Unit 8 rem early
Rem early: Unit 8; lemma and argument toward the thesis.
Greek
γνῶμαι χείριστοι (διὸ καταναλούμενα ὑπὸ τῆς ἐλθούσης εἰς αὐτὰ ὀργῆς) καπνὸν ἀνέπεμψαν. Ανθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ. οἱ α νθρακες ὁτὲ μὲν τὰς κολάσεις σημαίνουσιν, ὁτὲ δὲ τοὺς διαπύρους καὶ θερμοὺς τοῦ θεοῦ λόγους καθαίροντας τοὺς τῆς ψυχῆς λογισμούς. τὰς κολάσεις σημαίνει ἐν τῷ ̓Εὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν α νθρακας πυρὸς σωρεύσεις ὑπὸ τὴν κεφαλὴν αὐτοῦ. καὶ τὸ Πεσοῦνται ἐπ' αὐτοὺς α νθρακες πυρὸς καὶ καταβαλεῖς αὐτούς. ου τοι ε σονταί σοι βοήθεια. ὁ δὲ διάπυρος λόγος δηλοῦται περὶ ου ὁ ̔Ησαΐας Καὶ ἀπεστάλη ε ν τῶν σεραφείν. τῆς τοίνυν παρεσκευασμένης πρὸς ἀρετὴν ψυχῆς θερμαίνει καὶ πυρώσει τοὺς λογισμοὺς ω στε λαμπροὺς καὶ φαιδροὺς ἀποδεῖξαι, καταφλέξει δὲ τῶν ἁμαρτωλῶν τὰς πράξεις καθαίρων αὐτούς, τοὺς δὲ μὴ τοῦτο τὸ πῦρ δεξαμένους τὸ αἰώνιον πῦρ φλέξει. Τὸ δὲ Εκλινεν οὐρανοὺς καὶ κατέβη ἀκολούθως τῷ περὶ τῆς οἰκονομίας ἐπέδωκεν λόγῳ καὶ ου τος. ἐπεὶ γὰρ ἐν οὐρανοῖς οἰκεῖν λέγεται ὁ σωτήρ, α νθρωπος γενόμενος μεταβάλλει τὴν οι κησιν· ἐπὶ γὰρ τῆς γῆς ω φθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. οἰκεῖ δὲ ἐν οὐρανοῖς οὐ τοπικῶς οὐδὲ 32 καταβαίνει μεταβατικῶς (ταῦτα γὰρ σωμάτων η σῶμα περικειμένων), ἀλλὰ καθ' ο οἰκεῖν λέγεται τοὺς οὐρανούς· ̓Εν μορφῇ γὰρ θεοῦ ὑπάρχων, μορφὴν δούλου λαβὼν κατελήλυθεν, οὐδὲ μιᾶς περὶ αὐτὸν τοπικῆς μεταβολῆς γινομένης. 114 Ps 17,11 Καὶ ἐπέβη ἐπὶ χερουβεὶμ καὶ ἐπετάσθη. ἡ χερουβεὶμ φωνὴ εἰς πληθυσμὸν γνώσεως μεταλαμβάνεται· ε νθα ου ν πολλὴ γνῶσις, μᾶλλον δὲ ἀκραιφνεστάτη. ἐκεῖθεν ἐπιβαίνων διὰ τῆς ἐπῃρημένης καὶ μετεώρου νοήσεως πέταται. οὐκ ἀπογνωστέον δὲ καί τι ει δος ἀθανάτων ζῴων πληρεστάτην κεχωρηκέναι γνῶσιν τῷδε τῷ ὀνόματι σημαίνεσθαι. καὶ τούτοις ου ν τοῖς λογικοῖς ζῴοις ἐπιβὰς ὁ θεὸς ι πταται διὰ τῆς ὀξυτάτης νοήσεως. ̓Επετάσθη ἐπὶ πτερύγων ἀνέμων. εἰ μὲν ἐπὶ τῶν αἰσθητῶν ἀνέμων ἐκλήψεται τὸ λεγόμενον, ἐρεῖ τὸν θεὸν κατὰ τὸν προνοητικὸν αὐτοῦ λόγον ἐπιβάντα τῶν πτερύγων τῶν ἀνέμων, τουτέστι τῷ μετεωρισμῷ αὐτῶν α γειν αὐτοὺς ῃ αὐτὸς βούλεται· ̓Εξάγων γάρ ἐστιν ἀνέμους ἐκ θησαυρῶν αὐτῶν. εἰ δὲ τοὺς πνεύματι μετεωριζομένους καὶ δίκην ἀνέμων πνόας ἐκπέμποντας σοφοὺς α νδρας ἐκλάβοι τις ἀνέμους, καὶ τούτων ταῖς πτέρυξιν ὁ θεὸς ἐπιβαίνων ι πταται πανταχοῦ· πτέρυγες δὲ αὐτῶν αἱ ὑπέρτεροι καὶ ὑψιπετεῖς νοήσεις. καὶ ἀνέμους δὲ διδασκαλίας ει πεν ὁ ἀπόστολος Παῦλος, περὶ ἑτεροδόξων λέγων Παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. ω σπερ ου ν ἐπὶ ψεκτῶν διδασκάλων ει εν α νεμοι ω ν ταῖς πτέρυξιν ἐπιβαίνει τὰ λαοπλανᾶ πνεύματα, ου τως ταῖς πτέρυξιν παντὸς ἀνέμου ἀληθοῦς διδασκαλίας ἐπιβαίνων ὁ θεὸς ο που βούλεται πνεῖ. καὶ τοῦτό ἐστιν τὸ πετασθῆναι ἐπὶ πτερύγων ἀνέμων. 115 Ps 17,12ab Προηγουμένως καὶ ἀληθῶς οἰκῶν ὁ θεός ἐστιν φῶς ἀπρόσιτον τὸν υἱὸν ο ς ἐστιν φῶς ἀληθινόν, καὶ τὸ πνεῦμα τὸ α γιον τυγχάνον γνώσεως καὶ σοφίας υ παρξις, ω σπερ τούτου τοῦ φωτὸς λέγεσθαι Καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστιν. κατὰ δεύτερον δὲ λόγον· διὰ τὴν περὶ τὴν οὐσίαν αὐτοῦ ἀκαταληψίαν σκότος λέγεται τεθεικέναι ἀποκρυφὴν αὐτοῦ. τὸ γὰρ ἀσαφὲς καὶ ἀκατάληπτον διὰ τὸ περὶ τὸ πρᾶγμα βάθος σκότος λέγεται. ταύτῃ γὰρ καὶ σκότος ει ρηται τὸ Νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον· καὶ ̓Ανακαλύπτων ὁ θεὸς βαθέα ἐκ σκότους, φανερῶν καὶ σαφηνίζων τὰ ὑπὸ ἀσαφείας καὶ δυσκαταληψίας κρυπτόμενα. Κύκλῳ αὐτοῦ σκηνὴ αὐτοῦ. ω σπερ τὸν ὑπὸ σκηνῆς περιεχόμενον οὐκ ε στιν θεάσασθαι μὴ εἰσελθόντα ἐν αὐτῇ, ου τως καὶ τὸν θεὸν ὑπὸ ἀσαφείας καὶ δυσκαταληψίας κυκλούμενον οὐκ ε στιν ἰδεῖν μὴ εἰσβάλλοντα ε νδον τοῦ τῆς δυσκαταληψίας περιπετάσματος. αὐτίκα γοῦν περὶ Μωυσέως ει ρηται ὡς α ρα Εἰσῆλθεν εἰς τὸν γνόφον ου η ν ὁ θεός· ἐπιστήσας γὰρ τῇ περὶ θεοῦ ἐννοίᾳ καὶ δημιουργίᾳ καὶ προνοίᾳ αὐτοῦ, ε γνω ει σω τούτων περιέχεσθαι τὸν θεόν, ὡς, ὀλίγον διοίξαντα ταύτην τὴν περὶ αὐτὸν σκηνήν, ἐκ τοῦ κατ' εἰκόνα τὸν ου ἡ εἰκὼν καὶ ἐκ τῆς δημιουργίας καὶ προνοίας τὸν δημιουργὸν καὶ προνοητὴν θεωρῆσαι. 116 Ps 17,12c.13a ̓Εν πολλοῖς τόποις τῆς γραφῆς τὰς νεφέλας ἀλληγορικῶς φερομένας εὑρίσκομεν. τὸν γὰρ οι κον τοῦ ̓Ισραὴλ ἀμπελῶνα εἰπών, νεφέλας ἐντολὰς λαμβανούσας μὴκ' ε τι βρέχειν αὐτόν, οὐκ α λλας η τοὺς προφήτας εὑρίσκομεν. οὐκ ε τι γοῦν παρ' ἐκείνοις τὸ Τάδε λέγει κύριος, καὶ τὸ ̓Εγένετο λόγος κυρίου πρός με· μέχρι τούτων τῶν νεφελῶν ἡ ἀλήθεια λάμπει. αυ ται γοῦν αἱ νεφέλαι ψυχαῖς
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.