Commentarii in Zacchariam · §u38-rem-early

Unit 38 rem early

Rem early: Unit 38; lemma and argument toward the thesis.

Greek

ὕψος αὐτῆς· οὕτω γὰρ δυνατὸν «προσκυνῆσαι» πνεύματι καὶ ἀληθείᾳ «τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι». 5.172 Πρὸς τῇ φανείσῃ νοήσει καὶ ἑτέρως νοητέον τὴν περὶ τῶν σκηνῶν ἑορτήν. Τὰ σώμ̣ατα ἡμῶν τῶν ἀνθρώπων οὕτω προσαγορεύονται. Αὐτίκα γοῦν ο῾̣ τῶν Χριστοῦ μαθητῶν α῾̣γ̣ιώτατος Πέτρος γράφει· «Ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐδήλωσέν μοι ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου.» Συμφώνως καὶ ὁ θεσπέσιος Παῦλοσ· «Οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ' ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.» 5.173 Ἐπιτελεῖται δὲ ἡ ἑορτὴ τῶν σκηνῶν προηγουμένως τε καὶ μάλιστα ὑπὸ τῶν «ἀγαλλ̣ιᾶν» ἐπ̣αγγελλομένων, οὐκ ἀνδρῶν μόνων μετὰ γυναικῶν μὴ μ̣ολυνθέντων, ἀλλὰ καὶ θηλειῶν σπευδουσῶν πνεύματι καὶ σώματι ἁγιότητα ἔχειν. 5.174 Πρὸς τούτοις κοσμοῦσιν τὰς ἑαυτῶν σκηνὰς καὶ οἱ τίμιον γάμον μετερχόμενοι, ἁγνεύοντες καὶ τὴν κοίτην αὐτῶν ἀμίαντον φυλάττοντες. 5.175 Ἔτι δὲ μᾶλλον ἄνω τελεῖται ἡ πανήγυρις τῶν σκηνωμάτων στεφομένων τε καὶ ἀγλαϊζομ̣ένων ἐν τῷ προσδοκωμένῳ καιρῷ τῆς ἀναστάσεως, τοῦ φθαρτοῦ σώματος ἀφθάρτου ἐγειρομένου καὶ τοῦ ψυχικοῦ πνευματικ̣οῦ σώματος ἐγειρομένου. Ἦ οὐ σκηνὴ θεία 164 γίνεται τὸ σῶμα σπαρὲν ἐν ἀσθενείᾳ καὶ ἀτιμίᾳ, ἵν' ἐν δυνάμει καὶ δόξῃ ἀναστῇ; 5.176 Ἄξιον ἐπιστῆσαι πῶς ἡ πνευματικὴ αὕτη ἑορτὴ ἐν τῇ πεντεκαιδεκάτῃ τοῦ ἑβδόμου μηνὸς ἄγεσθαι̣ ··ι̣ται. ∆εῖ γὰρ τὸν ἑορτάζοντα διὰ τὰς ἡρμηνευμένας σκηνὰς ὑπερβάντα τὸν ἐν ἓξ ἡμέραις γενόμενον κόσμον, ἀργήσαντα ἀπὸ παντὸς ἔργου λατρευτοῦ, σαββατίζοντα κατὰ τὸν «ἀποδοθέντα σαββα̣τισμὸν τῷ λαῷ τοῦ Θεοῦ», ὃν μόνος Ἰησοῦς βεβαιοῖ φάσκων· «Πάντας ἐρχομένους ἐγὼ ὑμᾶς ἀναπαύσω», καὶ ἔτι· «Εὑρήσετε ἀνάπα̣υσιν ταῖς ψυχαῖς ὑμῶν.» 5.177 Τούτου τοῦ ἑβδόμου μηνὸς ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἑορτάζουσιν οἱ «δεδωκότες μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ», προσηκάμενοι τὴν παλαιὰν καὶ καινὴν διαθήκην· διὰ γὰρ τῶν ἑπτὰ ἡ παλαιὰ σημαίνεται διὰ τὸ σαββατίζειν, δια`̣ δὲ τω῀̣ν ὀκτὼ ἡ μετὰ τὸν σταυρὸν ἀνάστασις τοῦ Χριστοῦ ἐν ἡμέρᾳ τῇ ὀγδόῃ τῇ κυριακῇ γεγενημένη. 5.178 Zach. XIV, 17: Καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἰερουσαλὴμ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται. 5.179 Ἐν ὕψει κειμένη̣ς τῆς πνευματικῆς Ἰερουσαλὴμ κατὰ τὴν φιλοσοφίαν τοῦ γράφοντος Ἀποστόλου, ὅπου μέν· «Ἡ δὲ ἄνω Ἰερουσαλήμ», ὅπου δέ· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ», μόνοι ἀναβαίνουσιν ἐπ' αὐτὴν οἱ δυνάμενοι φάναι· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει», καὶ πάλιν· «Συνήγειρεν ἡμᾶς», ὁ Θεὸς δηλονότι, «καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ», τῶν ἔτι «φορούντων τὴν εἰκόνα τοῦ χοϊκοῦ» καὶ «τὰ ἐπίγεια φρονούντων» φυλῶν τῆς γῆς ὑπαρχόντω̣ν καὶ οὐκ ἀναβαινόντων εἰς τὴν ἐν ὕψει κειμένην καλλίπολιν εἰρήνην̣ ὁρῶσαν. 5.180 Οἱ μὴ ἀναβαίνοντες προστεθήσονται τοῖς ἀπὸ πάντων τῶν ἐθνῶν μὴ ἀναβᾶσιν, τὰ αὐτὰ ἐκείνοις πεισόμενοι. 5.181 Τῶν τὰ ἐπίγεια φρονούντων οὐκ ἀναβαινόντων διὰ τὸ κάτω̣ φέρεσθαι διὰ τὸ ἄχθος τῶν γηΐνων ἔργων, οἱ σπεύσαντες ἀναβῆναι εἰς τὴν πόλιν τὴν ἀρραγεῖς θεμελίους ἔχουσαν διὰ τὸν θεμελιώσαντα «τεχνίτην καὶ δημιουργὸν αὐτῆς Κύριον», τὸν βασιλέα Κύριον τὸν παντοκράτορα προσκυνήσουσιν σὺν τοῖς ἀγγέλοις. Γέγραπται γάρ· «Προσκυνήσουσιν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» 5.182 Βασιλεὺς προσκυνούμενος ὑπάρχων Κύριος καὶ παν̣τοκράτ̣ω̣ρ̣ οὐχ ὁ Πατὴρ χωρὶς Υἱοῦ οὐδὲ ὁ Υἱὸς ἄνευ τοῦ Πατρὸς δηλοῦται. Μία γὰρ βασιλεία καὶ κυριότης ἡ αὐτὴ καὶ παντοκρατορικὴ δύναμις τῆς Τριάδος ἡ αὐτή ἐστιν. ∆ιὸ εἰ πόθος ἡμῖν εἰσέρχεται τὴν Τριάδα προσκυνῆσαι ὡς βασιλέα Κύριον παντοκράτο̣ρα, μὴ φυλαὶ τῆς γῆς μείνωμεν, α᾿̣λλ' ἐν οὐρανῷ θησαυρίσαντες ἐκεῖ τὴν καρ̣δ̣ίαν σχῶμεν, ἵνα α̣···· ε᾿̣ν̣ τῇ Ἰερουσαλὴμ ὄντες προσκυνήσωμεν σὺν πάσῃ τῇ λογικῇ κτίσει, «καμψάντων πᾶν γόνυ τῷ β̣ασιλ̣εῖ τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, εἰς δόξαν Θεοῦ Πατρὸς πα´̣σης γλώσσης ἐξομολογούσης ὅτι Κύριος Ἰησοῦς ἐστιν.» 5.183 Zach. XIV, 18–19: Ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτοις ἔσται ἡ πτῶσις, ἣν πατάξει Κύριος πάντα τὰ ἔθνη, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας· αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. 5.184 Τὸ ἀνηγμένως ἐν τῇ Ἰερουσαλὴμ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.