Unit 7 rem close
Rem CLOSEOUT: Unit 7 CLOSEOUT.
Greek
ὀφθαλμοὺς αὐτῶν ἐν τῇ γῇ τεθεῖσθαι ἐκκλινόντων καὶ παρανόμων γινομένων· τοῦτο γὰρ παρίσταται ἐκ τοῦ ἐν τῇ γῇ τοὺς ὀφθαλμοὺς αὐτῶν τεθεικέναι, σκοπεῖν θέλοντας τὰ πρόσκαιρα καὶ φρονεῖν τὰ ἐπίγεια ἐκκλίνοντας ἐκ τοῦ τὴν εὐθείαν ὁδὸν μὴ βούλεσθαι βαδίζειν ἀλλὰ τὰς σκολιὰς α ς ὁ ε χων ταλανίζεται· Ω γάρ, φησίν, οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους, ω ν αἱ ὁδοὶ σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν. ου τοι μὲν ἐπὶ τῷ ἐκκλίναι ε θεντο τοὺς ὀφθαλμοὺς αὐτῶν ἐν τῇ γῇ, τῶν δὲ φορούντων τὴν εἰκόνα τοῦ ἐπουρανίου τιθέντων τοὺς ὀφθαλμοὺς αὐτῶν ἐν τῷ οὐρανῷ ἐπὶ τῷ κατορθῶσαι εὐθείαν ὁδὸν τὴν εἰς οὐρανοὺς ἀναφέρουσαν. 107 Ps 16,13.14a ̓Επεὶ μακροθυμοῦντος σοῦ κοιμᾶσθαί σε ε δοξαν μὴ παρ' αὐτὰ δίκην εἰσπραττόμενοι ἐφ' οι ς φονικῶς διέκειντο, ̓Ανάστηθι λοιπόν, ω κύριε, ι να προφθάσῃς αὐτοὺς ἐπὶ τῷ ὑποσκελισθῆναι. συνοίσει γὰρ αὐτοῖς παθεῖν τοῦτο, ι να μὴ ἀεὶ ἐπὶ τὸ κακὸν τρέχοντες αὐξάνωσι τὴν ἀπώλειαν αὐτῶν· περισχόντες γὰρ τὴν ψυχήν μου καὶ τὰ α λλα ποιοῦντες εἰ μὴ κωλυθεῖεν, τὰ μέγιστα αὐτὴν βλάπτουσιν· ο θεν ̔Υποσκέλισον αὐτούς, ι να μηκέτι κατ' ἐμοῦ δύνωνται, σοῦ ῥυσαμένου τὴν ψυχήν μου ἀφ' ἑκάστου ο ντος τοιούτου καὶ διὰ τοῦτο ἀσεβοῦς ὀνομαζομένου· ̔Ρῦσαι γὰρ τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς. Τὴν ῥομφαίαν ἑαυτοῦ ἐκ τῆς χειρὸς αὐτῶν λήψεται· ει χον γὰρ αὐτὴν εὐλόγως δοθεῖσαν. αι ρεται δὲ ἀπ' αὐτῶν οὐ χρωμένων ὡς δεῖ. διὸ καὶ ἐν τῇ γῇ ὀλιγοῦνται, τουτέστιν 30 εὐτελίζονται. οἱ γὰρ περὶ τὰ ὑλικὰ καὶ χοϊκὰ γινόμενοι προσπαθοῦντες αὐτοῖς ἀποβάλλουσιν τῆς ψυχῆς τὸ ἀνάστημα καὶ τὸν πλοῦτον ο ν ει χον, εἰ μὴ τὰ ὑλικὰ προτέθειντο. διὰ τοῦτο καὶ μὴ ο ντες ὀνομάζονται ὡς ἐν τῷ Μὴ παραδῷς τὸ σκῆπτρόν σου τοῖς μὴ ου σιν. 108 Ps 16,14b–ε Τῶν ἐπὶ κακῷ συμφωνούντων καὶ ὁμονοούντων τῆς ζωῆς ὁ μερισμὸς ὠφέλιμος· ο γὰρ πρᾶξαι προτέθειντο κακὸν ὁμοφρονοῦντες, τοῦτο ἀποβάλλουσιν ἀτελὲς γινόμενον διαστασιάσαντες πρὸς αὐτούς, ὡς γέγονεν ἐπὶ τῶν προτεθειμένων πύργον καὶ πόλιν οἰκοδομῆσαι ἐπὶ κακῷ τῷ ἑαυτῶν· εὐεργετῶν γὰρ αὐτοὺς ὁ θεὸς συνέχεεν τὰς γλώσσας αὐτῶν, ὡς μηκέτι εἰδέναι ε καστον τὰ παρὰ τῶν πλησίον λεγόμενα, ι να ἡ προκαταλαβοῦσα α γνοια διαστασιάζειν αὐτοὺς πρὸς ἑαυτοὺς παρασκευάσασα ἀτελῆ τὴν πρόθεσιν αὐτῶν ἀποδείξῃ. τοῦτο ου ν ἐστι τὸ δηλούμενον ἐν τῷ ∆ιαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν. Καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν· κεκρυμμένα δὲ θεοῦ τὰ ἀνάξια τῆς μνήμης αὐτοῦ, ω ν πάντων τὰ κατάλοιπα τοῖς νηπίοις κατέλειπον μετὰ τὸ πλησθῆναι τὴν κοιλίαν αὐτῶν. ο τι δὲ ἀνάξια τῶν ο ψεων τοῦ θεοῦ τὰ ἐπίληπτα, παρίσταται ἐκ τοῦ Κάϊν ( ̓Εξῆλθεν γὰρ ου τος ἀπὸ προσώπου τοῦ θεοῦ) καὶ ἐκ τοῦ Οὐ διαμένουσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Τούτων τῶν μακρὰν θεοῦ τυγχανόντων ἐμφορηθέντες τὰ κατάλοιπα ει ασαν τοῖς νηπίοις αὐτῶν, χορτασθέντες ὑείων τουτέστιν ἀκαθάρτων. πάντων γὰρ τῶν μολυνόντων χαλεπώτεροι οἱ καὶ ἑαυτοὺς βλάπτοντες καὶ ἑτέρων αι τιοι γινόμενοι, ο δηλοῦται διὰ τοῦ Καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. τέλειον γὰρ ἀπατῆσαι οὐχ οι οί τέ εἰσιν· διὸ περὶ αὐτῶν γέγραπται· ̓Ανθ' ω ν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ. Φέρεται γραφὴ ε χουσα ̓Εχορτάσθησαν υἱῶν· δι' ου ς υἱωνοὺς εἰς κόρον ε σχον. διαμερισθέντες ἐν τῇ ζωῇ ἑαυτῶν, πολύτροπον τὴν βλάβην ε σχον. οὐ μόνον γὰρ αὐτοὶ ἀλλὰ καὶ οἱ νήπιοι αὐτῶν ἐκορέσθησαν τῶν κεκρυμμένων τοῦ θεοῦ. 109 Ps 16,15 ̓Εκεῖνοι μὲν ου τω, φησίν, καθ' α ει ρηται, ̓Εγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου· οὐ γὰρ τῶν κρυπτομένων ἀπὸ σοῦ ἡ ἀρετὴ ὡς ἡ ἐκείνων κακία. κἀκεῖνοι μὲν αὐθάδεις ο ντες καὶ οἰόμενοι πάντων ει ναι πλήρεις μηδὲν ε χοντες ὡς ἀπεντεῦθεν δοκεῖν αὐτοὺς κεχορτάσθαι, ἐγὼ δὲ ἐκ μέρους γινώσκων α ρτι τότε χορτασθήσομαι, ο τ' α ν ὀφθῇ ἡ δόξα σου ὑφισταμένη κατὰ τὸ ἐρχόμενον τέλειον, ῳ προσβάλλειν τότε δυνατὸν Πρόσωπον πρὸς πρόσωπον. δυνατὸν ὀφθησομένην θεοῦ δόξαν ἐκλαβεῖν τὸν μονογενῆ υἱὸν περὶ ου γέγραπται· Οψεται πᾶσα σὰρξ τὸ σωτήριον αὐτοῦ, καὶ ὀφθήσεται ἡ δόξα κυρίου. πληροῦται τούτων ε καστον, ο τ' α ν Θεασώμεθα τὴν δόξαν τοῦ υἱοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. 110 Ps 17,1 Συναριθμείσθωσαν δὲ τοῖς ἐχθροῖς τοῖς ἀφ' ω ν ἐρρύσθη καὶ ἀόρατοι διάφοροι. ̔Ρηθείη δὲ καὶ πρὸς ἑκάστην λέξιν τὰ φαινόμενα. Εἰς τὸ τέλος,
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.