Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
τὴν ἐπιδημίαν ἐπὶ συντελείᾳ τῶν αἰώνων. 13 Ps 3,6 Τὸ κοιμηθῆναι σημαίνει τὴν ἀνάκλισιν, μεθ' ην εὐθέως ὁ υ πνος ἐπιγίνεται. ἐπεὶ ουν ἑκουσίως ̓Ιησοῦς τὴν ψυχὴν αὐτοῦ εθηκεν, κατὰ τοῦτο κοιμηθεὶς υπνωσεν· οὐ γὰρ αν ἐτεθνήκει, εἰ μὴ αὑτὸν εἰς τοῦτο ἐδεδώκει, ἐξεγερθεὶς δὲ ἐκ νεκρῶν, ἀντιλαβομένου θεοῦ, πρωτότοκος ἐκ νεκρῶν γεγένηται. 14 Ps 3,8b Ματαίως ἐχθροὺς ε χει ὁ μὴ παρέχων μίσους καὶ ε χθρας πρόφασιν· τοιοῦτοι δέ εἰσιν Πάντες οἱ διωκόμενοι διὰ τὸ ζῆν εὐσεβῶς ἐν Χριστῷ ̓Ιησοῦ, πρὸς ου ς λέγεται ὑπὸ τοῦ σωτῆρος Μακάριοί ἐστε ο τ' α ν ὀνειδίσωσιν ὑμᾶς καὶ ει πωσιν πᾶν πονηρὸν ψευδόμενοι ε νεκεν ἐμοῦ, καὶ τὰ ἑξῆς. Ταύτης τῆς προθέσεως ω ν καὶ ὁ ∆αυὶδ πολλοὺς ει χεν ματαίως ἐχθροὺς ὡς τὸν Σαοὺλ καὶ τὸν ̓Αβεσσαλὼμ καὶ τοὺς σὺν αὐτοῖς· τοῦ γὰρ ἁγίου πολλὴν πραότητα καὶ ἀγαθότητα εἰς αὐτοὺς πολλάκις ἐνδειξαμένου, μάτην η σαν ἐχθροί. 15 Ps 3,8c.9 Περὶ τῶν τοιούτων ὀδόντων πολλάκις ει πεν τῷ θεῷ Εβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν, καὶ εὐχαριστῶν ἐπὶ τῷ ὑπ' αὐτῶν μὴ βλαβῆναί φησιν Εὐλογητὸς κύριος, ο ς οὐκ ε δωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. δῆλον δὲ ο τι περὶ νοητῶν ταῦτά φησιν. τοῖς ου τω λεγομένοις ὀδοῦσιν κακῶς χρώμενοι Γαλάται κακῶς ε δακνον ἀλλήλους καὶ κατήσθιον, ματαίως καὶ ἁμαρτητικῶς χρώμενοι ταῖς δυνάμεσι τῆς ψυχῆς αι ὀδόντες ἀλληγορικῶς καλοῦνται. βεβαιωθείσης γὰρ τῆς αἰτήσεως ἀντ' ἐχθρῶν φίλοι καὶ ἀντὶ ἁμαρτωλῶν σπουδαῖοι γενήσονται. Τοῦ κυρίου ἡ σωτηρία· μὴ α λλοθεν τοίνυν η παρ' αὐτοῦ ταύτην ζητῶμεν. Καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐδοκία σου· τίς δὲ ἡ εὐδοκία ἡ ἐπὶ τὸν λαὸν ἐρχομένη η ἡ βούλησις τοῦ πατρὸς ἡ περὶ τῆς ἐπιδημίας; δείξας γοῦν τὸν ἐνανθρωπήσαντα σωτῆρα Ου τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ε φη, ἐν ῳ ηὐδόκησα. εἰς τοῦτο λήψῃ τὸ Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. 16 Ps 4,1 ̓Ωιδή ἐστιν ἐπινίκιος η χαριστήριος αι νος μόνῃ φωνῇ προφερόμενος, ψαλμὸς δὲ υ μνος ὀργάνῳ τῷ καλουμένῳ ψαλτηρίῳ η καὶ κιθάρᾳ κρουόμενος. ει η δὲ πρὸς ἀναγωγὴν ᾠδὴ ἡ θεωρία τῆς ἀληθείας μόνῃ νοήσει μεμουσωμένη γενομένη, ψαλμὸς δὲ πράξεις κατὰ λόγον τὸν ὀρθὸν ἐπιτελούμεναι, ὡς ψάλλειν μὲν τὸν πρακτικὸν βίον ε χοντα, ᾳ δειν δὲ τὸν θεωρητικόν. ἐπεὶ τοίνυν ὁ ∆αυὶδ θεωρεῖ καθαρᾷ καρδίᾳ τὸν θεὸν καὶ τὴν ἀληθείαν αὐτοῦ, ᾠδὴν προφέρει, η ν ει ναι ἐν ψαλμοῖς λέγει διὰ τὸ πολλὰ πρακτικῶς αὐτῷ κατωρθῶσθαι. Αυ τη ἡ ᾠδὴ Εἰς τὸ τέλος ἐστὶν ἐκεῖνο, ο καλεῖν εἰώθασιν ε σχατον ὀρεκτὸν τῷ αὐτοῦ ε νεκα τὰ α λλα πάντα ει ναι αἱρετὰ καὶ ὀρεκτά, αὐτὸ δὲ οὐκ α λλου χάριν· ο περ ἐστὶν ἡ πάντων τελείωσις, περὶ ου καὶ ὁ Παῦλός φησιν Ει τα τὸ τέλος, καθ' η ν ο μοιός τις τῷ θεῷ γεγενημένος ο ψεται αὐτόν. Κατὰ τί δὲ βούλεται καὶ τὸ Τῷ ∆αυὶδ τὴν ᾠδὴν ἀλλὰ μὴ τοῦ ∆αυὶδ ἀναγεγράφθαι; φασὶν τοίνυν τινὲς τοῦ ∆αυὶδ ει ναι τὸν ψαλμὸν η τὴν ᾠδήν, ο τ' α ν αὐτὸς ῃ προενεγκὼν θεοπνευσθείς, τῷ ∆αυὶδ δὲ ει ναι τὴν ᾠδὴν η τὸν ψαλμόν, ο τ' α ν πρὸς αὐτὸν τὰ λεγόμενα ἀναφορὰν ε χῃ. συνπίπτει δὲ πολλάκις καὶ αὐτοῦ καὶ αὐτῷ ει ναι τὸ ἀπαγγελλόμενον, ο τ' α ν 3 αὐτοῦ διακονησαμένου τῷ πνεύματι τὰ ὑποβαλλόμενα ὑπ' αὐτοῦ προελέχθη, ει τα δοθέντος τοῦ ψαλμοῦ τινι τῶν ᾀδόντων ἀπηγγέλθη δι' ἐκείνων Τῷ ∆αυίδ· ὁποτέρως δ' ε χει ε καστον τῶν ἐν γραφαῖς κειμένων, μόνου τοῦ κατὰ θεὸν σοφοῦ εἰδέναι † 17 Ps 4,2b Πλατύνει δὲ ἐν θλίψει ὁ θεὸς οὐ παύων τὴν περίστασιν, οὐκ ἀνατρέπων τοὺς κακοῦντας ἀλλὰ παρέχων μεγαλοψυχίαν γενναίως φέρειν τὰ περιστατικά. κατὰ ταύτην τὴν διάνοιαν ἀκουστέον καὶ τὸ Πολλαὶ αἱ θλίψεις τῶν δικαίων καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς, ὑπομονὴν χαριζόμενος. ε στι δ' ο τε καὶ ε ξω τῶν περιστάσεων ποιεῖ τὸν μεγαλοψύχως πρὸς τὰς περιστάσεις στάντα ὡς τὸν ̓Ιωσὴφ καὶ τὸν ̓Ιὼβ ἀλλὰ καὶ αὐτὸν τὸν περὶ ου τὰ προκείμενα. 18 Ps 4,3a Πολλὰ δὲ τοιαῦτα φέρεται καὶ ἐν τῇ γραφῇ ω ν ε ν ἐστιν καὶ τὸ Βροτὸς γὰρ γεννητὸς γυναικός, καὶ τὸ ̓Εν γεννητοῖς γυναικῶν ̓Ιωάννου οὐδεὶς μείζων ἐστίν. καὶ αυ ται γὰρ αἱ λέξεις ἀντὶ τοῦ α νθρωποι ει ρηνται. 19 Ps 4,4a Η οὐ θαυμαστοῦται ὁ ο σιος τοῦ θεοῦ ο τ' α ν θλίψεις φέρῃ μεγαλοψύχως δοκούσας ὑπὲρ α νθρωπον ει ναι ἀλλὰ καὶ ο τ' α ν ἐπικαλούμενος θεὸν ἐπινεύοντα εὐθέως ε χῃ, α περ πάντα ἀγνοεῖ ὁ βαρείαν καρδίαν, τουτέστι νόησιν μετὰ κακίας, ε χων; εἰ δὲ περὶ τοῦ Χριστοῦ ει ρηται πρὸς ̓Ιουδαίους ὁ λόγος διὰ τὸ βαρυκάρδιον οὐκ ε τι θεοῦ ἀλλ' ἀνθρώπων υἱούς, πῶς
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.