Unit 6 rem close
Rem CLOSEOUT: Unit 6 CLOSEOUT.
Greek
οὐκ ε σται, μυρίων αἱρετικῶν καὶ ὑποκριτῶν λεγόντων ψιλὴν τὴν προφορὰν καὶ οὐ δήπου πνεῦμα α γιον ἐχόντων. φησὶν γοῦν αὐτὸς ὁ σωτήρ· Πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ Κύριε κύριε· κἀγώ, φησίν, ὁμολογήσω αὐτοῖς ̓Αποχωρεῖτε ἀπ' ἐμοῦ ἐργάται ἀνομίας, οὐδέποτε ὑμᾶς ε γνων. καὶ πάλιν· Τί με λέγετε Κύριε κύριε καὶ οὐ ποιεῖτε α λέγω; ὡς τοίνυν ὁ λέγων κύριον ̓Ιησοῦν ἐν πνεύματι ἁγίῳ οὐ ψιλῇ προφορᾷ ἀλλ' ε ργῳ σπουδαίῳ καὶ διαθέσει ἀληθῶς δοῦλός ἐστιν, ὡς ἀκοῦσαι μετὰ τῶν ἀποστόλων ̔Υμεῖς φωνεῖτέ με ̔Ο κύριος καὶ ̔Ο διδάσκαλος καὶ καλῶς λέγετε, εἰμὶ γάρ· ου τως ὁ τὰ προκείμενα ἀπαγγέλλων πρακτικῷ καὶ θεωρητικῷ βίῳ ῳ ε στησεν ἀκατάλυτον στήλην βοᾷ Ει πα τῷ κυρίῳ Κύριός μου ει σύ. Καὶ ἐπεὶ κύριός μου τυγχάνεις, ἐκ τῶν σῶν δογμάτων προσάγω σοι δῶρα οὐχ ὡς ἐνδεεῖ η χρῄζοντι· οι δα γὰρ ὡς οὐκ ε χων χρείαν τῶν ἡμετέρων ἀγαθῶν δέχῃ αὐτὰ ἐπὶ τῷ καθ' ὑπερβολὴν πλείονα καὶ μείζονα χαρίσασθαι. οὐ μόνον δὲ ἐπὶ τῶν αἰσθητῶς προσαγομένων ἀλλὰ καὶ πνευματικῶς προσενεκτέα ἡ φωνή. καὶ γὰρ ἀρετὰς ἱερουργοῦμεν, κα ν τὰ ἑαυτῶν σώματα διὰ παντελῶς σωφροσύνης. ι σμεν ο τι δέχεται αὐτὰ ὁ θεός, οὐκ εἰς ἰδίαν ὠφέλειαν ἀλλ' ο πως ἡμῖν δῷ τὰ ἐξ οὐρανοῦ ἀγαθὰ αἰτοῦσιν αὐτόν· τίνος γὰρ χάριν ζητεῖ ὁ θεὸς τὴν ἀνθρωπίνην ἀρετήν, οὐχ ι να τὰ ἐπάξια χαρίσηται ἀνθ' ω ν αὐτῷ προσηγάγομεν; 92 Ps 15,3a Οἱ θεοῦ α γιοι ἐπὶ τῆς γῆς αὐτοῦ διατρίβουσιν. ε στι δὲ αυ τη ἡ ἐπουράνιος ̔Ιερουσαλὴμ ἐφ' η ν γίνονται ἐν οὐρανῷ τὸ πολίτευμα ε χοντες, κα ν ἐν γῇ ε τι διατρίβωσιν. 93 Ps 15,4bc Οὐ καθάπαξ λέγει μὴ συνάξειν τὰς συναγωγὰς αὐτῶν ἀλλ' ̓Εξ αἱμάτων· οὐδ' ἀπολελυμένως λέγει μὴ μνησθήσεσθαι τῶν ὀνομάτων αὐτῶν ἀλλ' η ∆ιὰ χειλέων μου. μήποτ' ου ν ἐπεί εἰσίν τινες συνάγοντες συναγωγὰς ἐξ αἱμάτων, ἐκχέοντες αὐτὰς διὰ τοῦ βλάπτειν τοὺς συναγομένους, αὐτὸς ὠφελῶν, μᾶλλον δὲ ζωοποιῶν τοὺς προκαλουμένους, οὐκ ἐξ αἱμάτων ἀλλ' ἐξ ἀθανασίας συνάγει αὐτούς, τῶν προσηγοριῶν αὐτῶν μεμνημένος οὐκ ἐξ ἐπιπολῆς ἀλλ' διαθέσεως βάθος ἐχούσης. Λελέξεται καὶ ου τως· εἰ καὶ πολλοὶ ἀπεκτάνθησαν προφῆται καὶ ἀπόστολοι, ἐκχυθέντος τοῦ αι ματος αὐτῶν, ἀλλ' οὐκ ἐν τούτοις τοῖς πολλοῖς αι μασιν συνάξω τὰς συναγωγὰς αὐτῶν ἀλλ' ̣ μόνῳ ἑνὶ αι ματι ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ· τοῦτο γὰρ τιμὴ δέδοται, ι να λυτρωθῶσιν ἐκ τῆς ματαίας πατροπαραδότου αὐτῶν ἀναστροφῆς. τῶν ου τω λελυτρωμένων μεμνήσεται οὐ προφορᾷ μόνῃ ἀλλὰ βαθείᾳ νοήσει. 94 Ps 15,5a ̔Ο ἀνωτέρω παντὸς τοῦ κόσμου γεγονὼς διαθέσει οὐδὲν ε τερον μερίδα καὶ κληρονομίαν ε χει η τὸν θεόν· ο θεν πᾶσιν ἀποτακτέον ι ν' εἰπεῖν δυνηθῇ τις Μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. ω σπερ δὲ τῆς κληρονομίας, ου τω καὶ τοῦ ποτηρίου τοῦ εὐφραίνοντος τὸν δίκαιον μερίς ἐστιν ὁ κύριος. α ξιον θεωρῆσαι πῶς ποτήριον ὁ κύριος γίνεταί τινος. μήποτ' ου ν ἠθικὴν διδασκαλίαν παρέχων καὶ ταύτῃ τρέφων τὸν ἐν κρυπτῷ α νθρωπον 26 α ρτος γίνεται, στηρίζων τὴν καρδίαν τοῦ ἐσθίοντος· ω ν καὶ ποτήριον κατὰ τὴν θεωρίαν τῆς ἀληθείας, παρέχων εὐφροσύνην τῷ πίνοντι διὰ συγκαταθέσεως τὸν φωτισμὸν τῆς γνώσεως. τοῦτο τὸ ποτήριον πρὸς τῆς ἀληθινῆς ἀμπέλου χορηγεῖται ἐπὶ τῷ ποτισθῆναι καὶ εὐφρανθῆναι τὸν νοῦν, ὡς χαριστηρίως εἰπεῖν τὸν μετειληφότα Εδωκας εὐφροσύνην εἰς καρδίαν μου. 95 Ps 15,6 Νοήσεις δὲ καὶ ου τως· ὁ θεὸν ε χων ἁρμονίως καὶ τὰ αὐτοῦ ε ξει. ο θεν ὁ τὸν κύριον μερίδα τῆς κληρονομίας ε χων καὶ τῶν αὐτοῦ ἀπολαύσει, λέγων· Σὺ ει ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί· η οὐκ ἀποκαθίστησιν ταύτην, φάσκων· ∆εῦτε, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν; ει ποι δὲ ὁ αὐτός· Μερίς μου ει ἐν γῇ ζώντων. τῆς ου τως πνευματικῆς κληρονομίας πρὸς ἀναλογίαν πίστεως καὶ ἀρίστου βίου διδομένης τοῖς κληρονόμοις, εἰκότως ἐπενήνεκται τὸ Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις· σύμβολον δὲ μέτρου καὶ κλήρου τὸ σχοινίον. ἀμέλει γοῦν καὶ τῆς αἰσθητῆς γῆς, εἰς η ν εἰσήχθησαν ὑπὸ ̓Ιησοῦ τοῦ Ναυὴ οἱ ̔Εβραῖοι, μεριζομένης, πολλάκις ἀναγέγραπται· Επεσεν δὲ τὸ σχοινίον τῇ φυλῇ ̓Ιούδα η ̔Ρουβὶν η ἑτέρουτινὸς τῶν δώδεκα ἐπὶ τόδε τὸ κλίμα, τὸ ἀνατολικὸν φέρε η α λλο παρὰ τοῦτο. τούτων ω δε τεθεωρημένων ὁ λέγων· Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις, παρίστησιν ὡς ἀγαθὰ αὐτῷ ἐμερίσθη, εἰς τὰ κράτιστα τῆς κληρονομίας ἐλθόντος τοῦ κλήρου αὐτοῦ, ο ν δηλοῖ διὰ τῶν πνευματικῶν τούτων γεωμετρικῶν σχοινίων.
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.