Unit 6 rem mid
Rem mid: Unit 6; lemma continues; reading with the letter.
Greek
συμπορεύεσθαι προτέθειται), ὀνειδισμὸν οὐ δέχεται ἐπὶ τοῖς ἐγγίζουσιν αὐτῷ, ὀνειδιζομένων ἀεὶ τῶν ἐχόντων κακοὺς ἐγγίζοντας αὐτοῖς ὡς αυ ὑμνουμένων τῶν πλησίον καὶ φίλους ἀγαθοὺς ἐχόντων. τούτῳ αὐτῷ ἀπαρέσκεται ὁ φάσκων· Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, ου τός μοι ἐλειτούργει· λαλῶν α δικα οὐ κατεύθυνεν ἐναντίον τῶν ὀφθαλμῶν μου. 87 Ps 14,4c Εστιν δὲ ο ρκος τοῦ τηλικούτου ἀνδρὸς ἀκατάγνωστος λόγος, ἐφ' ῳ βεβαιοῦται τὸ Ναὶ ναὶ καὶ τὸ Ου ου . εἰ δὲ καί ποτε τῶν πρὸς ου ς ὁ λόγος χάριν καὶ θεοῦ μάρτυρος χρεία, ἀπεριέργως καὶ τοῦτο ποιεῖ, ὡς ὁ θεσπέσιος ἀπόστολος τύπον καὶ ἀγωγὴν ο ρκων καταλειπὼν ἐν ταῖς ̓Επιστολαῖς ο που μέν φησιν· Μάρτυς μοί ἐστιν ὁ θεὸς ῳ λατρεύω ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ· ο που δέ· Μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν· καὶ πάλιν· Οι δεν ὁ ω ν θεὸς ἐπὶ πάντας, οὐ ψεύδομαι. αυ τη γὰρ ἀνεπίληπτος πίστις· καὶ γὰρ ο ρκος οὐδὲν ε τερόν ἐστιν η λόγος μετὰ θεοῦ μαρτυρίας η πρᾶγμα βεβαιούμενον μετὰ θεοῦ μαρτυρίας. ο πως δ' α ν ε χῃ ὁ ο ρκος, οὐκ ἀθετεῖ ὀμνὺς τῷ πλησίον. 88 Ps 14,5ab Εστιν δὲ καὶ δανείζειν πνευματικῶς α νευ τόκου, καθὸ σημαινόμενον ει ρηται τοῖς μαθηταῖς ̓Ιησοῦ πρὸς τοῦ διδασκάλου· Καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. πῶς γὰρ α ν αἰσθητῶς τοῦτο φήσειέν τις εἰρῆσθαι τοῖς λέγουσιν ̓Αφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, τοῖς μετὰ παρρησίας λέγουσιν ̓Αργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι; ἐπεὶ τοίνυν περιγράφεται τὸ αἰσθητῶς δανείζειν τοὺς ἁγίους (α ν ποτε λέγωνται τοῦτο ποιεῖν), πνευματικῶς αὐτὸ ἐκλαβεῖν δεῖ, δανείζοντος παντὸς νοητῶς τὸν διδάσκοντα λόγον ο ντα ἀργύριον ἐπὶ τῷ κερδῆσαί τι σωματικόν. εἰ γὰρ καὶ σπείροντες τὰ πνευματικὰ ἐν τῷ διδάσκειν τὰ σαρκικὰ δέχονται πρὸς μόνον τὸ τραφῆναι ( Αξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ), ο μως οὐ δανείζουσιν· οὐ γὰρ τὸ κατ' ἀξίαν τῶν δοθέντων λογικῶν ἀργυρίων δέχονται, ἀλλ' η μόνην τροφήν. 89 Ps 14,5c Οὐ σαλευθήσεται δὲ εἰς τὸν αἰῶνα, διὰ βίου μένων αι ς κατώρθωσεν ἀρεταῖς. ταὐτὸν γὰρ τὸ λεγόμενον ἐνταῦθα τῷ Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, καὶ τῷ Εσται σοι δοῦλος εἰς τὸν αἰῶνα. α σειστος εἰς τὸν αἰῶνα μένει ὁ ἀκούσας τῶν ̓Ιησοῦ λόγων καὶ ποιήσας αὐτούς· ε χει γὰρ τῆς ἑαυτοῦ πολιτείας οἰκίας ὀνομαζομένης τοὺς θεμελίους ἐπὶ τὸν Χριστὸν ἱδρυμένους, καλούμενον πέτραν. ου τω βέβαιοι η σαν περὶ ω ν ̓Ιησοῦς ει πεν· Εἰσί τινες τῶν ω δε ἑστηκότων· καὶ ε τι περὶ ω ν ὁ ἀπόστολος γράφει· Τεθεμελιωμένοι καὶ ἐρριζωμένοι ἐν τῇ ἀγάπῃ. εἰ δὲ τὸ εἰς τὸν αἰῶνα μὴ σαλεύεσθαι καὶ πλείονά τινα παρέκτασιν αἰῶνος ἐμφαίνει παραπλησίως τῷ εἰρημένῳ Καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ ζήσεται εἰς τὸν αἰῶνα, ἐπίσκεψαι. 90 Ps 15,1a ̓Ακλόνητοι μένοντες εἰς τὸν αἰῶνα οἱ α γιοι βίον κατορθοῦσιν οὐ χρόνῳ περιοριζόμενον ἀλλ' ἀεὶ μένοντα, οι α στήλην τῆς νίκης αὐτῶν σύμβολον ου σαν· καὶ ταύτη στηλογραφία τοῦ ∆αυὶδ ει ναι ει ρηται ἡ τοῦ ἐκτεθησομένου ψαλμοῦ προγραφή. οὐ γὰρ τῶν καταλυομένων καὶ μηκέτι ὑπαρχουσῶν αἱ πράξεις αὐτῶν τυγχάνουσιν· ου τω δ' ε χουσιν αἱ τῶν ἁμαρτωλῶν ὡς μὴ παραμένειν αὐτάς. πρόσκαιρος γοῦν ἡ τῆς ἁμαρτίας ἀπόλαυσις ει ρηται, καὶ τὸ μὴ ε σεσθαι τὴν ἁμαρτίαν τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ· ζητουμένη γὰρ οὐχ εὑρεθήσεται. ἀλλ' οὐχ ὁ τῶν ἁγίων βίος τοιοῦτος· σκοποῦσι γὰρ τὰ μὴ βλεπόμενα καὶ αἰώνια. λέγεται γοῦν 25 περὶ ἑκάστου αὐτῶν· ̔Η δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καὶ ἐπεὶ ἑτέρως λέγεται στήλη, ε νθα γραφαὶ ἀνάκεινται περὶ νόμων α ς καλοῦσιν κυρβικὰς καὶ πίνακας, λεκτέον καὶ ου τως στηλογραφίαν τῶν ἁγίων, α ς παραδεδώκασιν διδασκαλίας γραφείσας οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ' ἐν πλαξὶν καρδίαις σαρκίναις, τουτέστιν εὐέκτοις καὶ εὐπαραδέκτως ἐχούσαις πρὸς τὴν γραφήν. ο πως δ' ε χει τὰ τῆς προγραφῆς τοῦ ψαλμοῦ, θεοῦ φανεροῦντος εἰσόμεθα. 91 Ps 15,1b.2 ̓Επεὶ σὲ ἐλπίδα ε χω, ω δέσποτα, Φύλαξόν με· ου τως γὰρ ἀβλαβῶς διατελέσαι δυνήσομαι, μυρίων ἐφεδρευόντων ἐχθρῶν ὁρατῶν τε καὶ ἀοράτων. ταῦτα εὐξάμενος ἐπήγαγεν τὸ Ει πα τῷ κυρίῳ Κύριός μου ει σύ. τίς ἁμαρτάνων δύναται ἐπαληθεῦσαι τῇ φωνῇ; δοῦλος γὰρ ω ν η ς ποιεῖ ἁμαρτίας οὐ δύναται δουλεύειν θεῷ· Οὐδεὶς γὰρ δύναται, φησίν, δυσὶ κυρίοις δουλεύειν. Λεχθείη καὶ ἑτέρως εἰς τὸ προκείμενον. γράφει ὁ ἀπόστολος ὡς Οὐδεὶς δύναται εἰπεῖν Κύριος ̓Ιησοῦς εἰ μὴ ἐν πνεύματι ἁγίῳ, τοῦ λέγειν ἐν τούτοις γινομένου πράξει καὶ διαθέσει. εἰ γὰρ ψιλῶς ἐκληφθείη, ἀληθὲς
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.