Fragmenta in Psalmos · §u04-rem-close

Unit 4 rem close

Rem CLOSEOUT: Unit 4 CLOSEOUT.

Greek

κύριον αὐτὸν Πάντων τῶν ἐχθρῶν αὐτοῦ ει ναι η γενήσεσθαι. μάλιστα γὰρ ἐχθροὶ αὐτοῦ εἰσιν οἱ ἐν ἁγιότητι τέλειοι ω ν οὐδενὸς βασιλεύει. μόνων δὲ τῶν ποιούντων τὴν ἁμαρτίαν κατακυριεύει· ει ρηται γὰρ Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας. ὁ δὲ δοῦλος τῆς ἁμαρτίας κατακυριεύεται ὑπὸ τοῦ διαβόλου τοῦ ἐνεργήσαντος ἐν αὐτῷ τὴν ἁμαρτίαν. Κατὰ δὲ τὸ ἀκόρεστον τῆς κακίας αὐτοῦ ἐστιν τὸ ἑξῆς ἐπιφερόμενον· Ει πεν γάρ, φησίν, Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν α νευ κακοῦ. δηλοῖ τὸ ῥῆμα τῆς ἀλαζονείας αὐτοῦ θράσος ὁμοῦ καὶ ἀναισχυντίαν. Ταύτῃ τῇ φωνῇ ἐπιστήσας τις ἑρμηνεύσει περὶ μόνων τῶν ἀνθρώπων ἐχθρῶν αὐτοῦ γεναμένων εἰρῆσθαι Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. εἰ γὰρ ἀπὸ γενεᾶς εἰς γενεὰν ει πεν ἐν τῇ καρδίᾳ α νευ κακοῦ μηδεπώποτε κεκλονῆσθαι, φανερὸν ὡς περὶ τῶν κατὰ διαδοχὴν ἐχόντων τὸ ει ναι μόνων ἀνθρώπων ει ρηται. πλὴν οὐδὲ τοῦτο πάντως ἀληθές· τῶν γὰρ ἁγίων πατριαρχῶν καὶ προφητῶν καὶ ἀποστόλων οὐκ ἐκυρίευσεν· μᾶλλον γὰρ αὐτοὶ αὐτὸν ὑπὸ πόδας ε σχον τοῦ ̓Ιησοῦ τὴν ἐξουσίαν ταύτην ὀρέξαντος. 67 Ps 9,28 ̔Ο τῆς ἁγιότητος αὐτοῦ ἐκπεσών, τῆς ἀληθείας καὶ εὐλογίας πόρρω ἑαυτὸν ἀπαγαγών, τὸ στόμα πλῆρες ε χει ἀρᾶς δι' ω ν λέγει πειρώμενος ὑπὸ κόλασιν καὶ ἀρὰν ποιεῖν τοὺς ἀπατωμένους. ε χει δὲ αὐτοῦ ὁ λόγος σὺν τῷ δολερῷ πολλὴν δεινότητα· διὸ σὺν τῇ ἀρᾷ καὶ πικρίας καὶ δόλου ὁ λόγος αὐτοῦ πλήρης ἐστίν, στόμα αὐτοῦ καλούμενος. καὶ ἐπεὶ τούτων ε καστον ἐπὶ τὸ βλάψαι καὶ ἀπολέσαι προφέρει ὑπὸ τὴν γλῶσσαν αὐτοῦ, αὐτὴ δὲ ὁ λόγος ὁ δολερός ἐστιν, πόνος καὶ κόπος ὑπάρχει· οὐδὲν γὰρ προσηνὲς η χρηστόν, ἀλλ' ει τι κόπον καὶ πόνον ἐμποιῶν προφέρει. 68 Ps 9,29®32 ∆ιὰ πάντων βλαπτικὸς καὶ ἀπωλείας προθέμενος ει ναι αι τιος, ἐπιλέγεται δοκοῦντας ει ναι πλουσίους ἐν λόγῳ (ψευδώνυμον γνῶσιν ε χοντας) ἀνθρώπους, καὶ σὺν αὐτοῖς καθεζόμενος κεκρυμμένως ἐπὶ τῷ λανθάνειν τίς ἐστιν ἐνεδρεύειν πειρᾶται, ι να ἀθῷον 17 ἀποκτείνῃ, τρώσας αὐτὸν τοῖς πεπυρωμένοις αὐτοῦ βέλεσι· θανάτου γὰρ ποιητικὰ ταῦτα κατασπῶντος ἀπὸ τῆς σὺν ἀρετῇ ζωῆς τὸν ὑπὸ τῶν βελῶν βαλλόμενον. Στίξαι δυνατὸν καὶ ου τως· ̓Εγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων· μεθ' ο στίξαντες ἐπιφέρομεν ̓Εν ἀποκρύφοις ἀποκτεῖναι ἀθῷον. τὸ γὰρ ̓Εν ἀποκρύφοις ἀμφιβολίαν ποιοῦν ἑκατέρως διαστέλλεται, ο περ η δη πεποιήκαμεν πρότερον στίξαντες ̓Εγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις, υ στερον ου τως ἀναγνόντες· ̓Εγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις ἀποκτεῖναι ἀθῷον. πλὴν εἰ καὶ ̓Ενεδρεύει πλουσίοις τοῖς προειρημένοις συγκαθήμενος ἐπὶ τῷ ἑλεῖν καὶ ἀποκτεῖναι ἀθῷον, ἀλλά γε ἐπιστατέον ὡς οὐδένα τῶν κατὰ θεὸν σοφῶν τρῶσαι δύναται ἐνδεδυμένον τὴν πανοπλίαν τοῦ θεοῦ· ο θεν τοὺς ὀφθαλμοὺς εἰς τὸν πένητα ε χει πειθόμενος αὐτὸν ε χειν ἁλωτόν, τὸν αὐτὸν ο ντα τῷ ἐμπυριζομένῳ πτωχῷ ἐπὶ τῇ τοῦ ἀσεβοῦς ὑπερηφανίᾳ. ̓Ενεδρεύει ἐν ἀποκρύφῳ οι α α γριος λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ τοῦ ἁρπάσαι πτωχὸν διὰ λόγων ἀπατηλῶν (ε στιν δ' ο τε καὶ διὰ πράξεων), ο ν καὶ ἑλκύσει μετὰ τὸ ἁρπάσαι ἐν τῇ παγίδι αὐτοῦ ἐπὶ τῷ καταφαγεῖν. θὴρ γὰρ α γριός ἐστιν, μᾶλλον δὲ αὐτὸ τοῦτο λέων. πολλάκις γοῦν ἐνεδρεύων, περὶ οἰκονομίας δῆθεν ὁμιλῶν, ἐγκρύπτει τὸν περὶ φιλαργυρίας λόγον. ὡς αυ περὶ σωφροσύνης φθεγγόμενος τρόπον ἀκολασίας ὑποβάλλει, ου τως τὴν Ευ αν ἠπάτησεν ἐν τῷ παραδείσῳ διὰ τῆς παραβάσεως τῆς ἐντολῆς ἰσοθείαν ὑποβαλὼν καὶ τὸν ̓Ιουδὰν διὰ φιλαργυρίας. Τὸ κύψαι κείμενον δηλοῖ, ὡς κάτω στρέψας τὸν ὀφθαλμὸν ε πεσεν· πῶς γὰρ οὐ κάτω τὴν βλέψιν ε χει ὁ ἀθετῶν πρόνοιαν διὰ τοῦ λέγειν ̓Επιλέλησται ὁ θεός, καὶ τὰ ἑξῆς; 69 Ps 9,35–37a ∆υνάμενος παραχρῆμα ταπεινώσει τὸν ὑπερήφανον καταδυναστεύοντα τοὺς ταραττομένους ἐπὶ τῇ θρασύτητι αὐτοῦ, διὰ τί χρήσιμον, βοηθῆσαι αὐτοῖς δυνάμενος, ει ασας αὐτοὺς χρόνον τινὰ θλιβῆναι ἐφ' ῳ γινομένῳ ἐγνώσθης οὐ μόνον καὶ τὸν ἐπ' αὐτῷ καὶ δι' αὐτοῦ πόνον κατανοῶν; γέγονε δὲ τοῦτο, ι ν' οἱ ὠφεληθέντες διὰ τῆς προσκαίρου κακώσεως ἑκουσίως ἑαυτοὺς παραδῶσιν εἰς τὰς χεῖράς σου, πόθον λοιπὸν ε χοντες παιδεύεσθαι καὶ α ρχεσθαι ὑπὸ σοῦ. Σοὶ ου ν ἐγκαταλείπεται ὁ πτωχός· σὺ τὰ περὶ τῆς σωτηρίας αὐτοῦ οἰκονομήσεις, ι να πλούσιον αὐτὸν ποιήσῃς ἀγαθὰ οὐρανόθεν παρασχών. ου τω καὶ ὀρφανῷ αὐτὸς βοηθεῖ, προϊστάμενος καὶ ἀνατρέφων αὐτὸν εἰς υἱοῦ τάξιν. ὀρφανὸν ἐν τούτοις

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.