Fragmenta in Psalmos Unit 8 opening
Unit 8.
Lemma-led open — φησίν, τῷ παιδὶ κυρίου τῷ ∆αυίδ. τέλος ἐν τούτοις ληπτέον κατὰ πάντων τῶν ἐχθρῶν νίκην· ὑπ
Greek
φησίν, τῷ παιδὶ κυρίου τῷ ∆αυίδ. τέλος ἐν τούτοις ληπτέον κατὰ πάντων τῶν ἐχθρῶν νίκην· ὑπὲρ ταύτης γὰρ καὶ οἱ πόλεμοι καὶ πάντα τὰ συντείνοντα πρὸς ἀριστείαν βασιλέως. τέλος δὲ ὀρθῶς λέγεται τὸ ου χάριν τὰ α λλα, αὐτὸ δὲ οὐδενὸς ε νεκα. νίκης τοιγαροῦν ὑπαρξάσης οὐκ α λλῳ δεῖ εὐχαριστῆσαι η τῷ θεῷ τῷ ὀρέξαντι αὐτήν. ει ρηται γὰρ πρὸς αὐτὸν ὑπὸ τοῦ Εσδρα· Παρὰ σοῦ ἡ νίκη. ἀναφέρει δὲ τὴν ᾠδὴν ὁ ∆αυὶδ τῷ κυρίῳ, ὡς παῖς καὶ θεραπευτὴς αὐτοῦ πάντας τοὺς λόγους τῆς εὐχαριστίας σοφῶς καὶ πιστῶς διεξιὼν ἐν τῇ ἡμέρᾳ (τουτέστιν ἐν τῷ φωτισμῷ) ἐκείνῃ, ο τε πάντες οἱ ἐχθροὶ καὶ ὁ τοῦ ̓Ισραὴλ βασιλεὺς Σαοὺλ κατελύθησαν, τοῦ ∆αυὶδ ἀβλαβοῦς ἀπ' αὐτῶν ῥερυσμένου. καὶ ταῦτα ὡς πρὸς τὴν ἱστορίαν. ̓Επειδὴ δὲ πολλοῖς τῶν πιστῶν δοκεῖ ἐκ προσώπου τοῦ σωτῆρος ει ναι τὴν ᾠδήν, λεκτέον μετὰ ἀνάστασιν τὴν ἐκ νεκρῶν εἰρῆσθαι τὸν ἐπινίκιον υ μνον, ῥυσθέντος αὐτοῦ ἐκ 31 πάντων τῶν φρυαξάντων ἐθνῶν καὶ μελετησάντων κενὰ λαῶν ἀλλὰ καὶ τῶν παραστάντων βασιλέων καὶ συναχθέντων ἀρχόντων ἐπὶ τὸ αὐτὸ κατ' αὐτοῦ. ἐρεῖς δὲ αὐτὸν ε ρρυσθαι καὶ ἐκ χειρὸς Σαούλ, ἐκ τοῦ τότε κρατοῦντος τῶν ̓Ιουδαίων, ῳ , μετὰ τοῦ τρόπου, οὐκ ἀπεικὸς γὰρ κεκρατηκέναι αὐτῶν τρόπον ὠμόθυμον καὶ σὺν αὐτῷ πνεῦμα πονηρὸν εἰρηκότων μὴ ε χειν βασιλέα θεόν· πῶς γὰρ οὐκ ε μελλον ἀρνησάμενοι θεὸν ὑπὸ φαύλου τινὸς βασιλεύεσθαι; 111 Ps 17,5b.6 Χείμαρροι δὲ ἀνομίας ἐκλήθησαν, ὡς α λλος φησίν, καὶ διὰ τὸ εἰς ἀνομίαν ε ρχεσθαι τοὺς μὴ γενναίως ὑφισταμένους τὰ πειρατήρια. εἰ δὲ περὶ τοῦ ἑπομένου τοῖς ἁμαρτάνουσι θανάτου καὶ τοῦ πρὸς αὐτὸν ἁρμονίαν ε χοντος ᾳ δου τυγχάνουσιν αἱ προκείμεναι λέξεις, καὶ ὠδῖνες θανάτου καὶ ᾳ δου τὰ ἁμαρτήματα τὰ πρὸς θάνατον ὑπάρχει. καταλλήλως ταύτῃ τῇ νοήσει χειμάρρους ἀνομίας ἐρεῖς τὰ ῥεύματα τῆς κακίας καὶ θανάτου παγίδας τὰς ἀποτελουμένας πρακτικῶς ἁμαρτίας. Κατὰ τὴν προτέραν ἀπόδοσιν ἁρμόζει τὰ προκείμενα τῇ κατὰ σάρκα τοῦ κυρίου οἰκονομίᾳ. ε χουσι γὰρ πολλὴν οἰκειότητα πρὸς τὸ Νῦν ἡ ψυχή μου τετάρακται καὶ τὸ Περίλυπός ἐστιν ἡ ψυχή μου ε ως θανάτου. 112 Ps 17,7 Πολλὴν δὲ παρρησίαν ἀπὸ καθαρᾶς συνειδήσεως ἡ εὐχή, ἐπεὶ τὸ ἐπικαλεῖσθαι πρὸς τὸν κύριον ει πεν ἀναφορὰν ε χειν, πρὸς τὸν θεὸν δὲ τὴν κραυγὴν αὐτοῦ ἐφθακέναι. ο ρα μήποτε συμφώνως τῷ ̔Ημῖν δὲ ει ς θεὸς ὁ πατὴρ καὶ ει ς κύριος ̓Ιησοῦς Χριστός. θεὸν τὸν πατέρα, κύριον δὲ τὸν υἱὸν ἐκληψόμεθα, εἰ μὴ α ρα κατὰ τοῦ αὐτοῦ ἀμφότερα λέγεται πατρὸς καὶ υἱοῦ θεοῦ καὶ κυρίου ο ντος διὰ τὸ ταὐτὸν τῆς θεότητος καὶ κυριότητος. Πῶς δὲ εἰπὼν Ηκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου; μελλητικῶς λέγεται εἰσελεύσεσθαι εἰς τὰ ω τα τοῦ θεοῦ ἡ κραυγὴ αὐτοῦ. πρὸς τοῦτο ὁ μέν τις ἐρεῖ· η δη ἐπακούσαντος θεοῦ ὡς ἐκτὸς τῆς θλίψεως γενέσθαι τὸν εὐξάμενον, πιστεύει ο τι πάλιν κράξας πρὸς θεὸν ε χει αὐτὸν δεχόμενον εἰς τὰ ω τα καὶ ἐνώπιον αὐτοῦ τὴν ἀναπεμπομένην κραυγὴν ὑπ' αὐτοῦ. α λλου λέξοντος· ὁ δὲ αἰσθηθεὶς α μα τῷ ἐπικαλέσασθαι ἐκ ναοῦ ἁγίου αὐτοῦ ἐπινεύσαντα τὸν παρακληθέντα θαρρεῖ ο τι ἐκβάσεως τεύξεται τὰ περὶ ω ν ηυ ξατο, εἰσελευσομένης εἰς τὰ ω τα τοῦ θεοῦ καὶ ἐνώπιον αὐτοῦ τῆς ἀπὸ καθαρᾶς διαθέσεως ἀναπεμφθείσης κραυγῆς. Ps 17,8b Τὰ ο ρη ταῦτα μεθίστησιν ἀπὸ τῶν ἠπατημένων ὁ α πασαν τὴν ὡς κόκκον σινάπεως ε χων πίστιν· ̓Εὰν γάρ φησιν ὁ Παῦλος ε χω πίστιν ω στε ο ρη μεθιστάνειν. τούτων ὑπῆρχε καὶ τὸ πνεῦμα τοῦ σεληνιασμοῦ περὶ ου φησιν ὁ σωτήρ· Εἰ ει χετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε α ν τῷ ο ρει τούτῳ Μετάβηθι ε νθεν ἐκεῖ. 113 Ps 17,9.10a ̓Ανέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ· τῆς μοχθηρᾶς υ λης δαπανωμένης ἀναλογίαν ἐχούσης πρὸς τὰ ἐποικοδομούμενα ἐπὶ τῷ Χριστῷ, θεμελίῳ ο ντι, ὑπὸ φαύλων ἀνθρώπων ξύλα χόρτον καλάμην, πράξεις δὲ φαῦλαι καὶ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.