Fragmenta in Psalmos · §u05-open

Fragmenta in Psalmos Unit 5 opening

Unit 5.

Lemma-led open — ἐκλαβεῖν δεῖ τόν ποτε ε χοντα πατέρα τὸν διάβολον διὰ κακίαν, νῦν δὲ αὐτὸν ἀποβαλόντα μετα

Greek

ἐκλαβεῖν δεῖ τόν ποτε ε χοντα πατέρα τὸν διάβολον διὰ κακίαν, νῦν δὲ αὐτὸν ἀποβαλόντα μετανοίας τρόπῳ. σύμβολα τούτων τῶν προσληφθέντων ὀρφανῶν ἐπὶ τῷ βοήθειαν ε χειν ὑπὸ θεοῦ ὁ ̓Αβραὰμ καταλιπὼν τὸν οι κον τοῦ πατρὸς ι να θεῷ ἀκολουθήσῃ κεκλημένος, καὶ οἱ Ζεβεδαίου υἱοὶ ἀφέντες τὸν πατέρα προτροπῇ τοῦ εἰπόντος ̓Ιησοῦ ̓Ακολουθεῖτέ μοι. ̔Αμαρτωλὸς δὲ τίς α ν ει η καὶ πονηρὸς μετὰ τοῦ α ρθρου εἰρημένος η ὁ διάβολος; τούτου ὁ βραχίων ὑπὸ κυρίου συντρίβεται, καὶ ἡ ἁμαρτία αὐτοῦ ζητουμένη οὐχ εὑρίσκεται, ε χουσα ἐν τῷ ἐπιτελεῖσθαι τὸ ει ναι τέλος λαβοῦσα. οὐ γὰρ οὐσία τίς ἐστιν τὸ κακὸν ἀλλὰ ποιότης, καὶ ου τως ἐνστήσεται τὸ ἐπὶ πᾶσιν τέλος ου χάριν τὰ α λλα πάντα γέγονεν· αὐτὸς δὲ οὐδενὸς ε νεκά ἐστιν, ὡς τῆς βασιλείας αὐτοῦ μὴ ει ναι τέλος. οὐ γὰρ οι όν τε τὸν αὐτὸν ὑπὸ δύο κυρίους καὶ βασιλεῖς ει ναι. ο τε ἐκυρίευεν καὶ ἐβασίλευεν ἡ ἁμαρτία τοῦ αὐτὴν ποιοῦντος, ὁ θεὸς οὐ κύριος οὐ βασιλεὺς τοῦ ἁμαρτάνοντος η ν. ἐπειδὴ δὲ ζητηθεῖσα ἡ ἁμαρτία ἡ βασιλεύουσα τοῦ ἐνεργοῦντος αὐτὴν οὐχ ηὑρέθη, Κύριος εἰς τὸν αἰῶνα βασιλεύει καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 70 Ps 9,37b Γῆ τοῦ θεοῦ ἡ ἀγαθὴ καρδία ει ρηται. ἐκ ταύτης τῆς γῆς ε θνη ἀπόλλυνται, ο τ' α ν ἐκβληθῇ πᾶν ἐνθύμημα φαῦλον καὶ λογισμὸς πονηρός· ε θνη γὰρ τὰ φαῦλα ἐνθυμήματα καὶ λογισμοὶ εὐεργεσίᾳ θεοῦ ἀπολλύμενα. εἰ δὲ καὶ τὴν τῶν πραέων γῆν δηλοῦσθαί τις βούλεται (κυρίου γὰρ καὶ αὐτή), ἀπόλλυνται ἐκ τῆς γῆς ταύτης ε θνη. πᾶς γὰρ ὁ ἁμαρτάνων οὐκ ἐπιτρεπόμενος εἰς αὐτὴν ἀναβῆναι· μόνοι γὰρ α γιοι κληρονομήσουσιν αὐτήν. 18 ει ρηται γὰρ πρός τινος ἁγίου· Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων. καὶ πρὸς α λλον ὁ θεὸς ει πεν· ̓Αναβιβάσω σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς. 71 Ps 9,38 ̓Επιθυμίᾳ τῶν πενήτων ὑπῆρχε τὸ πεσεῖν τὸν τυραννικῶς κατακυριεύσαντα αὐτῶν. ἐπεὶ ου ν ὑπῆρκται αυ τη συντριβέντος τοῦ βραχίονος τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, εἰκότως θεῷ τῷ τὰς καρδίας ἐπισταμένῳ καὶ τὸ κρυπτὸν εἰδότι ἡ ἐπιθυμία αὐτῶν πεφανέρωται, ἐνεργὴς ου σα προσευχή. εἰσήκουσεν δὲ αὐτῶν ὁ κύριος, προσέχοντος τοῦ ὠτὸς αὐτοῦ τῇ ἑτοιμασίᾳ τοῦ ἡγεμονικοῦ αὐτῶν· πῶς γὰρ οὐχ ἑτοίμην τὴν καρδίαν ει χον πρὸς τὸ σωθῆναι οἱ τῶν προλεχθέντων ε χοντες ἐπιθυμίαν; 72 Ps 9,39 ∆ιχῶς καὶ ἐνταῦθα τὸν α νθρωπον ἐκληπτέον, ει ς τε τὸ θνητὸν λογικὸν ζῷον ἀλαζονευόμενον, καὶ εἰς τὸν λέγοντα διάβολον Τὴν οἰκουμένην ο λην καταλήψομαι τῇ χειρί, καὶ οὐκ ε στιν ο ς διαφεύξεταί με η ἀντείπῃ μοι. οὐ γὰρ ε τι μεγαλαυχήσει συντριβόμενος ὑπὸ τοὺς πόδας τῶν ἁγίων πατούντων αὐτοῦ τὴν δύναμιν, ̓Ιησοῦ τοῦτο χαρισαμένου. 73 Ps 10,1–2 73 ̓Αναγνωστέον δὲ καὶ ου τως· ̓Επὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου ̓Ιδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, καὶ τὰ ἑξῆς; ἐφ' οι ς εἰρημένοις παρορμᾷ τὴν ψυχὴν ἑαυτοῦ μετεωρισθῆναι δίκην στρουθίου πτεροῖς ἀρετῆς, ι να περάσας ἐπὶ τὰ υ ψος ε χοντα ο ρη πνευματικὰ ἀβλαβὴς διαμείνῃ. ο πως δ' α ν ε χῃ τὰ τῆς διαστολῆς τοῦ ἀναγνώσματος, πεποιθέναι ἐπὶ κύριον προσήκει. 74 Ps 10,1–2 Κατὰ θεωρίαν δέ· πολλῶν σοφιστικῶς παρεσκευασμένων ὁρατῶν τε καὶ ἀοράτων ἐχθρῶν ὡς η δη τὸ ἡγεμονικὸν ε χειν τεταμένον, δι' ἑτοιμασίαν τόξῳ ἐντεταμένῳ ἐοικός, ἀλλὰ καὶ βέλη ε τοιμα, λόγοι δὲ πειθανοὶ ταῦτα, πρὸς τὸ κατατοξεῦσαί σε, ε χεις διατριβὴν ἐν ὑψηλοῖς ο ρεσιν, ε νθα γεναμένη οὐ τρωθήσει. ει ρηται δὲ ὡς τὰ θειότερα τῶν γραφῶν νοήματα τῇ τῶν ὀρῶν προσηγορίᾳ σημαίνεται· πρὸς τούτοις καὶ οἱ σοφοὶ διδάσκαλοι ἀπόστολοι καὶ προφῆται. ∆υνατὸν ὑπὸ τοῦ πνεύματος εἰρημένον ἐκλαβεῖν τὸ Μετανάστευε ἐπὶ τὰ ο ρη ὡς στρουθίον, προτρεπομένου ἀναχωρεῖν τὸν διαδράναι θέλοντα τὴν ἰοβόλον τρῶσιν τῶν τοξοτῶν. εἰ δὲ καὶ ἀόρατοι δυνάμεις αἱ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.