Commentarii in Zacchariam · §u37-open

Commentarii in Zacchariam Unit 37 opening

Unit 37.

Lemma-led open — Εἴ τις οὐ φιλεῖ Κύριον, ἤτω ἀνάθεμα

Greek

ὁτὲ μὲν δηλουμένου ἐκ τῆς λέξεω̣ς τοῦ ἀπηγορευμένου διὰ προσοῦσαν μιαρότητα, ὁτὲ δὲ τ̣οῦ ἀφιερουμένου καὶ ὁμολογουμένου Θεῷ. Καὶ περὶ μὲν τ̣οῦ προτέρου ἐκληπτέον τὸ γραφὲν οὕτως· «Εἴ τις οὐ φιλεῖ Κύριον, ἤτω ἀνάθεμα», καὶ τὸ οὕτως ἔχον· «Οὐδεὶς ἐν πνεύματι Θ̣εοῦ λαλῶν λέγει· ἀνάθεμα Ἰησοῦς.» Κατὰ τοῦτο τὸ σημαινόμενον, ἤθελεν ὁ Παῦλος «εἶναι ἀνάθεμα ὑπὲρ τῶν ἀδελφῶν καὶ συγγενῶν κατὰ σάρκα». Περὶ δὲ τοῦ ὑστέρου σημαινομένου ·· τῆς ἀνάθεμα λέξεως, πολλὰ ἔστι συναγαγεῖν ῥητὰ ἐκ τῆς τῶν γραφῶν ἱστορίας, ἅπερ ἑαυτῷ ὁ φιλόλογος εὑρήσει. 5.119 Ὅταν τοιγαροῦν μετὰ πεποιθήσεως κατοικήσῃ Ἰερουσαλήμ, οὐδεὶς ἔτι ἐν αὐτῇ ἀναθεματιστέος ἔσται οὐδὲ ἀφίδρυμα, ἐξολοθρευθέντων ἀπ' αὐτῆς τῶν γλ̣υπτῶν καὶ τῶν χωνευτῶν. Τούτων γὰρ ἐκτὸς γεγενημένων, πεποιθότως κατοικήσει ἔχουσα τὴν πνευματικὴν ἀσφάλειαν, περὶ ἧς Ἰερεμίας ὁ προφήτης ἔφρασεν εἰπών· «Καὶ εὐλογημένος ἔσται ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ.» 5.120 Zach. XIV, 12: Καὶ αὕτη ἔσται ἡ πτῶσις, ἣν κόψει Κύριος πάντας τοὺς λαούς, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἰερουσαλήμ· τακήσονται αἱ σάρκες αὐτῶν ἑστηκότων αὐτῶν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ῥυήσονται ἐκ τῶν ὀπῶν αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν τακήσεται ἐν τῷ στόματι αὐτῶν. 5.121 Αὕτη ἡ πτῶσις τοῖς στρατοπεδεύσασιν ἐπ' αὐτὴν καὶ χάρακας αὐτῇ περιβαλοῦσιν. Τίνα δ' ἐστὶν ἃ προαναφωνεῖ τοῖς κυκλ̣οῦσιν τὴν καλλίπολιν Ἰερουσαλήμ; Τακήσονται, φησίν, αἱ σάρκες αὐτῶν τῶν ἑστηκότων ἐπὶ τοὺς πόδας αὐτῶν, ἤτοι ἀπὸ πολλῆς ἀσιτίας ἢ δέους τῶν προσδοκουμένων κακωτικῶν τε καὶ ἐπιπόνων. Εἰς τοσοῦτον δὲ τῆξις τῶν σαρκῶν αὐτῶν γενήσεται, ὡς τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκρυῆναι καὶ τῶν ὀπῶν ἔξω γενέσθαι καὶ τακῆναι ἐν τῷ στόματι τὴν γλῶσσαν αὐτῶν. 5.122 Ὑπῆρκται δὲ ἡ κακοπραγία αὕτη οὐ τοσοῦτον τοῖς κυκλώσασιν καὶ πορθήσασιν τὴν αἰσθητὴν Ἰερουσαλήμ, ὡς τοῖς διώξασιν τὸν χριστιανισμὸν καὶ τὴν Χριστοῦ Ἐκκλησίαν, κατ' ἀναγωγὴν οὖσαν Ἰερουσαλήμ. 5.123 Περιέχει ἡ τῶν χριστιανῶν ἱστορία ὅσα καὶ οἷα δεινὰ καὶ ἀληθῶς ··· ····χ̣θη θείᾳ κρίσει κατὰ τῶν πορθησάντων τοὺς ·· ····σου δούλους καὶ τοὺς συνακτηρίους τόπους ὡς εἰς ἐ´̣δαφος αὐτοὺς κατασπάσαι καὶ τὰς θείας βίβλους πυρὶ παραδοῦναι. Ἐντελέστερον καὶ διὰ πλειόν̣ων περὶ τῶν τοιούτων πεπραγμάτευται ἡμῖν ἐν τοῖς εἰς τὸν Ἠσαΐαν ὑπομνήμασιν, ὧν εἰς τὴν ἀνάγνωσιν παραπέμπομεν διὰ προτροπῆς τοὺς φιλοκάλους. 5.124 Πλήττει Θεὸς τοὺς κυκλώσαντας Ἰερουσαλὴμ πολεμίων τρόπῳ, ἵνα πέσωσιν ἀπὸ χειρίστης στάσεως ἧς ἐφύλαττον ἐμμένοντες τῇ δεισιδαίμονι λατρείᾳ. Ἐπωφελῶς τῆς πτώσεως ταύτης γινομένης, ἔγερσις καὶ στάσις διαδέξεται ὑπερβάλλοντας ἐπαίνους ἔχουσα. 5.125 Περὶ τῆς θεωρίας ταύτης, πληρωθεὶς ἁγίου Πνεύματος, ὁ δικαιωθεὶς Συμεὼν εἰς τὰς ἀγκάλας ἑαυτοῦ δεξάμενος τὸ ἐκ τῆς ἀπειρογάμου Μαρίας τεχθὲν βρέφος, δεικνὺς αὐτό φησιν· «Ἰδοὺ οὗτος κεῖται εἰς 159 πτῶσιν καὶ ἀνάστασιν πολλῶν.» 5.126 Αὐτοῦ γὰρ χάριν πίπτουσιν οἱ ···· καὶ σαρκικ̣οί, ἵνα ἀναστάντες κατὰ ἁγιότητα τ̣οῦ Θεοῦ ἀσφαλεῖς ἀποδειχθῶσιν, ἐν τῇ πίστει καὶ λοιπῇ ἀρετῇ β̣εβαίω̣ς ἑδρασθέντες, κατὰ τὸ γεγραμμένον ὑπὸ τοῦ Ἀποστόλου τοῖς ἐκκλησιαστικοῖς· «Τῇ πίστει ἑστήκατε.» Αὕτη δὲ ἡ στάσις παρὰ τῷ Σωτῆρι Ἰησοῦ γίν̣εται· πρὸς γὰρ αὐτοῦ ἔστι μαθεῖν λέγοντος· «Εἰσί τινες τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου.» 5.127 Οἱ οὕτω ὠφεληθέντες ἀποβάλλουσιν τὸ σαρκικὸν̣ φρόνημα καὶ τοὺς κακῶς ὁρῶντας ὀφθαλμούς, ἵνα μηκέτι ὦσιν ἐν σαρκί, ἀλλ' ἐν πνεύματι, καὶ μηκέτι ζῶσιν πονηρῶς καὶ μοιχικῶς, ἀλλ' ἐναρέτως καὶ σωφρόνως, πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦντες καὶ τοὺς ὀφθαλμοὺς ἀποστρέφοντες ἀπὸ τῆς ματαιότητος πρὸς Θεὸν αὐτοὺς αἴροντες ὥστ' ἀνειπεῖν· «Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ», καὶ πάλιν· «Οἱ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.