Unit 6 rem early
Rem early: Unit 6; lemma and argument toward the thesis.
Greek
ἀρχὴ γενημάτων αὐτοῦ· πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσιν, κακὰ η ξει ἐπ' 23 αὐτούς, φησὶν κύριος. οἱ προκείμενοι κατεσθίειν τὸν θεοῦ λαὸν α ρτου δίκην τὸν κύριον οὐκ ἐπεκαλέσαντο, τῇ αὐτῶν δυνάμει πάντα ἀνύειν καὶ καταδυναστευκέναι τὸν θεοῦ λαὸν οἰόμενοι. εἰ γὰρ η σαν εἰδότες ὡς δι' ἁμαρτίας κρίσει θεοῦ παρέλαβον αὐτόν, κα ν ἐφοβήθησαν ε τι μᾶλλον ὡς μέτρον ἐπιθέσθαι κατὰ τοῦ παραδοθέντος, ι να μὴ κρίματι τῷ αὐτῷ ὑποπέσωσιν. διὸ λέγεται πρὸς αὐτοὺς πέρα τοῦ προσήκοντος ἐξαγριωθέντας· ̓Ανθ' ω ν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. ου τως καταδυναστεύσαντες τὸν λαὸν τοῦ θεοῦ ἀδίκως, εἰς δειλίαν ἐνέπεσαν. ε νθα οὐδὲ φοβεῖσθαι ε δει· φόβος γὰρ οὐκ η ν, εἰ παραλαβόντες τοὺς κρίσει θεοῦ παραδοθέντας φιλανθρώπως καὶ ἡμέρως προσενεχθέντες η σαν. ἐπειδὴ δὲ σκληρῶς καὶ ἀνελεημόνως πάντα ἐποίησαν, ἐδειλίασαν περιπεσόντες οι ς α λλους διέθηκαν. ὑπῆρκται δὲ τοῦτο. ̓Επεὶ ἐν γενεᾷ δικαίων ὁ θεός, γενεὰν δικαίων ἐρεῖς η τοι τὴν τῶν δικαίων πραγμάτων συμφωνίαν ἐν ῃ ὁ δίκαιος κριτὴς εὑρίσκεται, η τὴν τῶν δικαίων ἀνδρῶν ὁμοφροσύνην καὶ τὴν εἰς ταὐτὸν σύνοδον. Εἰ γὰρ ε νθα δύο καὶ τρεῖς συνέρχονται ἐπὶ τῇ αὐτοῦ προσηγορίᾳ, παρὼν εὑρίσκεται ὁ κύριος, ποσῷ μᾶλλον εὑρεθείη α ν ε νθα ο λῃ δικαίων γενεᾷ; ο τι δὲ οἱ τῆς αὐτῆς γνώμης καὶ βίου τοῦ αὐτοῦ μίαν συμπληροῦσι γενεὰν κα ν ἐν διαφόροις χρόνοις γένωνται, μετὰ ταῦτα ῥηθείη ο ταν εἰς τοῦτο καλέσῃ καιρός. ∆ειλιᾷ τις φόβῳ ῳ οὐκ η ν φόβος· καὶ ̔Ο φοβούμενος α νθρωπον καὶ α παξ ἁπλῶς τοὺς ἀποκτένοντας τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυνάμενος ἀποκτεῖναι. ει ρηται γὰρ Πλὴν τοῦ θεοῦ μὴ φοβοῦ α λλον. τούτῳ τῷ πάθει συσχεθεῖσαν τὴν ̔Ιερουσαλὴμ ὁ κύριος ἐλέγχει λέγων· Τίς ου σα εὐλαβήθης ἀπὸ ἀνθρώπου θνητοῦ; 84 Ps 13,7 Τίς δὲ η ν ἡ αἰχμαλωσία τοῦ λαοῦ πρῶτον θεωρητέον, ι να καὶ τὴν ἐπιστροφὴν αὐτοῦ ἑπομένως ι δωμεν. ὁ ἐκπίπτων παρ' ἰδίαν ῥαθυμίαν τῆς τοῦ ἀγαθοῦ ποιήσεως αἰχμαλωτίζεται ὑπὸ τοῦ νόμου τῆς ἁμαρτίας, ὡς γενέσθαι ὑπὸ τὸν καταδυναστεύοντα τυραννικῶς διάβολον ε χοντα τὸ κράτος τοῦ θανάτου· τοῦτον ου τω ἑλόντα τοῖς πολεμίοις ε ξω τῆς πατρίδος (αυ τη δ' ἐστὶν ἡ τῆς ἀρετῆς μετουσία) γεγενημένον ἀνακαλεῖται μετανοίας τρόπῳ ὁ κύριος, α μα καὶ α φεσιν τῶν προημαρτημένων ὑπισχούμενος· καὶ τοῦτό ἐστιν τὸ λυτρωθῆναι τοὺς αἰχμαλώτους καὶ ἐπιστραφῆναι τὴν αἰχμαλωσίαν. πληρωθέντος δὲ τούτου τῷ κυριακῷ σταυρῷ ὡς πάντα τὸν ἀπὸ τῶν ἐθνῶν πιστεύοντα λαὸν λελυτρῶσθαι, ἀγαλλιᾷ ̓Ιακώβ. ὁ αὐτὸς κατὰ τὸ ὑποκείμενόν ἐστιν†, ἐπινοίᾳ μόνῃ ε χων τὴν διαφοράν. εἰ μὲν γὰρ πράττων τὰ καλὰ καὶ ἐνεργῶν τὰ κατὰ ἀρετὴν πτερνίζει τὰ πάθη καὶ κακίας καὶ τὰς ἐνεργούσας πονηρὰς δυνάμεις ὡς νικητὴς αὐτῶν ἀναφανῆναι, ̓Ιακώβ ἐστιν ἀγαλλιώμενος· εἰ δὲ μετὰ τὸν πρακτικὸν βίον καρδίαν καθαρὰν κεκτημένος ὁρᾷ τὸν θεόν, ̓Ισραήλ ἐστιν, νοῦς ὁρῶν θεόν. ου τω γὰρ μεταλαμβάνεται εἰς ̔Ελλήνων φωνὴν εὐφραινόμενος θείαν εὐφροσύνην· οὐδεὶς λυπεῖ λαβεῖν ἐκ παραλλήλου τὸ ̓Αγαλλιάσθω καὶ Εὐφραινέσθω εἰρῆσθαι. 85 Ps 14,1 Ορα εἰ ὁ κατὰ νόμον πολιτευόμενος τὸν γενόμενον παιδαγωγὸν εἰς Χριστὸν παροικεῖ ἐν τῷ σκηνώματι τοῦ κυρίου, τευτάζων περὶ τὴν σκήνην τοῦ μαρτυρίου. ὁ δὲ ἐπὶ τὸν Χριστὸν φθάσας προσηκάμενος τὴν εὐαγγελικὴν διδασκαλίαν κατασκηνοῖ ἐν ο ρει ἁγίῳ τοῦ θεοῦ, οὐχ ἑτέρῳ ο ντι τοῦ υἱοῦ τοῦ θεοῦ, περὶ ου προφητικῶς ἐλέχθη ̓Εμφανὲς ε σται τὸ ο ρος τοῦ κυρίου. ἐπίστησον εἰ ὀρθῶς νοηθείη, ο ρος μὲν α γιον τοῦ θεοῦ ὁ θεὸς λόγος ει ναι, σκήνωμα δὲ αὐτοῦ ο ν ἀνέλαβεν α νθρωπον· καὶ ἐπιγνῶναι δεῖ πρότερον κατὰ σάρκα Χριστόν, ει τα κατὰ τὸ ἐκ πατρὸς μονογενὴς ει ναι. παροικεῖ ἐν τῷ σκηνώματι ὁ λέγων Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν, τοῦ θεασαμένου τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, οὐκέτι παροικοῦντος ἀλλὰ κατοικοῦντος ἐν τῷ ο ρει τῷ ἁγίῳ τοῦ θεοῦ. καὶ πρὸς αὐτὸν ει ρηται· ̓Επ' ο ρος ὑψηλὸν ἀνάβηθι ὁ 24 εὐαγγελιζόμενος Σιών. ἰσάγγελον τοίνυν α νδρα ζητῶν ὁ προφήτης, τὸν δυνάμενον λέγειν ̔Ημῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἠρώτα πρὸς ο ν ἀποκρίνεται ὁ δεσπότης· Πορευόμενος κτλ. 86 Ps 14,3 ̔Ο διαγραφόμενος ἐκ τῶν προκειμένων φιλάλληλος καὶ φιλέταιρος ὑπάρχων σπεύδει σοφὸς ει ναι, σοφοῖς συνδιατρίβων, παντὶ σθένει τῶν ἀφρόνων ἀπάγων ἑαυτόν, ο πως μὴ γνωσθῇ ει ς ω ν αὐτῶν. εἰ τοίνυν ἐκτρέπεται τοὺς φαύλους, σύνεστι δὲ τοῖς ἀγαθοῖς (ἀγαθοὶ γὰρ οἱ σοφοὶ οι ς
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.