Fragmenta in Psalmos · §u06-open

Fragmenta in Psalmos Unit 6 opening

Unit 6.

Lemma-led open — ὑπερηφάνως, ἐφώτισεν τοὺς ὀφθαλμούς, ι να μή τις ι δῃ τὸν τῆς ψυχῆς θάνατον. ου τος ἐπιδημ

Greek

ὑπερηφάνως, ἐφώτισεν τοὺς ὀφθαλμούς, ι να μή τις ι δῃ τὸν τῆς ψυχῆς θάνατον. ου τος ἐπιδημήσας ἐπιβλέψας η κουσεν, ὀδύνην ε παυσεν· ω ν κατορθωθέντων ὁ εὐπαθὼν χαριστήριον ἐπινίκιον ᾠδὴν ᾳ δει λέγων· Αισω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου. Πραγματικῶς μαθὼν τὸ πρὸς τοὺς εὐχομένους καλῶς λεγόμενον ὑπὸ κυρίου Ετι σοῦ λαλοῦντος ἐρῶ· ̓Ιδοὺ πάρειμι. λέγει δὲ ταῦτα πρὸς τοὺς συνόντας η δη. εὐπέπονθα τυχὼν ω ν ᾐτησάμην, ο θεν Ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου. διὸ ἐφ' ἑκάστης εὐεργεσίας γινομένης εἰς ἡμᾶς ὑμνῶμεν καὶ ἡμεῖς τὸν προκείμενον υ μνον λέγοντες, μὴ θεωρίᾳ μόνῃ ἀλλὰ καὶ τῷ ψάλλειν· θεωρίαν γὰρ τὸ ᾳ δειν, ἐνέργειαν δὲ πρακτικὴν τὸ ψάλλειν δηλοῖ. 82 Ps 13,1 Αφρων δὲ οὐ κοινῶν ἐννοιῶν λειπόμενος η τῆς σὺν δεινότητι ἐντρεχείας, ἀλλὰ τῆς μιᾶς τῶν ἀρετῶν φρονήσεως, περὶ η ς γέγραπται· ̔Ο κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν, καὶ ὁ φυλάσσων φρόνησιν εὑρήσει ἀγαθά. ο τι δὲ ει χεν τὴν φυσικὴν ἐντρέχειαν, παρίστησιν ἡ λέξις δηλοῦσα ὡς οὐκ εἰς ὑπήκοόν τινων ἀλλ' ἐν τῇ ἑαυτῶν καρδίᾳ λέγει μὴ ει ναι θεόν. ῃ δει γὰρ ο τι οὐδεὶς ἐδέχετο τοὺς περὶ ἀρνήσεως θεοῦ λόγους. πάντων σχεδὸν ἀνθρώπων ἀδιάστροφον τὴν περὶ θεοῦ ε ννοιαν ἐχόντων, ε χει πολλὴν οἰκειότητα ὁ πρῶτος στίχος ὡς εἰρημένος περὶ διαβόλου. καὶ γὰρ ἐκεῖνος οὐ τινὶ η τισιν ει πεν ἀλλ' ̓Εν διανοίᾳ τῇ ἑαυτοῦ· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν α στρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου· ε σομαι ο μοιος τῷ ὑψίστῳ. ω σπερ δὲ ὁ γνῶσιν ε χων θεοῦ τηρεῖ τὸν λόγον αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ εἰς ε ργα μεταβάλλει, ου τω πᾶς ἁμαρτάνων ἀγνοῶν θεὸν εἰς τοῦτο ε ρχεται· γράφει γοῦν ̓Ιωάννης, ὡς πᾶς ὁ ἁμαρτάνων μακράν ἐστιν τοῦ ε χειν γνῶσιν θεοῦ, ὡς Πᾶς ὁ ἁμαρτάνων οὐχ ἑόρακεν αὐτὸν οὐδ' ε γνωκεν αὐτόν. ἐκβαλὼν γὰρ ἀπὸ τῆς ψυχῆς τὴν προύχουσαν καὶ βασιλεύουσαν τῶν ἀρετῶν εὐσέβειαν, συναναχωρούσας αὐτῇ ε χει τὰς ἀρετάς. ο τι δὲ αυ τη ἡ νόησις ε ρρωται, δῆλον α ν γένοιτο ἐκ τῶν γεγραμμένων περὶ τῶν υἱῶν ̓Ηλί· οὐκ εἰδότες γὰρ ου τοι τὸν κύριον, λοιμοὶ ἀποδεδειγμένοι, ἡμάρτανον, μᾶλλον δὲ ἠσέβουν περὶ τὴν ἱερουργίαν, διαφθείροντες ἐν ἐπιτηδεύμασιν τοῖς τῆς νομοθεσίας τε καὶ θεοσεβείας. λήψει τὰ προκείμενα καὶ εἰς τὰ ἐν ̔Ιερεμίᾳ ἀπαγγελλόμενα ου τως· Τόκος ἐπὶ τόκον, δόλος ἐπὶ δόλον· πάντες μοιχῶνται, σύνοδος ἀθετούντων, ο τι ἐκ κακῶν εἰς κακὰ ἐξῆλθον· ἐμὲ δὲ οὐκ ῃ δεισαν, λέγει κύριος. πῶς γὰρ οὐκ ε μελλον, α γνοιαν θεοῦ ε χοντες, παραβάται ει ναι τῶν νόμων αὐτοῦ; Ταῦτα καθόλου θεωρούμενα πείθει διὰ μνήμης ε χειν θεόν, ι να ἐν ἐπιτηδεύμασιν ἐπαινετοὶ ἀποδειχθῶμεν, ἀφθάρτῳ προθέσει αὐτὰ μεταδιώκοντες. ̓Εν τοῖς βδελυχθεῖσιν τῷ διαφθείρειν ἐν τοῖς ἐπιτηδεύμασιν οὐδεὶς ποιῶν χρηστότητα εὑρίσκεται· πάντες γάρ εἰσιν πονηροί, πᾶσαν χρηστότητα ἐκτμηθέντες διὰ σκληρότητα καρδίας. 83 Ps 13,4–5 ̔Ως Εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικεῖ ἐν σώματι καταχρέῳ ἁμαρτίας, ου τως οὐ δέχεται γνῶσιν θείαν ὁ ε τι ἀνομίας ἐργαζόμενος· οὐδεὶς γὰρ ἁμαρτάνων ὁρᾷ η γινώσκει θεόν, κατὰ τὸ γεγραμμένον ἐν τῇ ̓Ιωάννου ἐπιστολῇ· ο θεν ὁ γνωστικὸς ει ναι ποθῶν σπείρει εἰς δικαιοσύνην, τρυγᾷ καρπὸν ζωῆς, ι ν' ου τω φωτίσῃ ἑαυτῷ φῶς γνώσεως. καὶ ἐπεὶ ἐργάται ἀνομίας τυγχάνουσιν οἱ ἐχθροὶ τοῦ λαοῦ τοῦ θεοῦ ὡς κατεσθίειν αὐτὸν οι α α ρτον, γνώσεως θεοῦ στεροῦνται· κατεσθίει δέ τίς τινα βλάπτειν αὐτὸν προτιθέμενος, κατὰ τὸ ̓Αλλήλους δάκνετε καὶ κατεσθίετε· βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. καὶ ἐν ̔Ησαίᾳ δὲ γέγραπται ου τως· Συρίαν ἀφ' ἡλίου ἀνατολῶν καὶ τοὺς Ελληνας ἀφ' ἡλίου δυσμῶν τοὺς κατεσθίοντας τὸν ̓Ισραὴλ ο λῳ τῷ στόματι. πλὴν κα ν ποτε δυνηθῶσιν κατεσθίειν τὸν τοῦ θεοῦ λαὸν παραδοθέντα αὐτοῖς, δι' ἁμαρτίας δίκην ὑφέξουσι· Αγιος γὰρ ̓Ισραὴλ τῷ κυρίῳ,

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.