Fragmenta in Psalmos · §u05-rem-mid

Unit 5 rem mid

Rem mid: Unit 5; lemma continues; reading with the letter.

Greek

καύσεως ἀπειλήν, τὸ δὲ θεῖον τὴν διεγείρουσαν ε τι μᾶλλον τὸ πῦρ ἀφορμήν. πρὸς τούτοις τὸ Πνεῦμα τῆς καταιγίδος πειρασμοῦ τινος συστροφὴν δηλοῖ. ο τι δὲ πειρασμὸν ἡ καταιγὶς δηλοῖ, σαφῶς ε στι μαθεῖν ἀπὸ τοῦ ἐν ̔Ησαίᾳ γεγραμμένου ̔Ως καταιγὶς δι' ἐρήμου διέλθοι ἐρχομένη ἐγγύς, φοβερὸν τὸ ο ραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. φύγωμεν τοίνυν τὴν ἀσέβειαν, ι να τοῦτο τὸ ποτήριον μακρὰν γένηται ἀφ' ἡμῶν, καὶ ἐν εὐσεβείᾳ ζήσωμεν, ι να πίωμεν τὸ μεθύσκον ὡς κράτιστον περὶ ου τάχα κἀκεῖνο λέλεκται· Κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. Οτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητας ει δεν τὸ πρόσωπον αὐτοῦ. καὶ τούτου χάριν ἐπὶ τὸν πένητα τοὺς ὀφθαλμοὺς ε χει φροντίζων αὐτοῦ τῆς σωτηρίας, ἀλλὰ καὶ ἐπὶ τοὺς ἁμαρτωλοὺς παγίδας ἐπιπέμπει. οὐ γὰρ ὡς ε τυχεν, εἰ γίνεται τῶν τῆς προνοίας καὶ θεοῦ κρίσεως· δίκαιος δὲ κύριος κατ' οὐσίαν ἀλλ' οὐ μετοχῇ δικαιοσύνης ἐστίν. πλὴν εἰ καὶ ου τως ε χει φύσεως, ἀλλ' ου ν ἀγαπᾷ τὰς ἐν τοῖς πολλοῖς δικαίοις δικαιοσύνας, τὴν ἑκάστου πρόθεσιν ἀποδεχόμενος. Εστιν καὶ α λλως εἰπεῖν ἀγαπᾶν αὐτὸν δικαιοσύνας· ἐπεὶ ἑκάστου κρίματος ε στιν τις 20 δικαιοσύνη, πολλὰ δὲ τὰ κρίματα τοῦ θεοῦ περὶ ω ν γέγραπται Τὰ κρίματα τοῦ κυρίου ἀληθινὰ δεδικαιωμένα ἐπὶ τὸ αὐτό, ἀνάγκη καὶ τὰς δικαιοσύνας πολλὰς ει ναι. ω σπερ δὲ δίκαιός ἐστιν, ου τω καὶ εὐθύτητα βλέπων· εὐθύτητα δὲ ἐρεῖς γνώμην τὴν πρὸς τὸν ὀρθὸν λόγον κανονιζομένην· ταύτην ὁρᾷ χαίρων ἐπὶ τοῖς ε χουσιν. ῥηθείη καὶ περὶ τῆς εὐθύτητος ἁρμωνίως τῇ περὶ τῶν δικαιοσυνῶν δευτέρᾳ νοήσει ὑπαρχούσῃ ἐν τοῖς κρίμασιν τοῖς ἀνεξερευνήτοις αὐτοῦ, η ν διὰ τὸ πάνυ ἀποδέχεσθαι τὸ πρόσωπον αὐτοῦ ὁρᾷ· ἐπιφαίνεται γὰρ παρὼν ὁ θεὸς τοῖς ε ργοις τῆς προνοίας καὶ τοῖς ἀποτελέσμασιν τῶν κριμάτων. Ps 11,1 Πλησθείσης τῆς ἀνθρωπότητος ἀπάτης καὶ κακίας ὡς μὴ ει ναι ε λεος καὶ ἀλήθειαν καὶ ἐπίγνωσιν θεοῦ ἐπὶ τῆς γῆς, ὑπὲρ καταλύσεως τῆς ὑπαρξάσης βλάβης χρεία γέγονε τῆς τοῦ σωτῆρος πρὸς ἡμᾶς ἐπιδημίας. 76 Ps 11,2 Εἰς τοῦτο λήψει τὸ ἐν ̔Ιερεμίᾳ· Εκαστος τῷ πλησίον αὐτοῦ καταπαίξεται, ἀλήθειαν οὐ μὴ λαλήσωσιν· μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ. διὰ τί οὐκ ει πεν ἡ ἀλήθεια ἀλλ' αἱ ἀλήθειαι; τὸ μὲν διὰ τὰς διαφόρους ἀθεσίας τὰς ἐν τοῖς συναλλάγμασιν, τὸ δὲ διὰ τὰς ἐν τοῖς δόγμασιν κακοδοξίας. 77 Ps 11,5 Οὐ γὰρ τὰ μέλη τοῦ σώματος ἐξολοθρευόμενα ἡγεῖσθαι δεῖ ἀλλὰ τὴν χρῆσιν τὴν δολίαν αὐτῶν καὶ τὸν μεγαλορήμονα λόγον· καὶ γὰρ ἐν Παροιμίαις ει ρηται Περίελε σεαυτοῦ σκολιὸν στόμα καὶ α δικα χείλη μακρὰν α πωσαι ἀπὸ σοῦ. Τὰ χείλη ἡμῶν παρ' ἡμῶν ἐστιν· τίς ἡμῶν κύριός ἐστιν; ἀπὸ ταύτης τῆς θρασύτητος ὁ ἀσεβὴς εὐοδούμενος ἐν τῷ τυγχάνειν, ω ν ἐπιθυμεῖ, προφέρει φωνὴν τὴν ἐν τῷ ̓Ιὼβ Λέγει δὲ κυρίῳ ̓Απόστα ἀπ' ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι· τί ἱκανός, ο τι δουλεύσομεν αὐτῷ; καὶ γὰρ ου τοι τῆς προσούσης αὐτοῖς εὐπραγίας αι τιοι νομίζοντες ει ναι λέγουσι κυρίῳ ̓Απόστα· μὴ φανέρου μοι τὰς ὁδούς σου· εἰδέναι γὰρ αὐτὰς οὐ θέλω· τί γὰρ πλέον ἡμῶν ε χων ἱκανὸς ει , ι να δουλεύσωμέν σοι; 78 Ps 11,6 ̓Επὶ τῶν ἀσεβῶν μέγα φρονούντων ὡς μεγαλορήμονα γλῶτταν καὶ χείλη δόλια αὐχεῖν οἱ πτωχοὶ ταλαιπωροῦσι καὶ στενάζουσιν οἱ πένητες, τὸ τυραννικὸν αὐτῶν οὐ φέροντες. τούτου χάριν φησὶν ὁ κύριος ̓Αναστήσομαι νῦν, ι να, θείς μου τὴν βουλὴν ἐν σωτηρίῳ, παρρησιάσομαι ἐν αὐτῷ κατὰ τῶν ἐναβρυνομένων ὑπερηφάνως τῶν ὑποδεεστέρων· ἀπολύσω δὲ τοῦ ταλαιπωρεῖν καὶ στενάζειν τοὺς πτωχοὺς καὶ πένητας. πτωχοὺς καὶ ἐν τούτοις καὶ πένητας ἐρεῖς τοὺς μὴ οι ους τε ἐπαμύνειν ἑαυτοῖς δι' ἀσθένειαν προσοῦσαν η διὰ τὴν εἰς τοιαύτην κατάστασιν α γουσαν κακίαν. ου τοι ἀνώτεροι ταλαιπωρίας καὶ τοῦ στενάζειν γεγένηνται, τοῦ κυρίου κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν ἀναστάντος καὶ πρὸς ἡμᾶς ἐληλυθότος ὡς φανερωθῆναι τὴν σωτηρίαν τῶν ε ξω ταλαιπωρίας καὶ τοῦ στενάζειν γεγενημένων. ε στιν γοῦν καταλλήλως τοῖς προκειμένοις ἀκοῦσαι τὸ Ταλαίπωρος ἐγὼ α νθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ἐφ' ῳ λεχθέντι παρρησιαζόμενος ἑξῆς λέγει Εὐχαριστῶ τῷ θεῷ διὰ ̓Ιησοῦ Χριστοῦ. δείκνυται γὰρ διὰ τούτων, ὡς ̓Ιησοῦς ὁ Χριστὸς ὁ ῥυσάμενος τὸν ταλαιπωροῦντα, δι' ο ει χεν σῶμα θανάτου, ὁ εἰπών ἐστι Νῦν ἀναστήσομαι, λέγει κύριος. ̓Επῆλθέν τισιν εἰπεῖν πτωχοὺς μὲν ει ναι τοὺς μεταπεσόντας τοῦ πλούτου, πένητας δὲ τοὺς ἐκ πόνου δι' ἐργασίας γινομένου τὸ ζῆν ε χοντας· καὶ ε στιν γε κατὰ ταύτην τὴν νόησιν ὁ πτωχὸς πένης ἐξ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.