Unit 4 rem early
Rem early: Unit 4; lemma and argument toward the thesis.
Greek
αι σθησιν τῶν οἰκείων κακῶν καὶ γνῶσιν τῆς τοῦ θεοῦ ἀγαθότητος, εὐχῆς τρόπῳ ἐρεῖ ̓Ελέησόν με καὶ ἰδὲ τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου γεγενημένην· αὐτοὶ γὰρ ἐταπείνωσαν καθελκύσαντές με· σὺ δὲ μόνος δύνασαι δι' ἀγαθότητα οὐσιωδῶς προσοῦσαν ὑψῶσαί με ἐκ τῶν πυλῶν τοῦ θανάτου. Ps 9,15b Θυγατέρας τῆς Σιὼν ἀκούειν δεῖ τοὺς μετέχοντας ταύτης καταλλήλως τῷ λέγεσθαί τινας υἱοὺς φωτὸς καὶ εἰρήνης καὶ σοφίας· πύλαι δὲ τῆς θυγατρὸς τῆς Σιών, ἀπεναντίως ταῖς πύλαις τοῦ θανάτου ε χουσαι, πράξεις εἰσὶν ἐπαινεταὶ καὶ αἱ ἐπιτελεσθεῖσαι κατ' ἀρετὴν καὶ σοφίαν θεοῦ θεωρίαι. 61 Ps 9,16–17 Τῆς ἀρετῆς ἀφθαρσίας λεγομένης ἐν τῷ ̔Η χάρις μετὰ τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν ̓Ιησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ, ἡ ἀπεναντίως ε χουσα κακία διαφθορὰ καὶ φθορὰ ἀκολούθως κληθήσεται. παρίσταται τὸ φθορὰν τὴν κακίαν λέγεσθαι ἐκ τοῦ Ει τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, καὶ ἐκ τοῦ ἐν τῷ προφήτῃ λεγομένου πρὸς τοὺς φαύλους Ενεκεν ἀφθαρσίας διεφθάρητε φθορᾷ· σύμφωνον τούτοις καὶ τὸ Τῇ διαφθορᾷ σου, ̓Ισραήλ, τίς βοηθήσει; ̔Η ου τω λεγομένη διαφθορὰ ἐν τῷ πράττεσθαι τὸ ει ναι ε χουσα πεποιῆσθαι ὑπὸ τῶν ἐχόντων αὐτὴν ἐπαγγέλλεται. φησὶν ὁ λόγος ἐμπεπῆχθαι τὰ ε θνη ἐν ῃ ἐποίησαν διαφθορᾷ. οὐ γὰρ α λλος τῇ α λλου ἀσεβείᾳ καὶ ἁμαρτίᾳ ἐνέχεται· ε καστος γὰρ τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται. ει τ' ἐπεὶ οἱ κακοὶ πρότερον ἑαυτοὺς βλάψαντες καὶ ἑτέρους εἰς τὴν αὐτὴν βλάβην δι' ἀπάτης α γειν πειρῶνται, σκευάζουσιν κεκρυμμένως παγίδας ἐν τοῖς δολεροῖς φρονήμασιν καὶ λόγοις αὐτῶν ἐπὶ τῷ ἀγρεῦσαι τὸν ἀπροοράτως ε χοντα. αὐτῇ δὲ τῇ παγίδι ῃ ε κρυψαν τιμωροῦνται. δίκας γὰρ διδόασιν καὶ δι' ου ς ἠπάτησαν. γίνεται δὲ τὸ παθεῖν ου τως διακρίσει τοῦ προνοουμένου θεοῦ· πῶς γὰρ οὐ κρίμα αὐτοῦ τὸ ἐν τοῖς ε ργοις αὐτοῦ συλλαμβάνεσθαι τὸν ἁμαρτωλὸν ε χοντα τὴν πρόφασιν τοῦ καταδικάζεσθαι ἐξ ω ν ε δρασεν πονηρῶς; τούτῳ συνᾴδει τὸ ὀλίγῳ πρότερον λεχθὲν ε χον ω δε· ̔Ο ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν. Περὶ τοῦ διαψάλματος εἰρηκότες η δη, περὶ τῆς τοῦ διαψάλματος ᾠδῆς νυνὶ λεκτέον. ἀρξαμένου τοῦ προκειμένου ψαλμοῦ ἀπὸ τοῦ ̓Εξομολογήσομαί σοι, κύριε, παρέτεινεν ἡ ἀπαγγελία ε ως τοῦ Συνελήφθη ὁ ἁμαρτωλός· μεθ' η ν λέξιν ᾠδῆς ἀρχομένης ἀπὸ τοῦ ̓Αποστραφήτωσαν, ἀκόλουθον τῷ διαψάλματι συμπλέξαι τῆς ᾠδῆς τὸ ο νομα. εἰ γὰρ ο λος ὁ ψαλμὸς ᾠδὴ ει ρηται, τρόπῳ καὶ δυνάμει κα ν πρὸ αὐτοῦ πάντως ἐτάττετο ἡ ᾠδῆς προσηγορία, ὡς ἐπὶ πλειόνων ψαλμῶν ἀποδείκνυται. τῷ δὲ μὴ ου τως ε χειν, ἀρχὴν δὲ λαμβάνειν μετὰ τὸ διάψαλμα τὸ ᾳ σμα, εἰκότως ̓Ωιδὴ διαψάλματος μεταξὺ τέθειται. δειχθήσεται ὡς ᾠδῆς διάνοιαν ε χει τὰ ἑξῆς τῶν λέξεων αὐτῶν ἐκτεθεισῶν ̓Αποστραφήτωσαν κτλ. 62 Ps 9,18–19 ̓Αποστραφήτωσαν οἱ ἁμαρτωλοί, οἱ πολεμίων δίκην ἐπιτιθέμενοι, εἰς τὸν ᾳ δην. ἑρμηνεύων δὲ τίνες οἱ ἁμαρτωλοί, ἐπήγαγεν ὡς τὰ ἐπιλανθανόμενα ε θνη τοῦ θεοῦ εἰσιν. ἁμαρτωλοὺς δὲ καὶ ε θνη οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ ἀσάρκους δυνάμεις ἐκλαβεῖν δεῖ. εἰ γὰρ 15 μὴ σημαίνει οὐσίαν ἀλλὰ ποιὸν ἡ ἁμαρτωλὸς φωνή, παρωνυμία ου σα ἀπὸ τῆς ἁμαρτίας, πάντα τὸν μετέχοντα ἁμαρτίας ου τως ὀνομαστέον. καταλλήλως τούτοις καὶ τὰ ε θνη ἐκλήψει. ω σπερ δὲ οὐκ ω ν τις ἐν οὐρανῷ τοπικῶς, ε τι ἐπὶ γῆς περιπατῶν, δύναται ἐκεῖ πολιτείᾳ καὶ νοήσει τυγχάνειν, ου τω μὴ διατρίβων τις ἐν ᾳ δῃ τοπικῶς δύναται σημεῖα φέρειν νεκρότητος καὶ αὐτοῦ τοῦ ἁμαρτάνειν, ὡς οἰκεῖν αὐτὸν τὸν ᾳ δην η δη καίτοι ο ντα ἐν τῇ μετὰ σώματος ζωῇ. Πτωχὸς δὲ λέγεται καὶ ὁ πτωχεύων δι' ἁμαρτίαν, καὶ ὁ μέτριος καὶ α τυφος, καὶ ὁ χρῄζων δέξασθαι παρὰ θεοῦ· ε καστος δὲ γενητός ἐστι τοιοῦτος. κατὰ πάντας τούτους τοὺς τρόπους ὁ λεγόμενος πτωχὸς μνημονεύεται θεῷ. κα ν διά τι σύμφερον δόξῃ λήθης τι αὐτοῦ γίνεσθαι, οὐκ εἰς τὸ παντελὲς δὲ παραμένει αυ τη, καὶ διὰ τοῦτο Οὐκ εἰς τέλος ἐπιληθήσεται. Τίνος δὲ διοίσει πτωχὸς πένητος, προϊόντες ἐροῦμεν ο τ' α ν καιρὸς καλέσῃ εἰπεῖν περὶ τούτων. 63 Ps 9,20 Σύ, κύριε, ὁ τοὺς ὀγκυλλομένους καὶ ἀπαυθαδιζομένους πίπτειν ποιῶν ἀπὸ τοῦ ψεκτοῦ υ ψους, ἀντιταττόμενος τοῖς ὑπερηφάνοις· μὴ τοίνυν κραταιούσθωσαν, ἀλλὰ Κριτήθωσαν ἐνώπιόν σου· ε ψεται γὰρ αὐτοῖς ὑπερβάλλουσα ὠφέλεια. ̔Ερμηνευθείη δὲ τὸ Μὴ κραταιούσθω α νθρωπος ὡς λεχθὲν περὶ διαβόλου, περὶ ου ει ρηται ἐν τῇ παραβολῇ τῶν ζιζανίων ὡς ο ντος ἀνθρώπου ἐχθροῦ, ἀλλὰ καὶ ἐν τῇ προφητείᾳ Ου τος ὁ α νθρωπος ὁ παροξύνων τὴν γῆν. καὶ ἐπεὶ ὁ α νθρωπος ου τος ἐκραταιοῦτο πρὸ τῆς τοῦ σωτῆρος καθόδου λέγων
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.