Unit 7 rem mid
Rem mid: Unit 7; lemma continues; reading with the letter.
Greek
οὐχὶ α νθρωποί ἐστε καὶ κατὰ α νθρωπον περιπατεῖτε; κωλυτικὸν τοῦ λαλεῖν τὰ ε ργα τῶν ἀνθρώπων τυγχάνει καὶ τὸ μὴ εὑρέσθαι ἐν αὐτῷ ἀδικίαν ὑπὸ θεοῦ πυρωθέντι διὰ πειρασμῶν καὶ τῶν παραπλησίων. 102 Ps 16,4b Αἱ ἐπὶ ἀρετὴν φέρουσαι ὁδοὶ δοκοῦσιν σκληραὶ ει ναι πολὺ τὸ τραχὺ ε χουσαι· πῶς γὰρ οὐ σκληρὰ ἡ ὁδὸς ἡ παραγγέλλουσα τῷ ῥαπίζοντι εἰς θατέραν τῶν σιαγόνων καὶ τὴν λοιπὴν προχείρως εἰς ὑποδοχὴν υ βρεως παρέχειν; πρὸς τούτοις δοκεῖ τραχεία ὁδὸς ει ναι καθ' η ν ε ως θανάτου ἀγωνίζεταί τις ὑπὲρ τῆς ἀληθείας. ε στιν ο τε δι' αἰκιῶν πικροτάτων ἀπειλῆς τε πυρὸς καὶ σιδήρου καὶ προσβολῆς θηρίων ἀγρίων τελειουμένου τούτου πλὴν εἰ καὶ σκληραὶ αυ ται αἱ ὁδοὶ καὶ αἱ συγγενεῖς αὐταῖς, ἀλλά γε φυλάττονται διὰ τοὺς λόγους τῶν χειλέων τοῦ προστάττοντος θεοῦ καὶ ἐξευμαρίζονται ὡς μηκέτι σκληρόν τι η βαρὺ ε χειν. ̓Ιωάννης γοῦν γράφει τὸ Καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, καὶ ὁ ̓Ιησοῦς τοῖς ἀκούουσι τοὺς λόγους αὐτοῦ λέγει ̔Ο ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. ἐκ γὰρ πολλοῦ συνεθισμοῦ καὶ γυμνασίων ἀδιαστάτως προσαγομένων καὶ τὰ α χθη κουφότατα φαίνεται καὶ τὰ πικρὰ καὶ ἀηδῆ κατορθοῦται σὺν ῥᾳστώνῃ πολλῇ. 103 Ps 16,5a Τρίβοι δὲ τοῦ κυρίου καὶ τῶν ἁγίων αὐτοῦ αἱ τηρήσεις τῶν ἐντολῶν τυγχάνουσιν, μᾶλλον δὲ αἱ κατ' ἀρετὴν ἐνέργειαι λεῖαι καὶ ὁμαλαὶ ἀναδειχθεῖσαι ἐκ τοῦ συνεχῶς πατεῖσθαι πρὸς τῶν σπευδόντων φθᾶσαι ἐπὶ τὸ τέλος αὐτῶν· τέλος δὲ αὐτῶν ἡ μακαριότης καὶ ἡ τῶν ἐπαγγελιῶν ἀπόδοσίς ἐστιν. δράμωμεν τοίνυν κατ' αὐτάς, ι να σωτηρίας τύχωμεν, οὐ κλονουμένων τῶν διαβημάτων τουτέστιν οὐ σφαλλομένων. ο τ' α ν ὁ κύριος ἐν ταῖς τρίβοις αὐτοῦ καταρτίσῃ αὐτά, ὁ ταύτης τῆς αἰτήσεως τυχών φησιν Ανευ ἀνομίας ε δραμον καὶ κατεύθυνα, καὶ τὸ ̔Οδὸν ἐντολῶν σου ε δραμον, ο τ' α ν ἐπλάτυνας τὴν καρδίαν μου. 104 Ps 16,6–7b Τὸ Κεκράξομαι πνευματικῶς ἀκουστέον· οὐ γὰρ γεγωνοτέρᾳ τῇ φωνῇ πρὸς τὸν ἀόρατον θεὸν κεκραγέναι δεῖ ἀλλ' ἐπιτεταμένῃ νοήσει· αυ τη δὲ ἡ κραυγὴ τοῦ ε σω ἀνθρώπου. Θαυμαστοῖ τὰ ἐλέη 29 αὐτοῦ ἐπὶ τοὺς ἐλπίζοντας ἐπ' αὐτόν, ο τ' α ν παραδοξότερόν τι ε χωσιν τὰ δι' εὐεργεσίαν ἐλέη γενόμενα, ὡς τοῦ θεοῦ κλίνοντος πρὸς ἡμᾶς εἰσακούει τῶν ῥημάτων τῆς φωνῆς ἡμῶν, οὐκ α λλο τι τυγχάνον η ἡ συγκαταβαίνουσα δι' ἀγαθότητα δύναμις αὐτοῦ ἐπὶ τῷ δέχεσθαι τοὺς ἡμετέρους λόγους. εἰς τοῦτο λήψῃ τὸ ̓Οφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ω τα αὐτοῦ εἰς δέησιν αὐτῶν. 105 Ps 16,7c–9a Τῆς δεξιᾶς τοῦ θεοῦ οὐχ ἑτέρας ου σης τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ, ὡς καὶ μικρῷ πρότερον ει ρηται, ο τε προέκειτο τὸ Τερπνότης ἐν τῇ δεξιᾷ σου εἰς τέλος, ἀνθιστάμενοι ταύτῃ διάβολος καὶ οἱ τούτου α γγελοι καὶ πρὸς τούτοις α νθρωποι γόητες καὶ πονηροὶ ἀφ' ω ν ἀβλαβὴς διαμεῖναι ποθῶν ὁ α γιος λέγει τῷ θεῷ· Φύλαξόν με ἀπὸ τῶν ἀνθισταμένων τῇ σῇ δεξιᾷ κατὰ τὴν τοῦ ὀφθαλμοῦ μου κόρην, ι ν' ἀβλαβὴς ὁ νοῦς μου διαμείνῃ· ἀλλὰ καὶ ἐν σκέπῃ τῶν πτερύγων σου σκέπασόν με ἀπὸ προσώπου ἀσεβῶν τῶν περιβαλεῖν με ταλαιπωρίᾳ ποθούντων. δυνατὸν δὲ ἀσεβεῖς καὶ ἀνθεστηκότας τῇ δεξιᾷ τοῦ θεοῦ κατ' ἐπίνοιαν διαφόρους εἰπεῖν, καθ' ὑποκείμενον τοὺς αὐτοὺς τυγχάνοντας. οὐ παντὸς δὲ ἡ φωνὴ ἡ Φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ ἀλλὰ μόνου τοῦ πεφωτισμένου κατὰ τὴν ψυχὴν ε χοντος τοὺς ὀφθαλμοὺς τῆς καρδίας πεφωτισμένους. Τὸ δὲ ̓Εν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με πνευματικῶς ἐκληπτέον· αἱ γὰρ σκεπαστικαὶ τοῦ θεοῦ δυνάμεις πτέρυγες αὐτοῦ καλοῦνται, δι' ω ν σκέπει καὶ εἰς εὐθυμίαν α γει τὸν παρακαλοῦντα ἐξαιρεθῆναι ἀπὸ ἀσεβῶν τῶν ταλαιπωρίαν κατ' αὐτοῦ διανοουμένων. ου τοι δὲ ἀόρατοί τινές εἰσιν ἐχθροὶ ταλαιπώρους ποιοῦντες τοὺς ἁλισκομένους πρὸς αὐτῶν τῷ ὑποβαλεῖν αὐτοὺς ἁμαρτίᾳ. 106 Ps 16,9b–11 Τὸ α γριον καὶ ὠμὸν τῶν ἀνθισταμένων σημαίνει διὰ τοῦ εἰπεῖν περιέχεσθαι τὴν ψυχὴν ἑαυτοῦ ὑπὸ τῶν ἐχθρῶν αὐτοῦ συγκλεισάντων τὸ στέαρ αὐτῶν διὰ τὴν πρὸς υ λην προσπάθειαν. ο λοι γὰρ δι' ο λων ὑλικοὶ καὶ σάρκινοι, πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν, τυγχάνουσιν καὶ ἀπὸ πολλῆς εὐθυμίας καὶ τρυφῆς στέατος ω σπερ καὶ πιμελῆς ἐπληροῦντο. διὸ ὁ Σύμμαχος Τῷ στέατι αὐτῶν ἀπεφράγησαν· διὸ καὶ λαλεῖ τὸ στόμα αὐτῶν ὑπερηφανίαν, οὐδὲν φιλικὸν η καθῆκον εὐσταθῶς προφερόντων. ου τοι οἱ ἐχθροὶ ἀπὸ πολλῆς ἀλαζονείας ἐκβάλλοντες οἱονεὶ τὸν ταῦτα λέγοντα περικυκλοῦσιν ἐπὶ τῷ βλάψαι καὶ ἀπολέσαι τὸν ἐντὸς ἀρκύων γεγενημένον. οὐ γὰρ χρηστόν τι η ἀγαθὸν ἐπιτηδεύουσιν, ἐπεὶ παραβάται θείων νόμων γεγενημένοι διὰ τοῦ τοὺς
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.