Unit 3 rem close
Rem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek
ἐφεξῆς τὰς ἑτέρας λέξεις τοῦ ψαλμοῦ ἐπήγαγεν Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν ̓Ιησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον· ε πρεπεν γὰρ αὐτῷ, δι' ου τὰ πάντα καὶ δι' ο ν τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. 50 Ps 8,8–9 Ορα τὴν ἀκολουθίαν· οὐ καθάπαξ πάντων θνητῶν ζῴων α ρχειν τέθειται, ἀλλὰ τῶν ἡμέρων. οὐ γὰρ κρατεῖ μονοκέρωτος, οὐδὲ τῶν α λλων ἰσχυρῶν τε καὶ ἀγρίων παρίσταται ὡς ἡμέρων α ρχειν ἐκ τοῦ Πρόβατα καὶ βόας πάσας, ε τι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, καὶ τὰ ἑξῆς. Νομίζω τοῦτο μὴ καλῶς εἰρῆσθαι. πρὸ γὰρ τῆς παραβάσεως καὶ τούτων η ρχεν ὁ α νθρωπος· οἱ δίκαιοι δὲ καὶ τούτων μετὰ τὴν παράβασιν α ρχουσιν, ὡς ∆ανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων βληθεὶς καὶ μηδεμίαν ἐξ αὐτῶν ὑποστὰς βλάβην, καὶ ὁ Παῦλος τὴν ε χιδναν τῆς ἑαυτοῦ χειρὸς ἐκτινάξας ἐπὶ τὴν πυράν. Θῆρες γὰρ α γριοι, φησίν, εἰρηνεύσουσίν σοι· πρὸς δὲ τούτοις διὰ τῶν κτηνῶν τοῦ πεδίου περιείληπται καὶ τὰ θηρία, ὡς ἐν τῇ Γενέσει μεμαθήκαμεν. 51 Ps 8,10 Επρεπεν τὴν ἐπὶ ἀναστάσει τοῦ σωτῆρος λεγομένην ᾠδὴν ο μοιον ε χειν τῇ ἀρχῇ τὸ τέλος· καὶ γὰρ ἀρχόμενος καὶ λήγων τῇ αὐτῇ κέχρηται λέξει, διδάσκοντος τοῦ πνεύματος τὴν ἀρχὴν τῷ τέλει καθ' ὑποκείμενον ει ναι· συνᾴδει τῷ ̔Ως θαυμαστὸν τὸ ο νομά σου ἐν πάσῃ τῇ γῇ τὸ Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι. 52 Ps 9,1 Μὴ προσκειμένου δὲ τοῦ τίνος ὁ υἱὸς ὑπάρχει, φανερὸν ο τι ὁ σωτήρ ἐστιν δηλούμενος πολλαχοῦ ου τως ὀνομαζόμενος. ἐν γοῦν τῇ πρὸς ̔Εβραίους ἐπιστολῇ ὁ Παῦλος, Χριστός, ει πεν, ὡς υἱὸς ἐπὶ τὸν οι κον αὐτοῦ, ου οι κός ἐσμεν ἡμεῖς· καὶ πάλιν ̓Επ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ· καὶ αὐτὸς δὲ ὁ σωτὴρ περὶ ἑαυτοῦ ἐν τῷ Εὐαγγελίῳ ̓Εὰν ου ν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ο ντως ἐλεύθεροι γενήσεσθε. Ευ δὲ καὶ τὸ Εἰς τέλος ἀναφορὰν ε χειν τὴν προκειμένην ἐπινίκιον ᾠδήν. τοῦ γὰρ τέλους ἐκείνου χάριν ἐπεδήμησεν ὁ σωτήρ, περὶ ου ὁ πρόκριτος τῶν ἀποστόλων γράφει Κομιζόμενοι τὸ τέλος τῆς πίστεως σωτηρίαν ψυχῶν, περὶ η ς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται, καὶ μετ' ὀλίγα Προμαρτυράμενοι τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας. Ισως ̓Ιουδαῖοι περὶ τοῦ ̓Αβεσσαλὼμ ο ντος υἱοῦ τοῦ ψάλλοντος ἐροῦσιν τὴν ἐπιγραφὴν ει ναι, ἐλεγχόμενοι ὡς οὐ καλῶς αὐτὴν ἐξειλήφασιν, α τε διὰ πάντων ἐσφαλμένοι τῷ μὴ ἐρευνᾶν τὰς γραφάς. τί γὰρ καὶ πειθανὸν εἰπεῖν ε χουσιν εἰς τὸ Περὶ τῶν κρυφίων, εἰ μὴ α ρα περὶ τῶν κρύβδην γεναμένων σκέψεων τοῦ ̓Αβεσσαλὼμ ἀροῦσιν τὰ ὑπὲρ τῶν κρυφίων κεῖσθαι; ε χει δὲ πολλὴν εὐήθειαν τὸ λεγόμενον ὑπ' αὐτῶν. 53 Ps 9,5–6 ̔Η τοιαύτη κάθισις κριτὴν αὐτὸν σημαίνει, ἀλλ' οὐ τὸ ἐπί τινος καθέδρας ἱδρῦσθαι. ἐπίστησον, εἰ χώραν ε χει ε τι εἰπεῖν, ἐπιτιμηθέντων τῶν ἐθνῶν, ἀπόλλυσθαι ἀσεβῆ τὸν α θεον τρόπον αὐτῶν ω στε μηκέτι χρηματίζειν αὐτούς. συμβήσεται δὲ τοῦτο, πληρουμένου τοῦ πρότερον εἰρημένου ε χοντος ου τως· ̔Οδὸς ἀσεβῶν ἀπολεῖται. 54 Ps 9,7a ̔Ρομφαῖαι δὲ τοῦ ἐχθροῦ ει εν α ν ι σως αἱ αἱρετικαὶ διδασκαλίαι καὶ αἱ κατ' ει δος κακίαι, αι τινες ἐξέλειπον ὡς μηκέτι δύνασθαι ὑπεραγωνίζεσθαι ω ν ει χον πόλεων, καὶ αὐταὶ καθαιρεθήσονται· ἀθροίσματα δὲ αἱ πόλεις παρανόμως συστᾶσαι 13 καὶ διοικούμεναι. γέγραπται γὰρ περὶ τοῦ ἱδρυσαμένου αὐτὰς ὡς ει η Οἰκοδομῶν πόλεις ἐν αι μασιν καὶ ἑτοιμάζων πόλεις ἐν ἀδικίαις. ἡ γὰρ υ λη αὐτῶν ἀδικήματα καὶ ε κχυσις αἱμάτων τῶν σκανδαλιζομένων ἐστίν. ταύτας καθελεῖ ἐπιδημήσας ὁ σωτήρ, καθελῶν τὸν ἐχθρὸν τυραννικῶς κρατεῖν θέλοντα ω ν ῳ ετο ἐσχηκέναι πόλεων. οἱ ταύτην τὴν ἀνδραγαθίαν ο μματι θείῳ θεασάμενοι εὐφημοῦντες τὸν ἀριστέα φασὶν ὡς ἐκ μιᾶς φωνῆς τὴν χαριστήριον προφέροντες φωνήν, ἀρχόμενοι ω δε· Κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ο νομά σου, ο τι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο, κύριε, ο τι ε θηκας πόλεις εἰς χῶμα, πόλις τῶν ἀσεβῶν εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. ἐπίστησον εἰ σημαίνει τὸ ἀνέγερτον πτῶμα τῆς ̔Ιερουσαλὴμ, τοῦ σωτῆρος ἐν αὐτῇ σταυρωθέντος, τῶν πολιτῶν αὐτῆς ο ντων λοιπὸν ἀσεβῶν διὰ τὴν κυριοκτονίαν. Ps 9,7b Τὸ Μετ' η χους ἀντὶ τοῦ Οὐ σὺν ἠρεμίᾳ ἀλαλαγμοῦ νικησάντων τὸ κατόρθωμα ὑπῆρκται. 55 Ps 9,8b.9 Προτρέπει τὰ προκείμενα ἀναχωρῆσαι μὲν κακίας καὶ δυσσεβείας, προσελθεῖν δὲ ἀρετῇ καὶ εὐσεβείᾳ. τίς γὰρ νοῦν ε χων πιστεύσας τοῖς ου τως εἰρημένοις οὐ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.