Fragmenta in Psalmos · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

γὰρ οὐκ ἐθαυμάστωσεν κύριος τὸν ο σιον ἐν αὐτῷ καὶ δι' αὐτοῦ πληρώσας προφητείας, παραδόξων δυνάμεων γενομένων δι' αὐτοῦ ε τι μὴν καὶ ἀναστάντος ἐκ νεκρῶν; γνώσεσθε δὲ ἀποβαλόντες τὸ βαρυκάρδιον καὶ ἐρευνήσαντες τὰς περὶ τοῦ ὁσίου γραφάς· ἐρευνήσασι γὰρ ὑμῖν ἡ καινότης τοῦ πνεύματος εὑρεθήσεται. 20 Ps 4,5a Ταύτην τὴν λέξιν παραλαβὼν ὁ ἀπόστολος ἐπήγαγεν αὐτῇ· ̔Ο η λιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. ὁ ταύτην καταδεξάμενος τὴν ἀποστολικὴν προτροπὴν ὀργισθεὶς οὐχ ἁμαρτάνει τοῦ κατ' ὀργὴν διακειμένου ἐπίμονον αὐτὴν ε χοντος ο ν καὶ μηνιαστὴν ε θος καλεῖν. βεβαιοῖ ταύτην τὴν νόησιν τὸ ἑξῆς ἐπιφερόμενον· Α λέγετε γάρ φησίν (ὀργισθέντες δηλονότι) ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις κατανύγητε, ω στε ἀναστάντας ἐξ υ πνου μηδὲν πρᾶξαι η εἰπεῖν τῶν ἐν τῇ καρδίᾳ ἐν ὀργῇ διεσκεμμένων. 21 Ps 4,7b ∆υνατὸν Φῶς τοῦ προσώπου τοῦ θεοῦ τὸν χαρακτῆρα τῆς ὑποστάσεως καὶ εἰκόνα αὐτοῦ τοῦ ἀοράτου θεοῦ εἰπεῖν, ο περ φῶς ἀπεντεῦθεν ἐσημειώθη ἐφ' ἡμᾶς μορφωθέντας κατ' αὐτόν. οὐκ ἀγνοητέον ὡς ἀναγινώσκουσί τινες τὸ Τίς δείξει ἡμῖν τὰ ἀγαθὰ ου τως· τὰ ἀγαθὰ οὐ πολλῶν ἐστιν, ἀλλ' ἑνός ἐστιν δεῖξαι· ου τος δὲ ὁ μονογενής ἐστι τοῦ θεοῦ υἱός. σημαίνει τοῖς ου τως ἐκλαμβάνουσι τὸ Τίς τὸ ὀνομαζόμενον ἰδίως ποιὸν η α τομον καὶ μίαν τῷ ἀριθμῷ οὐσίαν. συγχρῶνται μαρτυρίῳ τὸ Ανθρωπός τις εὐγενής, καὶ ἐνταῦθα γὰρ τὸ Τίς δηλοῖ τὸν ἰδίως ποιόν. 22 Ps 4,9 Εἰ καὶ ου τοι ἀπὸ τῶν ἡδέων αὑτοῖς ε δοξαν πληθύνεσθαι, ἀλλά γε ἐγὼ προσδοκῶν αἰῶνα μέλλοντα καὶ μισθὸν ὀρθῆς πολιτείας, πάσης ταραχῆς ἐκτὸς διὰ τὴν ἐλπίδα γεγονώς, ̓Επὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσωμαι, κοίμησιν καὶ υ πνον λέγων τὴν ἀπὸ τοῦ βίου ἀναχώρησιν· ἀποδιδοὺς τὴν αἰτίαν τοῦ κεκοιμῆσθαι καὶ ὑπνωκέναι ἐν εἰρήνῃ εὐθὺς ἐπήγαγεν ο τι ̓Επ' ἐλπίδι κατῴκισάς με. ει ρηται δὲ καὶ ἐν ̓Ωσηὲ πρὸς τὴν ψυχὴν ἐκ προσώπου τοῦ θεοῦ Κατοικιῶ σε ἐπ' ἐλπίδι. ποιεῖ δὲ τοῦτο θεὸς ἐλπίδα μελλόντων θείων ἀγαθῶν προτείνων τοῖς κατοικιζομένοις ὑπ' αὐτοῦ ἐν διανοητικῇ καὶ πρακτικῇ ἀρετῇ καὶ ἐν δόγμασιν ἀληθείας καὶ θεσμοῖς ἐκκλησιαστικοῖς. 23 Ps 5,1a Εἰς τὸ τέλος χαριστήριος υ μνος ᾳ δεται ὑπὲρ τῆς ἀγομένης ψυχῆς η τοι ἐκκλησίας εἰς θείαν κληρονομίαν ἡτοιμασμένην τοῖς τοῦ θεοῦ θεραπευταῖς· ε στι γὰρ κληρονομία τοῖς θεραπεύουσι κύριον. ε στιν δὲ αυ τη οὐ φθαρτὴ καὶ ἐν 4 αἰσθητῷ πλούτῳ τὸ ει ναι ε χουσα· ει ρηται γὰρ εἰσάγεσθαι τοὺς ταύτης κληρονόμους Εἰς κληρονομίαν α φθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον τετηρημένην ἐν οὐρανοῖς. εἰς ταύτην τοὺς ἀξίους καλῶν ὁ σωτὴρ ∆εῦτε ἐκ δεξιῶν μου, ει πεν, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. ταύτης ε ρωτα λαβὼν ὁ τὸν ἐγκείμενον ψαλμὸν λέγων εὐχὴν ἀναπέμπει τῷ εὐτρεπίσαντι αὐτὴν θεῷ, ι ν' ἀξιωθῇ κληρονόμος αὐτῆς κατὰ τὴν καινὴν διαθήκην ἀναδειχθῆναι, ὡς καὶ περὶ τῆς αὐτοῦ ψυχῆς σημαίνειν τὴν ἐπιγραφὴν τὴν ̔Υπὲρ τῆς κληρονομούσης. 24 Ps 5,2.3 Τὸ δὲ ̓Ενώτισαι μὴ φερόμενον ἐν τῇ συνηθείᾳ, ἐν τῇ γραφῇ κεῖται συνεχῶς δηλοῦν τὸ εἰς τὰ ω τα δέχεσθαι τὸν ἀκούοντα τοὺς ἀπαγγελλομένους λόγους τοῦ λέγοντος αὐτοὺς διὰ τὸ ἐγγὺς ει ναι· σχέσει δ' ἐγγὺς οἱ δίκαιοι θεοῦ ο θεν εὐχαῖς δικαίων ἐπακούειν ει ρηται ὁ θεὸς καὶ τὰ ω τα ε χειν εἰς δέησιν αὐτῶν. Βασιλεὺς δ' α μα καὶ δημιουργὸς ὁ θεὸς τυγχάνει τῶν μὴ διαπετασάντων χεῖρας αὐτῶν πρὸς θεὸν ἀλλότριον μηδὲ βασιλευομένων ὑπὸ τῆς ἁμαρτίας. 25 Ps 5,4 Κατὰ θεωρίαν δέ· ῳ ὁ τῆς δικαιοσύνης η λιος ἀνέτειλεν ἐν ἀρχῇ νοητῆς ἡμέρας γεγονώς, χαριστήριον αι νον προφέρων τῷ αἰτίῳ τοῦ φωτισμοῦ Τὸ πρωΐ, ε φη, εἰσακούσῃ τῆς φωνῆς μου· τίνι γὰρ ε δει χάριν ὁμολογῆσαι ὑπὲρ τηλικούτου ἀγαθοῦ η σοί, ω δέσποτα, τῷ ἀνατείλαντί μοι φῶς αι τιόν μοι μεγίστης θεωρίας ὑπάρχον; ἀεὶ γοῦν ε ρως εἰσέρχεται πρὸς ταῖς ὑπαρξάσαις θεωρίαις καὶ ε τι θέλειν βλέπειν τὰ κάλλη τῆς ἀληθείας. παρίσταται τοῦτο καὶ ἐκ τοῦ Καὶ ἐπόψομαι. ὡς γὰρ τὸ ἐπέρχομαι ἀκατάπαυστον πρόσοδον δηλοῖ, ου τω τὸ ̓Επόψομαι συνεχῶς προστιθεμένην κατανόησιν ἐμφαίνει· πῶς γὰρ οὐκ ἀεὶ βλέπει ὁ ἐπαγγελίας τυχὼν τῆς Εσται σοι κύριος φῶς αἰώνιον, καὶ Φῶς δικαίοις διὰ παντός; Εστιν δὲ καὶ ἑτέρα γραφὴ ε χουσα Παραστήσομαί σοι καὶ ἐπόψει με, ο περ οὐ παντὸς λέγειν ἀλλὰ τῶν κατὰ τὸν μέγαν ̓Ηλίαν διὰ τὴν ἀπὸ τῆς πολιτείας παρρησίαν λέγειν θαρρούντων Ζῇ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.