Fragmenta in Psalmos · §u07-open

Fragmenta in Psalmos Unit 7 opening

Unit 7.

Lemma-led open — τοιοῦτο σχοινίον α γγελος ἐν τῇ χειρὶ αὐτοῦ κατέχων ω φθη Ζαχαρίᾳ τῷ προφήτῃ ἐπὶ τῷ μετρῆσ

Greek

τοιοῦτο σχοινίον α γγελος ἐν τῇ χειρὶ αὐτοῦ κατέχων ω φθη Ζαχαρίᾳ τῷ προφήτῃ ἐπὶ τῷ μετρῆσαι πόσον τὸ μῆκος καὶ πλάτος τῆς ἀληθινῆς ̔Ιερουσαλήμ. ̔Εξῆς ἐπενήνεκται· Καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν, σημαίνων διὰ τούτου ὡς καλλίστη ἀληθῶς ἡ κληρονομία μου τυγχάνει. κατὰ τοῦτο τὸ σημαινόμενον κράτιστος η ν ὁ Θεόφιλος, ῳ γράφει Λουκᾶς ὁ εὐαγγελίστης. Ps 15,7 Μή τις ἀνάρμοστον ἡγείσθω πρὸς Χριστὸν τὸ ῥητόν. εἰ γὰρ ἀγγελικῆς ἐδεήθη ῥοπῆς δεικνὺς τὸ ἀνθρώπινον, τί καιρόν; εἰ παρὰ τῆς συμφύσεως θεότητος ἐσοφίζετο, σοφίζων μὲν ὡς θεὸς καὶ πηγὴ σοφίας, σοφιζόμενος δὲ ὡς α νθρωπος. 96 Ps 15,8.9ab ̓Επεὶ ἐκ προσώπου τοῦ Χριστοῦ λέγεται τὰ προκείμενα, φυλάττεται δὲ χωρὶς πάσης μεταβολῆς τὸ λέγον ταῦτα πρόσωπον ἀπὸ τοῦ Κύριος ἡ μερὶς τῆς κληρονομίας μου, καὶ τούτους τοὺς στίχους ὑπὸ κυρίου εἰρημένους ἐκλαμβάνων τις οὐχ ἁμαρτάνει. οἱ μὴ ε χοντες δὲ περὶ θεοῦ ἐννοίας διηρθρωμένας τοπικῶς ἐκλαμβάνουσιν ἐκ δεξιῶν ει ναι τοῦ πατρὸς τὸν υἱὸν διὰ τὸ Κάθου ἐκ δεξιῶν μου, η κεκαθικέναι τὸν σωτῆρα μετὰ τὴν ἀνάληψιν ἐκ δεξιῶν τῆς μεγαλωσύνης, οι ς ἀδύνατόν τι εἰπεῖν. εἰ γὰρ ἐκ δεξιῶν τοῦ πατρὸς ὁ υἱὸς τοπικῶς, ἀδύνατον ἐκ δεξιῶν τοῦ υἱοῦ ει ναι τὸν πατέρα κατ' αὐτὸ τὸ σημαινόμενον· ἀλλὰ λέγει ὁ υἱός· Προωρώμην τὸν κύριον ἐκ δεξιῶν μου· ο θεν ἑτέρως η κατὰ τόπον ἐκληπτέον τὸν υἱὸν δεξιὸν τοῦ πατρὸς καὶ τὸν πατέρα τοῦ υἱοῦ, ὡσαύτως τῷ ̓Εγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν. Σκοπητέον δέ, ἀνθρώπου καὶ θεοῦ α μα τοῦ σωτῆρος νοουμένου, πότερον ἐπὶ τῆς θεότητος δεῖ αὐτὰ ἑρμηνεῦσαι η ἐπὶ τῆς αὐτοῦ κατὰ σάρκα οἰκονομίας. ἀλλ' οὐ δυνατὸν εὐσεβῶς ἐκλαβεῖν ὡς ἐκ προσώπου τοῦ θεοῦ λόγου εἰρῆσθαι ε χειν ἐκ δεξιῶν αὐτοῦ τὸν πατέρα καὶ ἐνώπιον ἑαυτοῦ διαπαντός, ο πως ἀκλόνητος διαμείνῃ. α τρεπτος γὰρ ὁ θεὸς λόγος, οὐδὲ κατὰ ποσὸν κλόνον ὑφιστάμενος. καὶ ἐπεὶ ἀπεμφαίνει αἰτίαν εἰπεῖν τοῦ μὴ σαλευθῆναι τὸν θεὸν λόγον, ο ντος ἐν ο ψει αὐτοῦ καὶ ἐκ δεξιῶν διαπαντὸς τοῦ πατρὸς (αὐτὸς γὰρ ἐν τῷ πατρὶ τυγχάνων καὶ ε χων αὐτὸν ἐν ἑαυτῷ, ἐκ δεξιῶν τινος καὶ ἐνώπιον διαπαντὸς ὑπάρχων), αι τιος καθίσταται τοῦ μὴ κλονεῖσθαι τὸν ὁρῶντα αὐτὸν καὶ ἐκ δεξιῶν αὐτὸν ε χοντα. ἐπεὶ τοίνυν ἀπεμφαίνει, μᾶλλον δὲ ἀσεβές ἐστιν περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ αὐτὰ ἐκλαβεῖν χωρὶς τῆς αὐτοῦ κατὰ σάρκα οἰκονομίας, ἁρμονίως ἐκδοτέον εἰρῆσθαι αὐτά, ο τε γέγονεν ἀτρέπτως α νθρωπος καὶ ἐταπείνωσεν ἑαυτὸν καὶ ἐπτώχευσεν πλούσιος ω ν. αὐτοῦ γὰρ γέγονε 27 τὸ ἀνθρώπινον, ὁμοιωθὲν ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας· ἀλλ' οὐδὲ α ψυχος η ν αὐτοῦ ἡ σὰρξ, ω ς τινες ἐνόμισαν. πῶς γὰρ σὰρξ ψυχὴν οὐκ ε χουσα ἐρεῖ ἐκ δεξιῶν ε χειν θεὸν καὶ προορᾶν αὐτὸν διαπαντός, ι να μὴ ἁμαρτάνῃ; ἁμαρτητικὴ γὰρ κίνησις ἐκ τοῦ σαλευθῆναι παρίσταται. εἰ δὲ ἀδύνατα ταῦτα (σῶμα γὰρ οὐ προορᾷ θεόν, οὐ νόησιν ε χει τοῦ ο ντος ἐκ δεξιῶν καὶ ἐνώπιον διαπαντός), λείπεται κατ' οἰκονομίαν ἀνθρωπίνως εἰρῆσθαι ταῦτα ὑπὸ τοῦ θεοῦ λόγου σαρκωθέντος ἀτρέπτως καὶ τελείως καὶ ἀληθῶς· ὡς ἐξ ἑνὸς γὰρ προσώπου τὰ πάντα λελέξεται, τά τε θεοπρεπῆ καὶ ἀνθρώπινα, ὡς α νθρωπος τοίνυν ο τε γέγονεν, ἐκ δεξιῶν ε χων τὸν θεὸν οὐ κλονηθείη, κα ν πικρὰ περιεστηκότα ῃ , κα ν παραστῶσιν οἱ βασιλεῖς τῆς γῆς καὶ συναχθῶσιν οἱ α ρχοντες ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ· ου τω γοῦν μὴ κλονηθεὶς κατὰ ψυχήν, ̔Αμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, πειρασθεὶς κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας. ̔Εξῆς ἐπιφέρεται ὡς ηὐφράνθη ἡ καρδία αὐτοῦ καὶ ἠγαλλιάσατο ἡ γλώσσα αὐτοῦ ἐπὶ τῷ ε χειν ἐκ δεξιῶν καὶ ἐνώπιον ἑαυτοῦ τὸν κύριον διαπαντός. ἐπαινετὴ ἀγαλλίασις καὶ εὐφροσύνη τυγχάνει, ο τε οὐ διά τι τῶν τυχόντων γίνεται ἀλλ' ἐπὶ κατανοήσει

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.