Commentarii in Zacchariam · §u36-rem-close

Unit 36 rem close

Rem CLOSEOUT: Unit 36 CLOSEOUT.

Greek

ἱερᾶς οἰκοδομῆς τῆς Ἐκκλησίας. 5.107 Ἄλλως δὲ περὶ τῶν γωνιῶν ἔστι φάναι ὡς ἐψευσμένων, ἐν αἷς οἱ ὑποκριταὶ ε῾̣στηκότες προσεύχονται, ἐναβρύνονται φιλοδοξίᾳ ·····κω̣ς̣ δόξωσιν θεοσεβεῖς εἶναι. Καὶ γὰρ αὗται αἱ γωνίαι αἳ ἀπὸ τῆς πρώτης ἄρχονται πύλης οὐκέτι σῴζουσαί εἰσιν. Οὐδὲν γὰρ ἕτερόν ἐστιν γωνία ἢ κλάσις τῆς εὐθείας, ἐπ̣ε̣ι̣··· οι̣······ εἰσαχθῆναι εἰς ἐπιστήμην ἢ ἀρετὴν μὴ οδ̣····· π······τες ἔξω γίνονται τῆς εὐθείας, ἐν γωνίαις ···· στ̣····ιν καὶ διατριβὴν ἔχουσιν. 5.108 Ἐν ταύταις ταῖς γων̣ίαις κα̣ὶ χείροσιν αὐτῶν ἐνεδρεύει ἡ προσωποποι̣ο̣υμένη π̣όρνη ἐν ταῖς πλατείαις ἤτοι ψευδοδοξ····· αν̣···ουσα αἰσχρά. «Ἐν οἴκῳ γάρ, φησίν, οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς· χρόνον γα´̣ρ τινα ἔξω ῥέμβεται, χρόνον δ' ἄλλον παρὰ πᾶσαν γωνία̣ν πλατείας ἐνεδρεύει» ε·· ρ··· α᾿̣πάτη τοῦ ἀφραίνοντος νεανίου. Οὐ γὰρ ἄλλον τ̣ινὰ θηρα῀̣σαι δύναται στωμυλευομένη ἢ τὸν νεαρὸν το̣ῦτον ἐνδεῆ φρενῶν ὄντα, οὐδ' ὅλως προσερχομένη τῷ κατὰ φρόνησιν πεπολιωμένῳ καὶ ἔχοντι τίμιον γῆρας τὸν ἀκηλίδωτον βίον. 5.109 Ἐπειδὴ δὲ καὶ ψεκταὶ καὶ ἐπαινο̣ύμεναι γωνίαι ηὑρέθησαν ἐν τῇ γραφῇ, ἐπιστήσωμεν τῇ διαφορᾷ αὐτῶν, ἵνα ἰδῶμεν ποίας φεύγειν καὶ ποίας οὐ προσήκει. 5.110 Αἱ μετὰ τὴν πύλην Βενιαμὶν καὶ κατὰ τιμὴν πρώτην εἰσὶ γωνιῶν πύλαι τῶν ἡνωμένων καὶ συμφωνούντων εἴσοδοι ἃς καλὸν εἰσιέναι–δικαιοσύνης γάρ εἰσιν–περὶ ὧν πρόσταξις δίδοται· «Ἀνοίξατε πύλας, εἰσελθάτω λαὸς φυλάσσων ἀλήθειαν», καὶ τὰ ἑξῆς· περὶ τούτων ὁ ὑμνῳδὸς κέκραγεν· «Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς, ἐξομολογήσομαι τῷ Κυρίῳ», τῶν μὴ ἀγαθῶν γωνιῶν οὐ καθάπαξ λεγομένων γωνιῶν, ἀλλ' αὐτὸ τοῦτο τῶν πλατειῶν γωνιῶν, πλατειῶν δὲ οὐ τῶν ἐν αἷς ἡ σοφία παρρησίαν ἄγει, ἀλλὰ τω῀̣ν ·υ̣·φ̣·ε̣ω̣ν τῆς πλατείας καὶ εὐρυχώρου ἀπαγούσης εἰς τ̣ὴν ἀπώλειαν. 5.111 Φθάνουσαι δὲ αἱ ἐπαινούμεναι εἴσοδοι ἕως τοῦ πύργου Ἁναμεήλ, ἑρμηνευομέν·υ̣ χάρ̣ι̣τι π̣εριτομή. Χάρις δὲ περιτομῆς ὑπάρχει οὐχ ἡ τῆς σαρκὸς κατὰ γράμμα τελουμένη, ἀλλ' ἡ τῆς καρδίας κατὰ πνεῦμα ζωοποιοῦν γινομένη. Πύργος δὲ Ἁναμεὴλ εἶναι δύναται ἡ κατὰ τὸ εὐαγγελίον καὶ τὸν ἐν κρυπτῷ ἰουδαϊσμὸν πολιτεία. 5.112 Ἐξ οὗ γὰρ ὁ Σωτὴρ ἐδίδαξεν φήσας τοῖς μαθηταῖς· «Τίς ἐξ ὑμῶν ὃς θέλει πύργον οἰκοδομῆσαι οὐ καθίσας πρῶτον ψηφίσει εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; μή ποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύσαντος ἐκτελέσαι, ἄρξωνται οἱ θεωροῦντες ἐμπαίζειν αὐτῷ, λέγοντες· οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι»· περὶ βίου πρα̣κτικοῦ καὶ θεωρητικοῦ παραβολῆς τρόπῳ εἴρηται. Ἀλλ̣' οὐ τοιοῦτοι οἱ τὴν χάριν περιτομὴν ἔχοντες· θέντες γὰρ θεμέλιον ἐπλήρωσαν τὴν οἰκοδομήν, ὡς καὶ δῶμα καὶ στεφάνην ἐπιθεῖναι. 5.113 Προτεθειμένοι γὰρ πύργον οἰκοδομῆσαι τὸν ἑαυτῶν βίον, ἐξετέλεσαν αὐτόν, ὡς ἐν αὐτῷ τὴν καταφυγὴν καὶ τὴν ἀσφαλ̣η῀̣ διατριβὴν ἔχειν, διὰ τὸ σκοπεύειν τοὺς πόρρωθεν ἐπειγομένους πολεμίους. Τοῦτο πληρώσας τὸ οἰκοδόμημα ὁ ὑμνῳδὸς χαριστηρίως τῷ συνεργήσαντί φησιν· «Ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.» 5.114 Ὁ φθάσας μέχρι τοῦ πύργου τοῦ τῆς περιτομῆς ὑπ̣αρχούσης χάριτος καὶ μέχρι τῶν ὑποληνι´̣ων τοῦ μεγάλου βασιλέως Χριστοῦ φθάσας, κατοικεῖ ἐπὶ κλίτει ὡς λαβεῖν τὴν σταφυλὴν τὴν τρυγωμένην ἀπὸ τῆς ἀμπέλου τῆς ἀληθινῆς καὶ τ̣ῶν καρποφορούντων̣ κλημάτων 158 αὐτῆς, ἵνα ὁ εὐφραίνω̣ν καρδ̣ίαν ἀνθρώπου οἶνος ποιῆται. 5.115 Περ̣ι`̣ τοιούτων θεωρημα´̣των καὶ ὑπὲρ τῶν λη̣νῶν ᾠδαὶ καὶ ψαλμοὶ ἀνεγράφησαν. Μὴ γὰρ πτωχεύσῃ ἡμῖν ὁ νοῦς ἐπὶ τοσοῦτον ὡς ὑπολαβεῖν περὶ αἰσθη̣τ̣ῶν ληνῶν καὶ ὑποληνίων τοὺς πνευματοφόρους ἄνδρας δι' ἐπιχορηγίας τοῦ ἁγίου Πνεύματος εἰρηκέναι, ἀλλὰ περὶ νοημάτων ὑψηλῶς ἀνηγμένων. 5.116 Συνᾴδει τῷ κατοικεῖν τοιαῦτα ὑπολήνια τὸ ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων λεγόμενον ὑπὸ τῆς νύμφης πρὸς ἑταίρους τοῦ νυμφίου· «Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ' ἐμὲ ἀγάπην.» 5.117 Τῶν ὑποβαλλομένων ὑπὸ τῆς προκειμένης προφητείας πληρωθέντων, οὐκέτι ἔσται ἀνάθεμα, κατοικ̣ούσης λοιπὸν τῆς Ἰερουσαλὴμ μετὰ τῆς πεποιθήσεως τῆς ἐπὶ βασιλέα, μαθούσης ὅτι «ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρωπον», καὶ τὸ παροιμιῶδες φε´̣ρον· «Πεποιθὼς δὲ ἐπὶ Κύριον μακαριστός.» 5.118 Πῶς δὲ τούτων ὑπαρξάντων οὐκ ἔστιν ἔτι ἀνάθεμα θεωρητέον. ∆ιχῶς γὰρ λέγεται τοῦτο,

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.