Unit 7 rem early
Rem early: Unit 7; lemma and argument toward the thesis.
Greek
θεοῦ. 97 Ps 15,9c.10 Καὶ ἐκ τούτων τῶν συλλαβῶν δηλοῦται μάλιστα τελείως ἐνηνθρωπηκέναι τὸν κύριον· τῆς γὰρ σαρκὸς ἀποτεθειμένης ἐν τῷ μνημείῳ ἡ ψυχὴ αὐτοῦ γέγονεν ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, μεθ' ο ἀναστὰς ε λαβε τὴν σάρκα η ν τέως διαζεύξας η ν ἀπὸ τοῦ σώματος. ει ρηται δὲ ἐπ' ἐλπίδι κατεσκηνωκέναι ἡ σὰρξ διὰ τὴν ἐσομένην παρ' αὐτὰ ἀνάστασιν· οὐ γὰρ διαλυθεῖσα η φθοράν τινα παθοῦσα ἀλλ' ἀβλαβὴς διαμείνασα συνεζεύχθη πάλιν τῇ μὴ ἐγκαταλειφθείσῃ εἰς τὸν ᾳ δην ψυχῇ. εἰ δὲ ἡ προκειμένη ψυχὴ καὶ σαρκὸς χωριζομένη ὑφέστηκεν καὶ ἐν τῷ ᾳ δῃ γίνεται, ε νθα αἱ λογικαὶ τῶν ἀνθρώπων ψυχαί, δῆλον ο τι οὐ δύναται α λογος ει ναι· ἡ γὰρ α λογος ψυχὴ χωριζομένη σαρκὸς οὐχ ὑφίσταται οὐδὲ εἰς τὸν ᾳ δην πορεύεται. ἀλλὰ μὴν ἡ τοῦ ̓Ιησοῦ ψυχὴ ἑκατέρων πείραν ε σχεν· γέγονε γὰρ καὶ ἐν τῷ χωρίῳ τῶν ἀνθρωπίνων ψυχῶν, καὶ τῆς σαρκὸς ἐκτὸς γενομένη ζῇ καὶ ὑφίσταται· λογικὴ α ρα καὶ ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὁμοούσιος, ω σπερ καὶ ἡ σὰρξ ὁμοούσιος τῇ τῶν ἀνθρώπων σαρκὶ τυγχάνει ἐκ τῆς Μαρίας προελθοῦσα. Εἰ δὲ καὶ ε δοξεν πεπονθέναι διὰ τὸν σταυρόν, ἀλλ' ου ν οὐκ ει δεν διαφθοράν, ἀβλαβῶν διαμεινάντων τῆς τε ψυχῆς καὶ τῆς σαρκὸς ἐξ ω ν συντεθέντων ἀνεδείχθη. πάλιν ὁ ο σιος τοῦ θεοῦ οὐχ ἑωρακὼς διαφθορὰν ἀλλὰ καὶ αι τιος τῆς τῶν α λλων νεκρῶν ἐγέρσεως· δι' αὐτὸν γὰρ πρωτότοκον ἐκ τῶν νεκρῶν γεγενημένον τὸ φθαρτὸν καὶ θνητὸν ἡμῶν ἀφθαρσίαν ἐνδυσάμενον συναπαθανατίζεται τῷ μὴ ἑωρακότι διαφθορὰν ὁσίῳ τοῦ θεοῦ. 98 Ps 15,11 ̓Εκ νεκρῶν ἀναστὰς ὁ σαρκωθεὶς τοῦ θεοῦ λόγος ὑμνεῖ, καθὸ α νθρωπος γέγονε μὴ ἀπολειπὼν καὶ τοῦ ει ναι θεός, τὸν φανερώσαντα αὐτῷ τὰς ἀγούσας ὁδοὺς ἐπὶ τὴν αἰώνιον ζωήν, ι να καὶ εὐφροσύνης πληρωθῇ τελείας ὁ πάσης εὐφροσύνης πνευματικῆς ἐμπιμπλῶν τοὺς ἁγίους. θεοῦ δὲ πρόσωπον ἡ εἰκὼν αὐτοῦ καὶ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. τί δὲ ἀκολουθεῖ τῷ ὁδεύσαντι τὰς γνωσθείσας ὁδοὺς τῆς ζωῆς η τὸ θείαν τέρψιν ε χειν ἐν τῇ δεξιᾷ τοῦ θεοῦ ου σῃ ἀληθείᾳ καὶ σοφίᾳ; αυ τη δέ ἐστιν ὁ μονογενὴς τοῦ θεοῦ υἱός. καὶ ἐπεὶ ἀνυπέρβλητος τυγχάνει ἡ ἐν τῇ δεξιᾷ τοῦ θεοῦ τέρψις, τέλος ε σται ε σχατον ὀρεκτὸν ου σα· οὐ γὰρ α λλου χάριν ἀλλ' αὐτῆς ε νεκα τὰ πάντα. 99 Ps 16,2 ̓Αλαζονείαν καταψηφίζονταί τινες τοῦ εὐχομένου φάσκοντες ὡς τῶν μετρίων τὸ η θος· οὐδεὶς λέξει τὸ Εἰσάκουσον, κύριε, τῆς δικαιοσύνης μου, καὶ τὸ ̓Εκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι. ἀλλ' οὐκ ἀλαζὼν ὁ ∆αυὶδ ποιῶν πάντα τὰ θελήματα τοῦ θεοῦ ἀλλὰ σὺν ἀγαθότητι κριθῆναι θέλων παρεκάλει ἐξελθεῖν αὐτοῦ 28 τὸ κρίμα ἐκ τοῦ θεϊκοῦ προσώπου. Οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας. ευ χεται τοῖς ὀφθαλμοῖς τοῦ ε σω ἀνθρώπου εὐθύτητα ἰδεῖν καθ' η ν κρινεῖ ὁ θεὸς ἐξάγων τὸ κρίμα ἐκ προσώπου ἑαυτοῦ, η ευ χεται τὴν ἀρετὴν εὐθύτητας θεάσασθαι. εἰ δὲ ευ χεται αὐτὴν ἰδεῖν, ου πω παροῦσαν αὐτὴν ε χει, ῳ ε πεται τὸ μὴ ἀλαζονεύεσθαι αὐτὸν ου τω τὴν εὐχὴν ἀναφέροντα. ταῦτα περὶ τῆς παντελοῦς ἀρετῆς εἰρῆσθαι ἡγητέον, η τις ὀψέ ποτε παραγίνεται πλείστων ο σων προδιανυσθέντων. 100 Ps 16,3 Καὶ διὰ τῶν προκειμένων ἐμφαίνεται πολλὴ παρρησία τοῦ λέγοντος. εἰ γὰρ ταῦτα ἐπὶ θεοῦ λέγει, πολλὴν ἑαυτοῦ ἐμφαίνει καθαρότητα· δοκιμάζεται γὰρ ἡ καρδία παντὸς τοῦ σκυθρωπὰ ὑπομένοντος, ο τ' α ν ἐν παντὶ θλιβόμενος μὴ στενοχωρῆται, ἀλλ' ὑπομένων εἰς τέλος ἀποδείκνυται δίκαιος· οι ος η ν ̓Ιὼβ ῳ ει πεν ὁ θεός· Οι ει με α λλως σοι κεχρηματικέναι η ι να ἀναφανῇς δίκαιος, πρὸς τῷ δεδοκιμάσθαι τὴν καρδίαν αὐτοῦ ὑπὸ τοῦ κυρίου καὶ πεπυρῶσθαι καὶ μὴ ηὑρᾶσθαι ἐν αὐτῷ ἀδικίαν; ̓Ακόλουθον ἰδεῖν τί σημαίνεται ἐκ τοῦ ̓Επεσκέψω νυκτός· καὶ ο ρα εἰ τὴν κατάστασιν τῶν σκυθρωπῶν διὰ τὸ ἀφεγγὲς καὶ μηδὲν ἱλαρὸν ε χειν νύκτα καλεῖ, ἐν ῃ ἐπισκεψάμενος αὐτὸν ὁ θεὸς δόκιμον ἀπέφηνεν καὶ πυρώσας διὰ τῶν θλιβερῶν καθαρὸν πάντων ἀδικημάτων ἀνέδειξεν. ῥηθείη τὸ ̓Επεσκέψω νυκτὸς καὶ ου τως· ἐπεὶ τῆς καρδίας τὰ κρύφια οὐκ εἰσὶν φανερὰ η μόνῳ τῷ πρὸς ο ν ει ρηται Σὺ μόνος γινώσκεις τὰς καρδίας τῶν ἀνθρώπων, νὺξ ὠνομάσθη, α καὶ αὐτά, καίτοι τοῖς α λλοις ο ντα σκοτεινὰ διὰ τὸ ἀκατάληπτον, σοὶ τῷ δοκιμάσαντί με διὰ τὸ ἐπεσκέφθαι με νυκτὸς πεφανέρωται. τούτῳ συνᾴδει τὸ Εἰ ἀδικίαν ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου κύριος. 101 Ps 16,4a Τὸ ἀπαγγέλλειν τὰ ε ργα τῶν ἀνθρώπων πράξει καὶ διαθέσει, ε τι μὴν καὶ λόγῳ, φαύλων ἐστίν. τίνα δὲ τὰ ε ργα τούτων η ἐκεῖνα περὶ ω ν ὁ ἀπόστολος γράφει· Οπου γὰρ ε ρεις καὶ ζῆλος ἐν ὑμῖν,
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.