Fragmenta in Psalmos · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; reading with the letter.

Greek

καρποί, ἀλλὰ πλείους, ο θεν οὐχ ὑπὲρ τῆς ληνοῦ ἀλλ' ̔Υπὲρ τῶν ληνῶν ἡ ἐπιλήνιος ᾠδή. πάλιν δ' αυ , ἐπεὶ πολλαὶ αἱ πρακτικαὶ ἀρεταὶ τοῦ καρποῦ, ἑκάστης οἰκείας τις ε σται ληνός, α λλη ληνὸς σωφροσύνης ἐφ' η ν φέρουσι τοὺς καρποὺς οἱ ἀγαμίαν κατορθοῦντες οἱ κοίτην ἀμίαντον διατηροῦντες, α λλη ἀνδρείας ἐφ' η ν οἱ ταύτης γεωργοὶ φέρουσι, καὶ περὶ τῶν ἑτέρων δὲ ἀρετῶν ἐρείδουσι τὰ παραπλήσια. πλειόνων δὲ οὐσῶν ληνῶν εἰς α ς φέρουσιν οἱ γεωργοῦντες δίκην ἀμπελώνων τὰς πρακτικὰς ἀρετάς, ἀνάγκη καὶ τοῦ θεωρητικοῦ βίου πλείονας ει ναι εἰς α ς φέρουσι τὰ δόγματα καὶ θεωρήματα τῆς ἀληθείας οι α βότρυς καρποφορήσαντες, τούτων λεγομένων Μὴ λάθῃ τις ἑαυτόν, τὴν ἀντακολούθησιν τῶν ἀρετῶν ἀθετῶν. ε νθα γὰρ μία καὶ αἱ ὁμογενεῖς, ἀλλ' ἐπεὶ μὴ πρὸς πάσας τὴν ι σην ῥοπὴν ε χουσιν οἱ μετέχοντες, ἀφ' η ς ε χουσι, μᾶλλον τῶν α λλων χρηματίζουσιν· ὁ μᾶλλον δικαιοσύνης μετέχων ἀπὸ ταύτης παρονομάζεται, ὡσαύτως καὶ ἐφ' ἑκάστης τῶν ἑτέρων. ου τω γὰρ νοήσεις καὶ τοὺς λεχθέντας διαφόρους μακαρισμοὺς ἐν τῷ Εὐαγγελίῳ, ἐκ τοῦ πλειστοδυναμοῦντος πράου τινὸς ὀνομαζομένου, ἑτέρου δὲ ἐλεήμονος, καὶ καταλλήλως ἐπὶ τῶν λοιπῶν. ̓Αλλὰ καὶ ἐν ἀριθμῷ οἰκείῳ ἡ ᾠδὴ αυ τη τέτακται ὀγδόη ου σα. ε χει γὰρ συμφωνίαν πολλὴν πρὸς τὴν ἀναστάσιμον ἡμέραν τοῦ κυρίου, ἐν ῃ τρυγητὸς πολλῶν ἀμπέλων γέγονεν, ἀποστελλομένων τῶν μαθητῶν τοῦ ἀναστάντος ἐκ νεκρῶν μαθητεῦσαι τὰ ε θνη πάντα καὶ μαρτυρῆσαι τῷ ἀναστάντι ε ως ἐσχάτου τῆς γῆς, ι ν' ἐκταθῇ ἁπανταχῆ τοῦ ἀναστάντος ἡ προσηγορία, ὡς εὐθέως ἐκ τῶν λέξεων τοῦ ψαλμοῦ παρίσταται. 48 Ps 8,2–3 Πάλαι μὲν τοῦ ̓Ισραὴλ μόνου ἐπανέχοντος τῇ θεοσεβείᾳ ἐλέγετο περὶ θεοῦ ̓Εν τῷ ̓Ισραὴλ μέγα τὸ ο νομα αὐτοῦ, νῦν δὲ πληρωθείσης τῆς προφητείας τῆς Πάντα τὰ ε θνη δουλεύσουσιν αὐτῷ (αὐτὸς γάρ ἐστιν ἡ τῶν ἐθνῶν προσδοκία), Θαυμαστὸν τὸ ο νομά σου ἐν πάσῃ τῇ γῇ γέγονεν τῶν ἁπανταχοῦ μετεχόντων τῆς Χριστοῦ προσηγορίας. ̓Εμεγάλυνεν γὰρ ἐπὶ πάντας τὸ ο νομα αὐτοῦ, ὡς ἐν α λλῳ ψαλμῷ φέρεται. τίς δὲ ἡ αἰτία τοῦ ἁπανταχοῦ γῆς θαυμάζεσθαι τὸ ο νομα αὐτοῦ ἀποδίδοται ἐν τῷ ἑπομένῳ στίχῳ. ἐπεὶ γάρ φησιν ̓Επήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν, ο τε ἀνελήφθης ἐκ νεκρῶν ἀναστάς, οἱ ἁπανταχοῦ γῆς α νθρωποι Χριστιανοὶ καλοῦνται τῇ σοῦ τοῦ Χριστοῦ προσηγορίᾳ. μεγαλοπρέπεια τοῦ σωτῆρος ἐπαιρομένη ἐστὶν ὑπεράνω τῶν οὐρανῶν ἡ οἰκονομία, η ν ἀνεδέξατο ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. τί γάρ ἐστιν εὑρεῖν ἐν αὐτῇ ἀπολειπόμενον τοῦ ε χειν ἐν μεγάλοις τὸ πρέπον; ὑπεράνω τῶν οὐρανῶν ἐπήρθη ἡ μεγαλοπρέπεια αὐτοῦ καθίσαντος ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς μετὰ τὸ καθαρισμὸν τῶν ἁμαρτιῶν πεποιηκέναι. ταύτῃ τῇ νοήσει ληπτέον καὶ τὸ ὑψηλότερον αὐτὸν τῶν οὐρανῶν γεγονέναι μετὰ τὴν ἀνάστασιν. μήποτε δὲ οἱ ἀπὸ ἐθνῶν πιστεύοντες πάντες καὶ οἱ ἐκ περιτομῆς προσελθόντες τῷ εὐαγγελίῳ, οι αν καὶ ο σην ποτὲ ἐὰν ε χωσι τοῦ ε ξω ἀνθρώπου ἡλικίαν, βρέφη εἰσὶν τῇ κακίᾳ, νηπιάζονται διὰ τὸ ἁπλότητα ε χειν μὴ εἰδότα τὴν πονηρίαν. διαφορὰ νηπίων καὶ θηλαζόντων παρίσταται ἐκ τῆς λέξεως, τῶν μὲν ε τι γάλα δεχομένων τῶν θηλαζόντων, τῶν δὲ ὑπεραναβάντων τὴν ἡλικίαν ταύτην νηπίων χρηματιζόντων, οι ς κατάλληλον τὸ μετὰ τὸ γάλα βρῶμα κατὰ τὸν ἀπόστολον γράψαντα Κορινθίοις Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. ἐπιστατέον καὶ ἑτέρως· ὁ εἰσαγόμενος, γάλα δεχόμενος, θηλάζων ἐστίν, ὁ δὲ τελειωθεὶς κατὰ φρόνησιν, νηπιάζων δὲ τῇ κακίᾳ, νήπιος ὑπάρχει· τοιοῦτοι δὲ πάντες οἱ στραφέντες καὶ γενόμενοι ὡς τὰ παιδία. 49 Ps 8,6 Οὐ γὰρ πολὺ αὐτῶν ἀπολείπεται τὸ πεφυκέναι γνῶσίν σου ε χειν καὶ ὁμοιοῦσθαί σοι ἁγιότητος καὶ ἀρετῆς ἀναλήψει ὡς ἐφικτόν. ὀρθότατα δὲ καὶ ̓Ηλάττωσας αὐτὸν ει ρηται, ἀλλ' οὐκ ἐλάττονα πεποίηκας. ἰσότιμος γὰρ καὶ ἰσοσθενὴς ω ν τοῖς ἀθανάτοις λογικοῖς ὁ α νθρωπος ἠλαττώθη ἐκείνων θεοῦ 12 προνοίᾳ, δι' ου σὺ δὲ μόνος ὁ προνοούμενος θνητῇ ὑπερβληθεὶς ζωῇ τῷ σαρκὶ συμπλακῆναι. ἀλλ' εἰ καὶ ου τω γέγονε τὰ κατ' αὐτόν, ο μως ε χει ὑπερβάλλουσαν τιμὴν τιμῇ καὶ δόξῃ στεφανωθεὶς ὑπὸ σοῦ ἐν τῷ κατ' εἰκόνα καὶ ὁμοίωσιν σὴν γεγονέναι, δι' η ν εἰκόνα καὶ ὁμοίωσιν ἐνεχείρισας λογικῷ ο ντι τὴν τῶν θνητῶν ζῴων προστασίαν ὑποτάξας αὐτῷ τὰ πάντα ὡς ὑπὸ πόδας αὐτὰ ε χειν. Ταύτας τὰς λέξεις περὶ Χριστοῦ εἰρημένας ̔Εβραίοις γράφει Παῦλος ω δε ἀρχόμενος τῆς περιοχῆς· ∆ιεμαρτύρατο δέ που τις Τί ἐστιν α νθρωπος, ο τι μιμνῄσκῃ αὐτοῦ; καὶ θεὶς

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.