Unit 5 rem close
Rem CLOSEOUT: Unit 5 CLOSEOUT.
Greek
ἀνάγκης, οὐκ ἀντιστρέφοντος τὸν πένητα πτωχὸν ει ναι. καὶ τάχα γε τὰ εἰρημένα περὶ τοῦ πτωχοῦ κατασκευάσεται, καὶ ἐκ τῆς γραφῆς ει ρηται γὰρ Πλούσιοι ἐπτώχευσαν, καὶ Οτι ἐπτωχεύσαμεν σφόδρα· συμφώνως τούτοις ἐκλήψεται καὶ τὸ περὶ τοῦ σωτῆρος λεχθὲν ̔Ως ἐπτώχευσεν δι' ἡμᾶς πλούσιος ω ν, ι ν' ἡμεῖς πλουτήσωμεν τῇ αὐτοῦ πτωχείᾳ. συναινεῖ καὶ τοῖς περὶ τοῦ πένητος τὸ Στεναγμοῦ τῶν πενήτων, στενόντων ἀεὶ καὶ ὀλοφυρομένων ἐπὶ τῷ πόνῳ τῷ ἐκ τοῦ ἀπορεῖν 21 τῶν ἐπιτηδείων προσόντι. τὸ Θήσομαι ἐν σωτηρίῳ δηλοῖ τὸ ὁρίσω καὶ ποιήσω, ω σπερ καὶ ἐν τῷ Ον ε θηκεν κληρονόμον πάντων, δηλούσης τῆς λέξεως ο ν ω ρισεν καὶ ἀνέδειξεν κληρονόμον. εἰς ταῦτα λήψει τὸ Εθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους καὶ τὰ ἑξῆς, καὶ τὸ πρὸς τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας εἰρημένον ̔Υμᾶς ε θετο τὸ πνεῦμα τὸ α γιον ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν· τὸ γὰρ Εθετο ἀπόδειξιν τὴν διὰ τοῦ ὡρίσθαι καὶ πεποιῆσθαι ἀποστόλους καὶ ἐπισκόπους δηλοῖ. 79 Ps 11,8.9 Κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ διατηρεῖν καὶ ὁ σωτὴρ περὶ τῶν μαθητῶν ε λεγεν τῷ πατρὶ Πάτερ α γιε, τήρησον αὐτούς· ο τε η μην μετ' αὐτῶν, ἐγὼ ἐτήρουν αὐτούς, καὶ ὁ πονηρὸς οὐχ η πτετο αὐτῶν. ει πον δὲ κατὰ τοῦτο τὸ σημαινόμενον διὰ τὸ ἐν τῇ Γενέσει λεχθὲν περὶ τοῦ ̓Αδὰμ πρὸς τὸν ο φιν Αὐτός σου τηρήσει κεφαλήν, σὺ δὲ τηρήσεις αὐτοῦ πτέρναν. οὐκ ε τι γὰρ ἐνταῦθα ταὐτὸν τῷ φυλάξαι τὸ τηρεῖν; φαίνεται γὰρ ἐξ αὐτοῦ τὸ Αὐτός σου ἐπιτηρήσει κεφαλήν, καὶ σὺ αὐτοῦ τὴν πτέρναν. ̓Αναπέμπει τὴν εὐχὴν ὁ φάσκων Σύ, κύριε, φυλάξεις ἡμᾶς, μετὰ τὸ πάντα ποιῆσαι τὰ παρ' ἑαυτῶν ἐν τῷ τηρεῖν τὴν λέγουσαν παραίνεσιν Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· καὶ ἐπεὶ τούτων κατορθουμένων οὐκ αὐτάρκη πρὸς τὸ ἀνεπιβούλευτον τὰ ὑφ' ἡμῶν σπουδαζόμενα ( ̓Εὰν γὰρ μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων αὐτήν), εἱρμὸς α γει μετὰ τὸ φρουρηθῆναι ἡμᾶς ὑφ' ἑαυτῶν προσευχὴν προσαγαγεῖν τὴν λέγουσαν Σύ, κύριε, φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς. αὐτοῦ γὰρ φυλάττοντος θαρσήσωμεν, ὡς ἀνεπιβούλευτοι εἰς τὸν αἰῶνα ἐσόμεθα· υ ψιστος γὰρ ω ν, δέσποτα, καὶ ἐν ὑψηλοῖς ὑπάρχων, κατὰ τὸ προσὸν υ ψος τῇ ἀγαθότητί σου τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐπολυώρησας, κρίνας αὐτοὺς ἀξίους ει ναι τοῦ προστασίαν ε χειν ἐκ προνοίας τῆς σῆς. 80 Ps 12,4b.5a Εἰ καὶ πρεσβείας τρόπῳ ὑπὸ τοῦ ἁγίου λέγεται ταῦτα, ἀλλά γε οὐχ ὑποκείμενος λήθῃ θεοῦ ἀλλὰ τὰ α λλων εἰς ἑαυτὸν ἀναδεξάμενος λέγει τὰ τῆς αἰτήσεως πάντα. δῆλον δὲ ὡς οὐ περὶ αἰσθητοῦ φωτισμοῦ η υ πνου καὶ θανάτου τὰ τῆς αἰτήσεώς ἐστιν ἀλλὰ περὶ τοῦ ἐκ γνώσεως θεοῦ φωτισμοῦ. Φωτίσατε γὰρ ἑαυτοῖς φῶς γνώσεως, καὶ Προσέλθετε τῷ κυρίῳ καὶ φωτίσθητε. γίνεται δὲ ὁ φωτισμὸς ου τος οὐ περὶ τὸ τῆς σαρκὸς ο μμα (ὁρατικὸν γὰρ τοῦτο ἡλίου) καὶ ει τι ε τερον αἰσθητὸν φῶς τῶν ὁρώντων τὸν τῆς δικαιοσύνης η λιον· τὸ φῶς τὸ ἀληθινὸν ὀφθαλμῶν οὐ σώματος ἀλλὰ καρδίας ο ντων· τοῦ γὰρ ε σω ἀνθρώπου ὀφθαλμοὶ αἱ νοητικαὶ δυνάμεις. τῷ ου τω φωτιζομένῳ ε πεται ζωὴν μακαρίαν ε χειν. ̓Εγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ κύριος λέγει· ̔Ο περιπατῶν ἐν ἐμοί, φησίν, ἐν τῇ σκοτίᾳ οὐ μὴ μείνῃ ἀλλ' ε ξει τὸ φῶς τῆς ζωῆς· η ς ζωῆς παραγινομένης εἰς τὸν φωτισθέντα, α πεστιν αὐτοῦ τὸ ὑπνῶσαι εἰς θάνατον, ὑπνοῦντος καὶ ἀποθνῄσκοντος τοῦ ο ντος ἐν σκότει τῆς ἀγνοίας. ὁ γὰρ δοὺς δι' ἀμελείας καὶ ῥαθυμίας εἰς υ πνον τοὺς ὀφθαλμοὺς αὐτοῦ εὐθέως τεθνήξεται, ἐκπίπτων τῆς σὺν ἀρετῇ ζωῆς· ο θεν φευκτέον τὸν ψεγόμενον υ πνον τοῦτον καὶ θάνατον, ι να, πεφωτισμένων τῶν ὀφθαλμῶν τῆς ψυχῆς, μηκέτι ει πῃ ὁ ἐχθρὸς Ισχυσα πρὸς αὐτόν, πάλαι νομίζων ἰσχυκέναι ο τε ἡμάρτομεν. 81 Ps 12,5b.6 ̓Επεὶ χαιρέκακοι ο ντες οἱ θλίβοντες τοὺς δικαίους ἐχθροί, ἀγαλλιῶνται. εἰ συμβαίη ἐξ ἁμαρτίας γενέσθαι κλόνον, δέον λυπεῖσθαι ἐπὶ τοῖς πίπτουσι· ἀλλ' εἰ καὶ ἀγαλλιῶνται ἐπὶ τῷ σαλεύεσθαί τινα ἐκεῖνοι, ἐγώ, ω δέσποτα, ἐλέει τῷ σῷ ἐλπίζων οὐ πείσομαι ο ἰδεῖν ἐν ἐμοὶ ποθοῦσιν. προσδοκῶ γὰρ τὸ σωτήριόν σου θᾶττον παραγενόμενον ἐφ' ῳ ἀγαλλιᾶται ἡ καρδία μου· πῶς γὰρ οὐκ εὐφραίνεται καὶ ἀγαλλιᾶται ὁ πεῖραν θεοῦ σωτηρίας ε χων; Εἰ δὲ καὶ προφητεία ἐστὶν δηλουμένη περὶ τοῦ ἐλεύσεσθαι τὸ σωτήριον τοῦ θεοῦ τὸν Χριστόν, ἐπίσκεψαι. ου τος γὰρ ἐλθὼν ἐπὶ σωτηρίᾳ κόσμου καθεῖλεν τοὺς ἐφηδομένους ἐπὶ τοῖς κλονουμένοις κατὰ ψυχήν· καταβαλὼν σὺν αὐτοῖς τὸν ἐχθρὸν τὸν ὑψούμενον 22
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.