Fragmenta in Psalmos · §u08-rem-close

Unit 8 rem close

Rem CLOSEOUT: Unit 8 CLOSEOUT.

Greek

καὶ φιλανθρωπίᾳ πολλῇ, ἑκάστοτε πλήθους ἁμαρτημάτων γινομένου, οὐ καθ' 34 ἑκάστην ἡμέραν ὀργὴν ἐπάγει. καὶ τοῦτό ἐστιν τὸ ἐμπνέειν αὐτὸν πνεῦμα τῆς ὀργῆς ἑαυτοῦ διὰ τὸ προαναφωνεῖν τῆς ὀργῆς τὰς κολάσεις· Παιδεύσω γὰρ αὐτοὺς ἐν τῇ ὀργῇ τῆς θλίψεως αὐτῶν. 121 Ps 17,17–19a ̓Εξ ὑδάτων πολλῶν, η τοι τῶν ταραχωδῶν καὶ ἁλμυρῶν πραγμάτων τοῦ βίου τροπικῶς θαλάττης ὀνομαζομένων η ἀντικειμένων δυνάμεων συγκεχυμένων καὶ τεταραγμένων· ἐπίστησον δὲ εἰ καὶ δόγματα τῆς ἀθεότητος υ δωρ ἐστὶν πολὺ οὐ δυνάμενον σβέσαι τὴν ἀγάπην. δυνατοὺς δὲ ἐχθροὺς ἐξ ω ν ῥύεται ὁ θεὸς τοὺς ἀοράτους ῥητέον, τάχα δὲ καὶ τοὺς ἐν ὑπεροχαῖς ἀνθρώπους καὶ τοὺς ἀπατᾶν προτιθεμένους διὰ ψευδωνύμου γνώσεως, ο τ' α ν δεινοὶ περὶ σοφιστείαν ω σιν. οὐχ ἁμάρτοι δέ τις καὶ τοὺς ἰδίους λογισμούς, ο τ' α ν δυσαρεστῶνται τῇ προνοίᾳ η καὶ περὶ α λλην ἀσέβειαν ἐπανέχωσιν, ἐχθροὺς δυνατοὺς λέγων, καὶ ῥυσθῆναι ἐκ τῶν μισούντων, ο τ' α ν ὑπὲρ αὐτὸν κραταιωθῶσιν, ἀξιοῖ, μισούντων δὲ μάτην· οὐδὲ ει ς γὰρ διὰ τὸ φαῦλος ει ναι μισούμενος παρρησιάσεται πρὸς θεὸν ταύτην τὴν εὐχὴν εἰπεῖν, ἀλλ' ο τ' α ν διὰ Χριστὸν καὶ τὸν ὀρθὸν βίον μισῆται παρὰ τῶν ἁμαρτωλῶν τῶν τὴν θεοσέβειαν βδελυττομένων· ε λεγχον γὰρ τῆς ἑαυτῶν πολιτείας ἡγοῦνται τὴν τοῦ δικαίου ἀναστροφήν. ου τοι δὲ οἱ μισητικῶς πρὸς τὸν δίκαιον ε χοντες τότε μάλιστα ἐπιτίθενται, ο τ' α ν κακώσεως καιρὸς ἐνστῇ. τὸ γὰρ κρίμα τῆς προνοίας ἀγνοοῦντες οὐ δι' α λλο τι η δι' ἁμαρτίας θλίβεσθαι τὸν δίκαιον ὑπολαμβάνουσιν ὡς οἱ διαλεγόμενοι τῷ ̓Ιώβ. τοῦ γὰρ θεοῦ θλίψεσιν αὐτὸν ὑποβαλόντος ο πως ἀναδειχθῇ δίκαιος, ε φασκον ἐκεῖνοι ἀσεβείας καὶ ἁμαρτίας χάριν τούτοις περιπεπτωκέναι τὸν α νδρα· ἀλλὰ καὶ κατὰ τοῦ πταίοντος ἰσχυροὶ πάντες οἱ ἀλιτήριοι δαίμονες καὶ ὁ διάβολος, ὡς νοεῖσθαι νῦν κάκωσιν τὴν ἁμαρτίαν. 122 Ps 17,19b ̓Εν ἡμέρᾳ γὰρ κακώσεως ο τ' α ν τις πρὸς τὸν θεὸν καταφύγῃ ε ξει αὐτὸν ἀντιστήριγμα αὐτοῦ γινόμενον, τουτέστιν ἀντιστηρίζοντα αὐτὸν ι να μὴ κλονηθεὶς καταπέσῃ. καὶ περὶ τῆς τελείας γοῦν ψυχῆς ἀντιστήριγμα τὸν θεὸν λόγον ἐχούσης θαυμαστικῶς οἱ ἀποδεχόμενοι τὴν ἀνάβασιν καὶ λάμπρυνσιν αὐτῆς φάσκουσιν· Τίς αυ τη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφὸν αὐτῆς; 123 Ps 17,20a ̓Αντιστήριγμα γὰρ ὁ κύριος γινόμενός τινι ἐξάγει αὐτὸν ἐκ τῆς στενότητος τῶν θλιβερῶν, πλατυσμὸν αὐτῷ δωρούμενος κατὰ τὸ ̓Εν θλίψει ἐπλάτυνάς μοι. ἐν θλίψει δὲ πλατύνεταί τις οὐκ ε ξω τῆς θλίψεως πάντως γινόμενος ἀλλὰ γενναίως καὶ εὐλαβῶς πρὸς αὐτὴν τεταμένος. 124 Ps 17,20b–21 ̔Ρύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με, κα ν ο τι μάλιστα πλείστην ε χωσι δύναμιν· ἠθέλησεν γάρ με πάντα τὰ θελήματα αὐτοῦ ποιοῦντα. Πάνυ γε καθαροῦ καὶ τελείου ἡ παρρησία, μηδὲν κα ν τὸ βραχύτατον καταγινώσκοντος ἑαυτοῦ, ο θεν οἱ τὸν ψαλμὸν τοῦτον ἐκ προσώπου τοῦ σωτῆρος εἰρῆσθαι θέλοντες καὶ ταύτην τὴν λέξιν προσάπτουσιν αὐτῷ πεπειραμένῳ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας. δικαιοσύνην δὲ τὴν καθόλου πρακτικὴν ἀρετὴν λέγει, καθαριότητα δὲ χειρῶν τὰς πρακτικὰς ἐνεργείας καθαρὰς καὶ ἀμολύντους γινομένας τῷ ἀπὸ βελτίστης ε ξεως ἐπιτελεῖσθαι· πολλαχοῦ γὰρ τὰς χεῖρας ἐπὶ τῶν πρακτικῶν δυνάμεων λεγομένας ε στιν εὑρεῖν. 125 Ps 17,22 Ταῦτα δὲ οὐκ ἀλαζονικῶς φησιν, ω ς τινες οι ονται, ἀλλ' ἀνατιθεὶς τῷ θεῷ τὴν αἰτίαν τῶν κατορθωμάτων. φυλάσσει δὲ τὰς ὁδοὺς κυρίου ὁ ταῖς ἐντολαῖς αὐτοῦ πορευόμενος, καὶ οὐκ ἀσεβεῖ ἀπὸ τοῦ θεοῦ ἑαυτοῦ ὁ ὀρθῶς περὶ τῶν τῆς ἀληθείας δογμάτων διειληφώς, ἀμέμπτως περὶ θεοῦ ἐννοῶν καὶ ἁγίως περὶ Χριστοῦ διαλαμβάνων καὶ εὐσεβῶς περὶ τοῦ ἁγίου πνεύματος ἐνθυμούμενος καὶ περὶ τῶν α λλων δογμάτων ο ν δεῖ τρόπον δοξάζων. 126 Ps 17,23a Εἰ γὰρ καὶ ἀνεξεύρητα τὰ κρίματα αὐτοῦ καὶ ἀβύσσῳ ἐοικότα διὰ τὸ ἀκατάληπτον, ἀλλ' ου ν δυνατὸν ἐνώπιον αὐτὰ ε χοντα μὴ δυσαρεστεῖσθαι τῇ προνοίᾳ μηδὲ ἀσεβεῖν εἰς τὸν προνοούμενον. εἰ γὰρ καὶ μὴ καταλαμβάνωμεν ἀλλά γε διατεθέντες ο τι θεοῦ κρίσει 35 ταῦτα ἐπιτελεῖται, εὐαρεστούμεθα αὐτοῖς. καὶ αὐτὸ δὲ τὸ ο νομα τὸ Κρίματα τὴν ὀρθότητα τῆς διοικήσεως σημαίνει· ἐμπεριέχεται γὰρ καὶ συνεξακούεται τῷ κατὰ δικαιοσύνην γεγονέναι, τῶν παρὰ τὸ ὀρθὸν ἐπιτελουμένων κριμάτων αὐτὸ τοῦτο ἀδίκων καὶ διεστραμμένων. Ενεκεν γὰρ τούτου, φησίν, ἐξελεύσεται τὸ κρίμα διεστραμμένον. 127 Ps 17,23b Τῶν τοῦ θεοῦ, φησίν, δικαιωμάτων ἀντέχομαι·

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.