Unit 4 rem mid
Rem mid: Unit 4; lemma continues; reading with the letter.
Greek
Τὴν οἰκουμένην ο λην ἀπολήψομαι τῇ χειρὶ ὡς νοσσιὰν καὶ ὡς ᾠὰ καταλελειμμένα ἀρῶ· οὐκ ε στιν ο ς διαφεύξεταί με η ἀντείπῃ μοι, οὐκ ἐνεγκὸν τὸ γένος τῶν ἀνθρώπων τοὺς μεθ' ὑπερηφανίας αὐτοῦ λόγους πρεσβείαν προσάγει τῷ σωτῆρι λέγον ̓Ανάστηθι, ω δέσποτα, κατάβηθι πρὸς ἡμᾶς, ι να μὴ ἐπὶ πολὺ ὁ καθ' ἡμῶν ὑπερηφανευόμενος α νθρωπος κραταιωθῇ· α νθρωπος δὲ ει ρηται ὁ διάβολος οὐ τῷ θνητὸν λογικὸν ζῷον ει ναι, ἀλλὰ τῷ θεότητος ἀποπεπτωκέναι ὡσαύτως ἐκείνοις πρὸς ου ς ὁ θεὸς ̓Εγὼ ει πα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες, ὑμεῖς δὲ ὡς α νθρωποι ἀποθνῄσκετε. 64 Ps 9,22–23 α ̔Ο προφήτης ὡς α νθρωπος ἐρωτᾷ καὶ πυνθάνεται τοῦ θεοῦ λέγων Ινα τί, κύριε, ἀφέστηκας μακρόθεν; ει πεν δ' α ν ὁ λόγος πρὸς αὐτὸν ἀποκρινόμενος ο τι Τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιαν α γει τοὺς ἁμαρτάνοντας. ἀφέστηκεν δὲ τῶν ἁμαρτωλῶν μακρὰν ὁ θεός, τῆς ἁμαρτίας αὐτῆς διοριζούσης καὶ μακρὰν ἐλαυνούσης τοὺς ἁμαρτάνοντας κατὰ τὰ εἰρημένον· Αἱ ἁμαρτίαι ὑμῶν διϊστῶσιν μεταξὺ ἐμοῦ καὶ ὑμῶν. α λλως γὰρ ὁ θεὸς ἀεὶ τοῖς πᾶσι πάρεστι καὶ τὰ πάντα πληροῖ πανταχοῦ τυγχάνων. διὸ λέλεκται ἐν προφητείαις. Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐ θεὸς πόρρωθεν. θλιβομένων δὲ κατὰ τὸν ἐνεστῶτα βίον τῶν δικαίων καὶ ὑπὸ τῶν ἀσεβῶν καταπονουμένων, Ωσπερ μακρὰν ἀφεστώς, καταλείπεις αὐτούς, φησίν, ω κύριε, καὶ ὑπερορᾷς· διὸ καὶ αυ ξει ἡ ὑπερηφανία τῶν ἀσεβῶν, τὸν δὲ σὸν πένητα καὶ πτωχὸν ἐμπυρίζει ζηλοῦντα τὸν θεοσεβῆ ζῆλον καὶ ε νδοθεν φλεγόμενον τὴν ψυχήν. 65 Ps 9,24 Καὶ μάλιστα οἱ θείου πλούτου καὶ σοφίας στερούμενοι καὶ μὴ ἀκριβεῖς ο ντες περὶ τὰ δόγματα τῆς εὐσεβείας· ου τοι γὰρ τοῖς τῆς σοφῆς προνοίας προσκόπτουσιν κρίμασιν ἐπαινοῦντες τὸν ἁμαρτωλὸν ἐφ' οι ς ἐπιθυμεῖ, φανεροῦ ο ντος ὡς οὐ τῶν αἱρετῶν ἀλλὰ τῶν ἡδέων καὶ ἐμπαθῶν ὀρέγεται ὁ ἁμαρτωλός. πρὸς τούτοις ἐκ τοῦ αὐτοῦ σφάλματος εὐλογίαν ἡγοῦνται τοὺς πλοῦτον καὶ δόξαν ἀνθρωπίνην καὶ πρόσκαιρον ε χοντας, φάσκοντες τοὺς ἀδικοῦντας πρὸς θεοῦ εὐλογεῖσθαι· ε δει δὲ τοπάσαι ὡς ἡ τοῦ θεοῦ εὐλογία δίδοται δικαίοις. 66 Ps 9,25–27 Εἰ καὶ ε δοξεν μακρὰν ἀφεστάναι καὶ ὑπερορᾶν θεὸς τοὺς θλιβομένους διὰ τὸ ταράττεσθαι ὑπὸ τῆς τοῦ ἀσεβοῦς ὑπερηφανίας, ἀλλ' ου ν πάνυ ἀγανακτεῖ κατὰ τοῦ ὑπερηφάνου σκανδαλίσαντος καὶ (ι να κατὰ τὴν γραφὴν ει πω) ἐμπυρίσαντος τὸν πτωχὸν καὶ διὰ τὸ κακῶς κεχρῆσθαι τοῖς ὑπάρξασιν αὐτῷ τῇ θεοῦ προνοίᾳ. τοῦτο γὰρ ἐκ τῶν ἑξῆς λέξεων παρίσταται· ει ρηται γὰρ Παρώξυνε τὸν 16 κύριον ὁ ἁμαρτωλός. ου τος δ' ἐστὶν ὁ ὑπερηφανευόμενος ἀσεβὴς καὶ ἐπὶ ταῖς ἐπιθυμίαις ἑαυτοῦ ἐπαινούμενος. εἰς τοσοῦτον δὲ παρώξυνεν τὸν κύριον ὡς ἐπιτεταμένην τὴν ὀργὴν γενέσθαι, η ν αὐτὸς ἑαυτῷ ἐθησαύρισεν κατὰ τὸ λεχθὲν Κατὰ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. Πλὴν εἰ καὶ πολλὴ ἡ θησαυρισθεῖσα ὑπ' αὐτοῦ ὀργή, ἀλλά γε οὐκ ε σται κατὰ τὸ πλῆθος καὶ μέγεθος αὐτῆς ἐκζήτησις ἐν ἡμέρᾳ κρίσεως δι' ἀγαθότητα τοῦ κρίνοντος θεοῦ. εἰ γὰρ ἐκζήτησις κατὰ τὸ πλῆθος τῆς ὀργῆς ἐγίνετο, α ρδην ἀπώλλυντο καὶ παρ' αὐτὰ οἱ κακοί. τοῦτ' αὐτὸ θεωρήσαντες τῷ ἀγαθότητα ἐνδεικνυμένῳ φασὶν ̓Εὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; Πρόφασις δὲ τοῦ παροξύναι τὸν ἁμαρτωλὸν τὸν κύριόν ἐστιν τὸ μὴ πρὸ ὀφθαλμῶν καὶ ἐνώπιον αὐτὸν ε χειν, ἐπείπερ ἀπεστράφη θεόν. πᾶς γὰρ ἁμαρτάνων τοῦτο πράττει· διό φησιν ὁ θεὸς περὶ παντὸς τοιούτου Εστρεψαν ἐπ' ἐμὲ νῶτα αὐτῶν καὶ οὐχὶ πρόσωπα. ταύτης τῆς ἀσεβείας ὁ Κάϊν πατὴρ γεγονὼς ̓Εξῆλθεν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ ἀποστραφεὶς αὐτὸν δηλονότι. Εἰ περὶ ἀνθρώπων ἁμαρτωλῶν λέγεται ταῦτα, πολλῷ μᾶλλον καὶ περὶ διαβόλου παροξύναντος τὸν θεὸν καὶ οὐκ ε χοντος αὐτὸν ἐνώπιον αὐτοῦ. μάλιστα γὰρ αἱ ἑπόμεναι λέξεις περὶ αὐτοῦ λέγονται· Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ. τίνος γὰρ ἀνθρώπου Βεβηλοῦνται αἱ ὁδοὶ ἐν παντὶ καιρῷ, τῶν ἀσεβῶν καθηκόντως πολλὰ πολλάκις ἐπιτελούντων; βαδίζει δὲ βεβήλως οὐκ εἰς μόνας πράξεις ἐπιλήπτους α γων τοὺς ἀνθρώπους, ἀλλὰ καὶ ἀπρονοησίαν ὁρίζων. πολλοὺς γοῦν ε πεισεν ἀπροστασίαστον τὸν κόσμον δογματίσαι, πρότερον αὐτὸς ἐκπεσὼν τῆς ὀρθῆς περὶ διοικήσεως θεοῦ καὶ κρίσεως γνώμης. παρίσταται τοῦτο ἐκ τοῦ λεγομένου τῷ θεῷ περὶ αὐτοῦ ̓Ανταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει, οὐχ ὡς πάντως τοῦτο σχήσοντος, ἀλλὰ διὰ τὸ αὐτὸν τοῦτο προτεθεῖσθαι· ψεῦδος γὰρ τὸ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.