ἁγίαν Τριάδα, πίστιν. 5.86 Ἐπίστησον εἰ δυνατὸν μεμερίσθαι τὸ ζῶν ὕδωρ εἰς τὰς δύο διαθήκας, τὴν καινὴν καὶ παλαιάν, τούτου γεναμένου ὅτε ἔξω τῆς Ἰερουσαλὴμ τὸ ὕδωρ γέγονεν. Ἐξῆλθεν δὲ ἀπ' αὐτῆς τότε ὁπηνίκα «εἰς π̣α῀̣σαν τὴν γῆν» ἔφθασεν «ὁ φθόγγος» τῶν Θεοῦ λόγων καὶ «τὰ ῥήματα αὐτοῦ εἰς τὰ πέρατα τῆς οἰκουμένης», ὡς ἁπανταχοῦ «θυμίαμα» τῷ Θεῷ πνευματικῶς «προσάγεσθαι καὶ θυσίαν καθαράν», ἐπείπερ μέγας βασιλεὺς ἐν πᾶσιν τοῖς ἔθνεσιν α᾿̣ναδ̣έδεικται̣ ὁ Κύριος. 5.87 Μερισθέντος τοῦ ζῶντος ὕδατος εἰς ἡ´̣μισυ καὶ ἥμισυ εἰς τὰς δύο διαθήκας, ε̣··· ἔνδον ἦν ἐν τῇ Ἰερουσαλὴμ ὑπ̣ὸ τῆς σκιᾶς τοῦ νόμου καὶ τῆς τοῦ γράμματος παλαιότητ̣ος φρουρούμενον, μᾶλλον δὲ σκεπαζόμενον, ἀκμὴν τοῦ χειμῶν̣ος κρατοῦντος, ὅτε δὲ τὸ ἔαρ διεδέξατο τεθηλότων τῶν ἐπὶ γῆς καὶ τοῦ τρυγόνος φωνοῦντος ἐν τῇ γῇ, κατὰ τὸ λεχθὲν ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων, «ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς παρῆλθεν, ἐπορεύθη ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.