Unit 5 rem early
Rem early: Unit 5; lemma and argument toward the thesis.
Greek
αὐταὶ ου σαι η συγγενεῖς τοῖς τοξόταις λέγοιεν τὸ Μετανάστευε ἐπὶ τὰ ο ρη ὡς στρουθίον, χλευαστικῶς αὐτὸ εἰρημένον ἐκληψόμεθα, ὑποδειλῶσαι θελόντων τοὺς ἐν ο λῃ καρδίᾳ ἐπὶ θεὸν πεποιθότας. ει τ' ἐπεὶ σκότους υἱοὶ καὶ νυκτός εἰσιν οἱ πρὸς τὸ ου τω σοφιστεύειν παρεσκευασμένοι τοξόται, ἐν ἀφεγγεῖ νυκτὶ κατατοξεύειν προτέθεινται τοὺς εὐθείαν καρδίαν ε χοντας. Ps 10,3b ̔Ο κύριος δίκαιος ω ν τί ποιήσει η ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς τὰς παγίδας αὐτοῦ καὶ μερίσει αὐτοῖς ποτήριον κολάσεως ἐπὶ τῷ πίοντας αὐτοὺς ἀσθενῆσαι ἀπὸ τῆς πρὸς τὸ τοξεύειν ὁρμῆς; 75 Ps 10,4–7 Η περὶ τοῦ πατρὸς η καὶ αὐτοῦ τοῦ σωτῆρος· πρὸ τῆς ἐνανθρωπήσεως ναὸν α γιον αὐτοῦ ἐκληπτέον τὴν περὶ αὐτοῦ ἁγίαν καὶ οὐράνιον νόησιν. ω ν ̓Εν ναῷ ἁγίῳ αὐτοῦ καὶ τὸν θρόνον ε χει ἐν οὐρανῷ, θεϊκῶς καὶ ἐπουρανίως βασιλεύων. ἐσημειωσάμεθα καὶ ἐν τοῖς πρότερον ἀντὶ βασιλείας τὸν θρόνον λαμβάνεσθαι. αἱ δὲ ἐποπτικαὶ καὶ ε φοροι τοῦ θεοῦ δυνάμεις ὀφθαλμοὶ αὐτοῦ καλούμεναι, πρὸς τὸν πένητα γινόμεναι φρουροῦσιν αὐτὸν ἀβλαβῆ τῶν περὶ αὐτὸν οἰκονομηθέντων. τὰ βλέφαρα τῶν ὀφθαλμῶν τοῦ θεοῦ ἐξετάζει τὰς πράξεις καὶ τοὺς λογισμοὺς τῶν ἀνθρώπων. ἐκ τούτου παρίσταται τοῦ κριτοῦ τὸ φιλάνθρωπον. εἰ γὰρ ὀφθαλμοῖς ἐξήταζεν καὶ μὴ βλεφάροις, ἀνύποιστος η ν ἀνθρώποις ἡ κρίσις. τὸ δὲ τοῖς βλεφάροις ἑαυτοῦ ἐξετάζειν τὰ κατ' αὐτοὺς οὐ παρατηρεῖται πάντα τὰ ἁμαρτήματα τῶν κρινομένων οὐδὲ οι ου μεγέθους ὑπάρχει ταῦτα. ευ δὲ καὶ τὸ εἰπεῖν· τοὺς μὲν ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν εὐεργετούμενον ει ναι, κα ν ει ς πένης ὑπάρχῃ, τὰ δὲ βλέφαρα ἐπὶ τοὺς υἱούς· πολλοὺς ἀνθρώπων υἱούς, ι ν' αἱ μὲν εὐεργεσίαι δαψιλῶς 19 παρρησίᾳ ἐπιτελῶνται, αἱ δὲ κολάσεις πολὺ τὸ κεκρυμμένον ε χωσι περὶ θεοῦ. καὶ ταῦτα λέξει διανοούμενα· οὐδὲν αἰσθητὸν βλέφαρον η ε τερόν τι τοιοῦτον ἐμφαίνουσιν, ο θεν καὶ ταῦτα θεοπρεπῶς νοητέον. ̔Ο Χριστός ἐστιν ου τῷ βήματι φανερωθῆναι πάντας δεῖ, ι να κομίσηται ε καστος τὰ διὰ τοῦ σώματος πρὸς α ε πραξεν ει τε ἀγαθὸν ει τε κακόν. εἰπὼν δὲ ὑπὸ κυρίου ἐξέτασιν γινομένην τοῦ δικαίου καὶ τοῦ ἀσεβοὺς ἐπιφέρει ὡς μισεῖ τὴν ἑαυτοῦ ψυχὴν ὁ τὴν κακίαν ου σαν ἀδικίαν ἀγαπῶν ποιῶν αὐτὴν κολαστέαν διὰ τοῦ ἁμαρτάνειν· ῳ ἐναντίον ποιεῖ ὁ δικαίως ἐνεργῶν, ἀγαπῶν τὴν ψυχὴν αὐτοῦ καὶ πλησίον ὡς ἑαυτὸν ὁ εἰς ἀρετὴν αὐτὸν α γων. οὐ μάχεται τὸ Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ τῷ μὴ ἀνίστασθαι ἀσεβεῖς ἐν κρίσει. τὸ μὲν γὰρ τοὺς πάντῃ ἀθέους σημαίνει, τὸ δὲ τοὺς διὰ ἁμαρτάνειν καταφρονοῦντας θεοῦ. πλέονες γὰρ γραφαὶ δηλοῦσι τοῦτο, μάλιστα ἡ λέγουσα Εσται ὁ δίκαιος ὡς ὁ ἀσεβὴς ἐν Γενέσει. ̓Επιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, τουτέστι κολάσεις παγιδευούσας καὶ ἐντὸς ἀρκύων ποιούσας τοὺς ἀγρευομένους, εἰ μὴ α ρα τὸ παραδίδοσθαι αὐτοὺς ὑπ' αὐτοῦ ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν· τοῦτο δηλοῖ καὶ πάθεσιν ἀτιμίας καὶ ἀδοκίμῳ νῷ. καὶ ο ρα εἰ μὴ διὰ τοῦτο ̓Επιβρέξει ἀλλ' οὐ βρέξει παγίδας ει ρηται· η δη γὰρ παγιδευθεῖσιν ὑφ' ἑαυτῶν ἐπιβρέχονται παγίδας. τοῦτο δηλοῦται καὶ ἐκ τοῦ Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. ἐφαρμόσεις πρὸς ἑκατέρας τὰς ἀποδόσεις τὸ ου τω γεγραμμένον ἐν Παροιμίαις· Πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστελεῖ ὁ θεός. πρὸς μὲν γὰρ τὴν προτέραν ἀπόδοσιν κολάσεις ει εν αἱ σκολιαὶ ὁδοὶ τοῖς διὰ κακίαν σκολιοῖς γεγενημένοις ἐκπεμπόμεναι, πρὸς δὲ τὴν ἑτέραν αἱ παραδόσεις εἰσὶν αι ς παραδίδονται οἱ ἑκουσίως ἁμαρτάνοντες, αι δηλοῦνται διὰ τῶν παθῶν τῆς ἀτιμίας καὶ τῶν κατηριθμημένων. Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. αἱ ἐπίπονοι ἀνταποδόσεις δηλοῦνται πολλάκις ἐν τῇ γραφῇ ὀνόματι τοῦ ποτηρίου ὡς ἐν ̔Ησαίᾳ ̓Εξεγείρου, ἐξεγείρου, ̔Ιερουσαλὴμ ἡ πιοῦσα τὸ ποτήριον τῆςπτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ, καὶ τὰ ἑξῆς· ἀλλὰ καὶ ἐν ̔Ιερεμίᾳ παρίσταται τὸ αὐτὸ ἐκ τῆς ἐχούσης ου τω φωνῆς· Ει πεν κύριος ὁ παντοκράτωρ ὁ θεὸς τοῦ ̓Ισραὴλ Λάβε τὸ ποτήριον τοῦ οι νου τοῦ ἀκράτου ἐκ χειρός μου καὶ ποτιεῖς αὐτὸ πάντα τὰ ε θνη πρὸς ου ς ἐγὼ ἀποστελῶ σε. μήποτ' ου ν συμφώνως τούτοις καὶ ἐν τοῖς προκειμένοις κόλασιν δηλοῖ ̔Η μερὶς τοῦ ποτηρίου τοῦ μερισθέντος αὐτοῖς, μάλιστα ο τι τὸ πλήρωμα τοῦ ποτηρίου τούτου Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἐστὶν ου σύμβολα τὰ ἐν Γενέσει ἀναγεγραμμένα ει δη κολάσεων ἐλθόντα ἐπὶ Σοδόμα καὶ Γόμορρα παρὰ κυρίου· πρὸς τούτῳ τῷ πυρὶ καὶ τῷ θείῳ καὶ Πνεῦμα καταιγίδος ἐστὶν ἐν τῷ ποτισμῷ τοῦ ποτηρίου. δηλοῖ τὸ πῦρ τὴν διὰ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.