Commentarii in Zacchariam · §u35-rem-close

Unit 35 rem close

Rem CLOSEOUT: Unit 35 CLOSEOUT.

Greek

Καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ. Καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς. 5.69 Ἡ προκειμένη φωνὴ σημαίνειν δύναται δευτέραν καὶ ἐπίδοξον παρουσίαν τοῦ Σωτῆρος, περὶ ἧς ὁ Ἰωάννης ἐν Ἀποκαλύψει ὑψηλῶς καὶ θεοπρεπῶς εἶπεν οὕτως· «Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν.» 5.70 Ἡ νόησις αὕτη ὑποβάλλε̣ται ἐξ οὗ εἶπεν περὶ ἑαυτοῦ ὁ Σωτήρ· «Φυλαὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.» Πῶς γὰρ οὐ μετὰ δόξης πολλῆς ἐπιλάμψει ὁ βασιλικῶς ἐλευσόμενος; ῎Ε̣ρχεται δὲ καὶ μετὰ δυνάμεως πολλῆς, τῶν ἁγίων μετ' αὐτοῦ ἐλευσομένων, οὐκ ἀνδρῶν μόνων ἀλλὰ καὶ ἀγγέλων. Ἀκόλουθον γὰρ ὑπάρχει «τοὺς αὐτόπτας κ̣αὶ ὑπηρέτας αὐτοῦ γεναμένους» καὶ «τὰ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποσταλέντα» ὑπ' αὐτοῦ ἐπιλάμπειν σὺν αὐτῷ, ὅπως καὶ αὐτὸς γνωσθῇ βασιλεὺς αὐτῶν καὶ αὐτοὶ δυνάμεις αὐτοῦ, τοῦτ' ἔστιν στρατιά. 5.71 Ἐν τῇ ἡμέρᾳ ἐν ᾗ Κύριος ὁ Θεὸς ἥξει οὐκ ἔσται φῶς αἰσθητόν, τοῦ ἀληθινοῦ καὶ ἀϊδίου φωτὸς ποιοῦντος αὐτήν, κατὰ τὰ ἐν Ἠσαΐᾳ προαναφωνηθέντα περὶ τοῦ τελείου φωτισμοῦ ὧδε ἔχοντα· «Οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς τῆς ἡμέρας, 153 οὐδὲ ἡ ἀνατολὴ τῆς σελήνης φωτιεῖ σοι τὴν νύκτα, ἀλλ' ἔσται σοι Κύριος φῶς αἰώνιον καὶ ὁ Θεός σου δόξα σου.» 5.72 Ῥητέον καὶ οὕτως· οἱ μὴ τυγχάνοντες φῶς χρῄζουσι τοῦ καταυγάζοντος αὐτούς, οὐ δεόμενοι τούτου ὅταν αὐτοὶ φῶς γένωνται. Ἐπεὶ τοίνυν ἐν τῷ μέλλοντι αἰῶνι, ἡμέρᾳ ἀλληγορικῶς καλουμένῳ, «οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς ἑαυτῶν», φῶς ἀναδειχθέντες ἑαυτοὺς καταλάμποντες, ἐν ἡμέρᾳ διάγουσιν οὐ τοῦ ἔξωθεν φωτὸς δεόμενοι. Καὶ ἐν τῇ ζωῇ γοῦν ταύτῃ οἱ γνώσεως φῶς φωτίσαντες ἑαυτοῖς ὡς παρὰ τοῦ Σωτῆρος ἀκοῦσαι· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου», ἐν λαμπρᾷ καταστάσει διάγουσιν οὐκ̣ ἄλλ̣οθεν ἀλλ' ἐξ ἑαυτῆς φωτὸς καὶ ἡμέρας̣ οὔσης, περ̣ὶ ἧς ὁ χορὸς τῶν ἁγίων κελαδῶν φησιν· «Ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς.» 5.73 Πρὸς τὴν πνευματικὴν Ἰερουσαλὴμ ταύτην τὴν ἁγιότητ̣α̣ ἔχουσαν πολλὴν ὁ προφήτης φησίν, θεολημπτούμενος καὶ Πνεῦμα ἅγιον ἔχων· «Φωτίζου, φωτίζου, Ἰερουσαλήμ, ἥκει γὰρ τὸ φῶς σου ἐπὶ σέ, καὶ ἡ δόξα τοῦ Θεοῦ σου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ' ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος καὶ ἡ δόξα τοῦ Θεοῦ σου ἐπὶ σὲ ἀνατέταλκεν. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί σου.» 5.74 Πῶς γὰρ οὐ λαμπρὰ καὶ πεφωτισμένη ὑπάρχει ᾗ ἀπαγγέλλεται ταῦτα ἡ φῶς ἐκ τοῦ πεφωτίσθαι γεγενημένη, ὡς καὶ λαμπρότητα θείαν ἀναδείκνυσθαι; 5.75 Ἐπίστησον εἰ δυνατὸν καὶ οὕτως ἐπιβαλεῖν τῇ προκειμένῃ προφητικῇ φωνῇ. Ἥξαντος Κυρίου παντοκράτορος μετὰ τῶν ἁγίων αὐτοῦ, κατάστασις ἔσται τῶν κρινομένων τοιαύτη ὡς μὴ ἔχειν φῶς τῷ ἀγνοεῖν ἕκαστον τὰ καθ' ἑαυτόν, ὥστε χρῄζειν «τοῦ φωτίζοντος τὰ κρυπτὰ τοῦ σκότους καὶ φανεροῦντος τὰς βουλὰς τῶν καρδιῶν», ἵνα, «φανερωθέντες ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ», λάβωσιν ἀντάξια ὧν ἔπραξαν διὰ τοῦ σώματος, ἀγαθῶν τε καὶ κακῶν. 5.76 Καὶ ἐπεὶ κλόνος καὶ ταραχὴ ὑπάρξεται τοῖς κρινομένοις, συγχεομένοις καὶ χειμαζομένοις, ἐν ἡμέρᾳ μιᾷ συμβήσεται ψύχη καὶ πάγος ἀποψυχόντων τω῀̣ν ἀνθρώπων προσδοκίᾳ τῶν ἐλευσομένων σκυθρωπῶν τε καὶ ἐπιπόνων, ὡς τὸ Εὐαγγέλιον διαγορεύει. 5.77 Ἡ τοῦ Κυρίου ἡμέρα ἀδι̣άστατος οὖσα καὶ οὐ διακοπτομένη ὑπὸ νυκτὸς μεσολαβούσης γνωστὴ τῷ Θεῷ ἔσται, «ὄντι φωτὶ σκοτίαν οὐδεμίαν ἔχοντι», ὡς διὰ τοῦτο μήτε ἡμέραν μήτε νύκτα, ἀλλ' αἰώνιον τὴν ἡμέραν εἶναι, οὐ ποιοῦντος ἔτι τοῦ ἡλίου ἡμέραν, οὐδὲ σελήνης φωτιζούσης τὴν νύκτα, κατὰ τὸν προφήτην, ὡς ἔναγχος ἐλέχθη, ὄντος τοῦ Κυρίου φωτὸς αἰωνίου. Κἄν ποτε γοῦν δόξῃ τισὶν τέλος ἀπολαμβάνειν τὴν ἡμέραν, πρὸς τῇ ἑσπέρᾳ φῶς ἔσται, καταυγάζοντος τοῦ Θεοῦ τὰ πάντα. 5.78 Ἡ οὕτως νοουμένη καὶ τυγχάνουσα ἡμέρα γνωστὴ τῷ Κυρίῳ ἔσται, ἀξία οὖσα τῆς αὐτοῦ γνώσεως, καθ' ὃ σημαινόμενον γέγραπται τὸ εἰρημένον· «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ.» Οὐκ ἀντίκειται ἡ φωνὴ αὕτη τῇ εὐαγγελικῇ οὕτως ἐχούσῃ· «Περὶ τῆς ὥρας καὶ τῆς ἡμέρας ἐκείνης οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι οὔτε ὁ Υἱός, εἰ μὴ ὁ Πατὴρ μόνος.» Πολλὰ περὶ τοῦ εὐαγγελικοῦ ἐν τοῖς εἰς τὸν Μαθθαῖον ὑπομνήμασιν κατὰ προηγουμένην σύνταξιν τεθεώρηται, ἅπερ ἐντυχὼν ὁ φιλόκαλος εἴσεται, μόνου λεγομένου νῦν ὅτι τὸ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.