Commentarii in Zacchariam · §u38-open

Commentarii in Zacchariam Unit 38 opening

Unit 38.

Lemma-led open — Τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν

Greek

«Τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν», καὶ πάλιν· «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μ̣ου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.» 5.163 Συνᾴδει τῇ εἰρημένῃ νοήσει καὶ τὰ ἐν ὀγδοηκοστῷ καὶ τρίτῳ Ψαλμῷ ἔνθεν ἀρχόμενα ··· «Ὡς ἀγαπητὰ τ̣ὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. Ἐπιποθεῖ κα̣ὶ ἐκλ̣είπει η῾̣ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου», καὶ μετ' ὀλίγα· «Μακάριοι πάντε̣ς̣ οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε.» Τελεῖται γὰρ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἡ ὑμνῳδία τοῖς με̣τὰ πᾶσαν προκοπὴν ἐπὶ τὸν οἶκον ὃν ὁ Θεὸς ἐθεμελίωσεν ἐλθοῦσιν. Περὶ τῶν τοιούτων οὐσῶν νοητῶν σκηνῶν ᾄδων ὁ σοφός φησιν· «Φωνη`̣ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων.» Καὶ ὁ παροιμιαστής φ̣ησιν· «Οἶκοι δικαίων διαμένουσιν»· «σκηναὶ δὲ κατορθούντων σ̣τήσονται.» 5.164 ∆εῖ γάρ ποτε στῆναι τὴν προκοπήν, τοῦ τέλου̣ς̣ διαδεξαμένου, οἴκου καλουμένου. Οὐ γὰρ οἷον καὶ πρεπῶδες ὑπάρχει ἀεὶ προκόπτειν μηδαμῶς ἐρχόμενον ἐπὶ τελευταίαν κατάστασιν, οἶκον προσαγορευομένην, ἐν ᾗ οἱ 163 γνήσιοι Θεοῦ θεραπευταὶ τὰς πνευματικὰς λατρείας ἐκτελοῦντες εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνοῦσι καὶ δοξ̣ολογοῦσιν εὐχ̣α̣ρ̣ιστικῶς Θεὸν ἐπὶ τοῖς ὑπάρξασιν τελείοις καὶ πληρεστάτοις δικαιώμασι. 5.165 Τῶν ἀποδοθεισῶν σκηνῶν ἑκάστην προσήκει στέψαι κοσμίως ἕκαστα ἑξῆς νομοθετηθέντα, καρπὸν ὡραῖον ξ̣ύλου καὶ κάλλυνθρα φοινίκων καὶ κλάδους ξύλου δ̣ασεῖς ἄγνου τε καὶ ἰτέας. Καὶ ὅρα γε εἰ ὁ ὡραῖος καρπὸς τῆς σοφίας ἐστίν, ξύλου ζωῆς προσαγορευομένης, ᾗ φησιν τὸ παροιμιῶδες λόγιον «ξύλον εἶναι αὐτὴν ζωῆς πᾶσι τοῖς ἐγγίζουσι̣ν αὐτῇ καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτ̣ὴν ὡς ἐπὶ Κύριον ἀσφαλῆ.» 5.166 ∆ηλοῦται καὶ ἑτέρῳ ὀνόματι ἄμπελος οὖσα ἀληθινὴ φέρουσα ὡραῖον καρπόν, σταφυλὴν καὶ βότρυν ἀφ' οὗ ἐκθλίβεται «οἶνος ὁ τὴν καρδίαν εὐφραίνων». 5.167 Πρὸς τῷ καρπῷ τούτῳ παραλημπτέον πρὸς τὸ στέψαι τὸν φορητὸν οἶκον ···ε··· σκηνὴν τυγχάνοντα κάλλυνθρα φοινίκων, τοῦ τὴν καρδ̣ίαν ἀεὶ ἄνω ἔχοντο̣ς ὑπάρχοντος ἀεὶ θάλους. Συνεργεῖ τὰ ἀπὸ τοῦ φοίνικος λαμβανόμενα κάλλυνθρα πρὸς καθαριότητα σάρου δίκην παραλαμβανόμενα, ᾧ χρησαμένη ἡ ἐκ τῶν δέκα δραχμῶν μίαν ἀπολέσασα γυνὴ ἐξέβαλεν τὰ κόπρια ἐκ τῆς οἰκίας καὶ ηὗρ̣εν τὸ κρυβὲν νόμισμα, φέρον εἰκο´̣να τοῦ παμβασιλ̣έως, οὐχ ἕτερον τυγχάνον τοῦ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γ̣ενομένου. 5.168 Περὶ τοῦ φοίνικος οὗ τὰ κάλλυνθρα προσήκει λαβεῖν τοῦ κόσμου τη῀̣ς σκηνῆς ἕνεκα, ἡ νύμφη ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων ᾀ´̣δει· «Εἶπα· Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ.» 5.169 Πρὸς τοῖς καλλύνθροις τοῦ φοίνικος, καὶ κλάδους δασεῖς λημπτέον πολὺν καρπὸν ἔχοντας, ὄντας δασεῖς διὰ τὴν τῶν βλαστῶν καὶ καρπῶν συνέχειάν τε καὶ πυκνότητα. Ὑπάρχουσι δὲ οἱ δασεῖς κλάδοι αἱ κατ' εἶδος πρ̣ακτικαὶ καὶ διανοητικαὶ ἀρεταὶ καὶ τὰ καρποφόρα δόγματα τῆς εὐσεβείας. 5.170 Ληπτέον πρὸς τὴν κατακόσμησιν τῶν πλακ̣εισῶν σκηνῶν καὶ ἄγνου καὶ ἰτέας κλάδους. Ταὐτόν τε ἄγνος καὶ ἰτέαν τι̣σὶν ἔδοξεν εἰπεῖν, ἀμφοτέρων τῶν ὀνομάτων δηλούντων φυτὸν ἕν, ὅπερ ἁγνείας καὶ ἀφθορίας σύμβολον ὑπάρχει, διὰ τριφ̣θὲν τὸ ἄνθος αὐτοῦ ὕδατι μεμιγμένον ἀπευνουχίζειν τ̣ο̣ὺς πεπωκότας, ὡς καὶ ἐν ἄλλοις τεθεώρηται. 5.171 Ὁ τὴν νοητὴν σκηνοπηγίαν̣ ε῾̣ορτάζων ἀναβαίνων τοῦτο πράττει, ὡς ὁ προκείμενος προφήτης δηλοῖ, κάτω καὶ ἐν ταπεινῷ ἀγόντων αὐτὴν τῶν κατὰ γράμμα καὶ σκιὰν τοῦ νόμου ἀγυριζόντων. Καὶ ἐπεὶ τὰ κόπρια καὶ ἡ ἀχυρμιὰ τῆς̣ σκιᾶς καλύπτει τὸ πνεῦμα καὶ τὴν ἀλήθειαν, προσήκει κάλλυνθρα φοινίκων λαβεῖν, ἵνα σαρώσαντες ἃ ὠνόμασεν ὁ Ἀπόστολος «σκύβαλα» ἔχωμεν τὸν πνευματικὸν νοῦν τῆς καὶ περὶ ταύτης τῆς ε῾̣ορ̣τ̣ῆς νομοθεσίας, ἀναβάντες ἐπὶ τὸ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.