Fragmenta in Psalmos Unit 4 opening
Unit 4.
Lemma-led open — φοβηθήσεται, μὴ ὑποπέσῃ τῷ κρίνοντι ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι διὰ πράξεις ψεκτὰς καὶ φ
Greek
φοβηθήσεται, μὴ ὑποπέσῃ τῷ κρίνοντι ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι διὰ πράξεις ψεκτὰς καὶ φρόνημα ἀσεβές; ου τω γὰρ κρίνοντος αὐτοῦ ἀναπόδραστον τὸ κρίμα ε σται. 56 Ps 9,10 Τούτου δηλωτικὸν τὸ ἐκ προσώπου λεχθὲν τοῦ θεοῦ Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ τὸ ἐν ἑκατοστῷ πρώτῳ ψαλμῷ ου τω ε χον· Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών, ο τι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν, ο τι η κει καιρός. 57 Ps 9,11 Πάσης ἀνθρωπίνης πεποιθήσεως ἀνωτέρω χωρήσαντες (γνῶσιν γὰρ τοῦ ὀνόματός σου ε χοντες ἀσφαλῆ καὶ τελείαν) ἐπ' οὐδενὶ ἐκείνων ἐλπίσουσιν, ζητοῦσι δὲ θεὸν οἱ πάντα παρ' αὐτοῦ θέλοντες ὑπαρχθῆναι α ἐξ ἑαυτῶν ε χειν οὐχ οι οί τέ εἰσιν, ο θεν οὐκ ἐγκαταλείπονται ὑπ' αὐτοῦ. ̔Οσίως καὶ φρονίμως καὶ ταύτης τῆς λέξεως ἀκοῦσαι προσήκει. εἰ γὰρ νομίσοι τις μὴ ἐγκαταλείπεσθαι ὑπὸ θεοῦ τὸν ἐν τοῖς βιωτικοῖς εὐοδούμενον, σφάλλεται. πολλοὶ γὰρ ἀσεβεῖς διάγουσιν ου τως. ἐπεὶ ω ρα λέγειν τὸν Αβελ ἐγκαταλελεῖφθαι (ἀνῃρέθη γάρ), ἀλλὰ καὶ τοὺς προφητὰς καὶ ἀποστόλους· ἐθλίβησαν γὰρ διηνεκῶς, καὶ τέλος ἀνῃρέθησαν ὑπὸ ἀνθρώπων οἱ πλεῖστοι αὐτῶν. ου τω διαστολῆς γεγενημένης φαμὲν μὴ ἐγκαταλελεῖφθαι τὸν μέχρις ἐσχάτης ἀναπνοῆς περιεχόμενον ὑπὸ θεοῦ, κα ν μυριάκις ὑπ' ἐχθρῶν πάθῃ. τοῦτο γὰρ ἀληθῶς τὸ μὴ ἐγκαταλειφθῆναι ὑπὸ κυρίου ἐστίν. Παρίσταται ὁ τρόπος ὡς δεῖ ζητεῖν τὸν θεὸν ἐκ τῶν ἐν τῇ Σοφίᾳ ου τως ἐχόντων· Φρονήσατε περὶ τοῦ κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν, ο τι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. 58 Ps 9,12–13 Υμνον εἰπεῖν προστάττονται οἱ πνεύματι καὶ νοῒ τὸ ψάλλειν ἐσχηκότες, ψάλλουσιν δὲ ου τοι εὐσεβεῖ νοήσει καὶ ἐπινοίᾳ τοῦ πνεύματος· προστάττονται γὰρ ᾳ δειν καὶ ψάλλειν τῇ καρδίᾳ. οἱ ου τω ψάλλοντες τῷ κατοικοῦντι ἐν τῇ Σιὼν κυρίῳ καθ' ὑφήγησιν τοῦ ἁγίου πνεύματος καὶ ἑτέραν πρόσταξιν δέχονται πρὸς αὐτοῦ ἐν τῷ ἀναγγεῖλαι ἐν τοῖς ε θνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ. ταῦτα δέ ἐστιν, ο σα θαυμασίως ἐποίησεν ἐπιδημήσας νοητά τε καὶ αἰσθητά. ῥηθείη δ' α ν ἡ δευτέρα πρόσταξις μάλιστα τοῖς ἀποστόλοις πεμφθεῖσιν μαθητεῦσαι πάντα τὰ ε θνη. Καὶ ο τι ἐκζητῶν τὰ αι ματα αὐτῶν ἐμνήσθη τῶν ἀναιρεθέντων ὑπὸ τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ. τούτοις, φησίν, ἐπιφέρεται τὸ Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων, περὶ ου ἐπαπορήσει τις λέγων· πῶς ε κραζον πρὸς θεὸν οἱ ἀπὸ ἐθνῶν πένητες ο ντες, καίτοι ἀναιρεθέντες ὑπὸ τῆς κατεχούσης πολυθέου ἀπάτης καὶ τῶν ἐνεργούντων αὐτὴν ἀοράτων ἐχθρῶν; πρὸς ο λεκτέον πραγματικῶς αὐτοὺς τὴν κραυγὴν ἀναφέρειν, ὡς τοῦ Αβελ τὸ αι μα βοᾷ πρὸς τὸν θεὸν καὶ ὁ μισθὸς ὁ ἀποστερηθεὶς τῶν ἐργατῶν· ̓Ιδοὺ γάρ φησιν ὁ μισθὸς τῶν ἀμησάντων τὰς χώρας ὑμῶν κράζει, ὁ ἀποστερηθεὶς ἀφ' ὑμῶν· κραυγὴ γὰρ ἡ τοῦ ἀποστερηθέντος μισθοῦ τῷ μὴ ει ναι παρὰ 14 τῷ ἐργασαμένῳ ἀλλὰ τῷ κτήτορι τῆς χώρας τῆς ἀμηθείσης. 59 Ps 9,13 ̔Ρηθείη δὲ καὶ ἑτέρα διάνοια· οὐ πάντως οἱ αὐτοὶ τῶν ἀπὸ ἐθνῶν, ω ν ἐμνήσθη τὰ αι ματα, οἱ πένητές εἰσιν ω ν τῆς φωνῆς οὐκ ἐπελάθετο ὁ εὐεργέτης. δύνανται γὰρ ου τοι ει ναι οἱ περὶ ἐθνῶν προφητικῶς προαναφωνήσαντες, ω ν ὁ μὲν ει πεν Πρὸς σὲ ε θνη η ξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, ὁ δὲ Πάντα τὰ ε θνη ο σα ἐποίησας η ξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου. πένητες δὲ καὶ ἐν τούτοις ει ρηνται οἱ πολὺ τοῦ πλούτου τῆς θεότητος ἀπολειπόμενοι η καὶ τῆς θείας γνώσεως· τέως γὰρ ἐκ μέρους προεφήτευον. 60 Ps 9,14 Κάτω που τυγχάνοντος τοῦ θανάτου ἐκείνου περὶ ου γέγραπται Κατέπιεν ὁ θάνατος ἰσχύσας, οἱ ἐχθροὶ ποιοῦσιν ἐν αὐτῷ γενέσθαι τοὺς ὑπ' αὐτῶν ταπεινουμένους, η τοι διὰ κακώσεως, η τοῦ ἁμαρτάνειν. τούτου τοῦ θανάτου καὶ τῆς ἐπ' αὐτῷ ταπεινώσεως δυνατὸν ἐκτὸς γενέσθαι ἐλέῳ θεοῦ. ὁ γὰρ ε τι περὶ τὰ τῇδε ε χων καὶ προσπάσχων τῷ κόσμῳ ἐν ταπεινώσει τυγχάνων, εἰ λάβοι
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.