Fragmenta in Psalmos Unit 2 opening
Unit 2.
Lemma-led open — κύριος ῳ παρέστην ἐνώπιον αὐτοῦ σήμερον. , – Τούτου ἀληθοῦς ο ντος, οὐκ ε στιν ἐκ θεοῦ τὸ
Greek
κύριος ῳ παρέστην ἐνώπιον αὐτοῦ σήμερον. 26 Ps 5,5–7 Τούτου ἀληθοῦς ο ντος, οὐκ ε στιν ἐκ θεοῦ τὸ κακὸν ὡς οι ονται οἱ ἐνυπόστατον τὴν κακίαν τιθέμενοι. ̓Εκ στόματος γὰρ ὑψίστου οὐκ ἐξελεύσεται τὸ κακὸν καὶ τὸ ἀγαθόν. μόνον γὰρ τὸ ἀγαθὸν ει ναι βούλεται· ου ο ντος ἀδύνατον ε ν τινι συστῆναι τὸ κακόν. ̓Απόλλυσιν δὲ Τοὺς λαλοῦντας τὸ ψεῦδος ῃ ψεῦσταί εἰσιν, ι ν' ἐπιγνῶσιν τὴν ἀλήθειαν η ν καὶ πάλαι ῃ δεισαν. τὸ γὰρ ἐπιγνῶναι τοῦτο δηλοῖ· οὐδεὶς γὰρ ἀρχὴν ε χων τοῦ γινώσκειν τι ἐπιγινώσκειν αὐτὸ λέγεται. πάντων δὲ τῶν λαλούντων τὸ ψεῦδος ὑπὸ θεοῦ ἀπολλυμένων, ἀπολεῖται κἀκεῖνος περὶ ου ει ρηται Οτ' α ν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ. εἰ δὲ τοῦτο, οὐκ ε στιν κατ' οὐσίαν κακός· οὐ γὰρ α μα τῷ γενέσθαι καὶ εἰς ὑπόστασιν ἐλθεῖν ἀλλὰ μετὰ ταῦτα τραπεὶς ἀρχὴν τοῦ λαλεῖν τὸ ψεῦδος ε σχεν, ἐσχηκώς ποτε τὸ ἐν ἀληθείᾳ ει ναι. δηλοῦται δὲ τοῦτο ἐκ τῶν ου τω περὶ αὐτοῦ γεγραμμένων· ̓Εν τῇ ἀληθείᾳ οὐχ ε στηκεν, ο τι ἀλήθεια οὐκ ε στιν ἐν αὐτῷ· ὁ γὰρ ψεκτὸς ω ν διὰ τὸ μὴ ἑστάναι φανερός ἐστιν πειραθεὶς τούτων τῶν διαθέσεων. κριτέον δὲ ἐκ προθέσεως ἀλλ' οὐκ ἐκ μόνης φωνῆς τὸν ψευδόμενον, ι να μὴ ω σιν ὑπὸ τὴν ἀπειλὴν οἱ οἰκονομικῶς ποτε τοῦτο πεποιηκότες ὡς ̔Ραάβ· ε δοξεν γὰρ ψεύδεσθαι πρὸς τοὺς ἀναζητοῦντας ἐπὶ τῷ ἀποκτεῖναι τοὺς κατασκόπους ἀγαθοὺς α νδρας ο ντας· ὑπὸ ̓Ιησοῦ γὰρ τοῦ Ναβῆ ἀποσταλέντες ἐπαινετοὶ η σαν. τῆς προθέσεως τῆς ἀνθρώπου πολὺ τὸ σπουδαῖον ἐσούσης, οὐκ ἀκόλουθον ου ν ἐστιν τάξαι αὐτὴν ἐν τοῖς ἀπολλυμένοις η ἐν τοῖς τὸ ψεῦδος λαλοῦσιν. ω σπερ δὲ οὐχ ὁ ο πως ποτὲ κτείνων α νθρωπον φονεύς ἐστιν, ου τως οὐ καθάπαξ ὁ ἐκχέων αι ματα αἱμάτων ἀνήρ ἐστιν· οὐ γὰρ λέγομεν φονέας η αἱμάτων α νδρας τοὺς κατὰ νόμον θεῖον ἀποκτέννοντας τοὺς ἀξίους τὸ παθεῖν τοῦτο, ἐπεὶ ω ρα λέγειν Σαμουὴλ καὶ ̓Ηλίαν τοὺς μεγάλους α νδρας μαρτυρηθέντας ἐπὶ ἀγαθότητι καὶ προφητείᾳ θείᾳ ὑποκεῖσθαι τοῖς ἐγκλήμασιν τούτοις, ἀλλ' οὐδεὶς τούτων φονεὺς η αἱμάτων ἀνήρ, εἰ 5 καὶ ε κτεινάν τινας ἐπὶ ἀσεβείᾳ καὶ ἐγκλήμασιν μεγίστοις. Τούτων ὀρθῶς ὁμολογουμένων, τὸν κατὰ παράβασιν νόμου αι τιον ἀναιρέσεως ἀνθρώπου γενόμενον φόνων καὶ αἱμάτων α νδρα λεκτέον. καὶ τὸ δόλιον δὲ εὐλόγως συνέζευκται τούτῳ· πῶς γὰρ ὁ σὺν δόλῳ φονικῶς αι ματα ἀνθρώπων ἐκχέων οὐ βδελυκτὸς κυρίῳ; 27 Ps 5,9a Πῶς δὲ ὁδηγεῖταί τις τῇ τοῦ θεοῦ δικαιοσύνῃ, ἐξεταστέον. μήπωτ' ου ν ὁ κατὰ τὴν τοῦ θεοῦ δικαιοσύνην (αυ τη δέ ἐστιν ἡ γνησία ἀρετή) προκόπτων ἑπόμενος θεῷ κατὰ τὸ ̓Οπίσω κυρίου, τοῦ θεοῦ σου, πορεύσῃ, ὁδηγεῖται ὑπὸ τοῦ χορηγοῦντος τὴν ἀρετήν, αὐτοῦ τοῦ θεοῦ δηλονότι. 28 Ps 5,11 Καὶ ἐπεὶ ἀνθρώπινον τὸ Παρεπίκραναν, σκοπητέον πῶς ἐκλαβεῖν αὐτὸ δεῖ περὶ θεοῦ εἰρημένον. ὁ θεὸς ἀναλλοίωτος καὶ α τρεπτος ὑπάρχων ἀπαθής ἐστιν, πάθεσιν δοκῶν περιβάλλεσθαι ο τ' α ν ἡμεῖς πάθη ε χωμεν· τὰ γὰρ ἡμέτερα ὡς ἐκείνῳ ἐγγιζόμενα νομίζεται, οι ον ἡ λήθη, η ν ε χομεν περὶ αὐτοῦ, ὑπολαμβάνεται αὐτοῦ ει ναι. περὶ ἡμῶν γοῦν ει πεν ̓Επελάθου νόμου θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου. ο μοιον τῷ ῥητῷ τούτῳ τὸ γραφόμενον ὑπὸ Παύλου Ει τις ἀγνοεῖ, ἀγνοεῖται· δῆλον ο τι ὑπὸ τοῦ εἰπόντος πρὸς τοὺς φαύλους ̓Αποχωρεῖτε ἀπ' ἐμοῦ, ἐργάται ἀνομίας, οὐδέποτε ὑμᾶς ε γνων. ὡς ου ν ταῦτα ὁ παραπικραίνων ἑαυτοῦ τὸ η θος διὰ τῆς πικροτάτης κακίας ἀντάξια πάσχων, ω ν ε δρασεν, οι εται τὸν θεὸν κατ' αὐτοῦ πικράζεσθαι. ει πεν γοῦν τοῦτ' αὐτὸ ψυχὴ δίκῃ ὑποπεσοῦσα ψήφῳ θεοῦ δι' ἁμαρτήματα ̓Εγὼ παραπικραίνουσα παρεπικράνθην· ο θεν καὶ συνορῶσα τὴν τοῦ κρίματος ἀκολουθίαν ει πεν ∆ίκαιός ἐστιν ὁ κύριος, ο τι τὸ στόμα αὐτοῦ παρεπίκρανα. 29 Ps 5,12ab Οἱ ἐλπίζοντες ἐπὶ σὲ πάντες εὐφρανθήσονται, τῶν ἐπιβουλευόντων αὐτοῖς καταλυθέντων. ε στιν δὲ τῶν ἐλπιζόντων ἐπὶ σὲ εὐφροσύνη
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.