Unit 8 rem mid
Rem mid: Unit 8; lemma continues; reading with the letter.
Greek
ῥέουσαι πνευματικῶν λόγων ὑετὸν οὐ γῆς ἀλλ' ἀέρος εἰσίν· τοῖς γὰρ ἐπιγείοις ἀποταξάμεναι καὶ μηκέτ' αὐτὰ φρονοῦσαι, μετεωριζόμεναι καὶ ἐπαιρόμεναι ὑπὸ τῆς σφῶν ἀρετῆς καὶ τοῦ ἐνεργοῦντος πνεύματος ἀέρος εἰσίν. τὸ ἐν αὐταῖς ου ν υ δωρ, πρὶν ὑπὸ ̓Ιησοῦ ἐκβάσεως καὶ σαφηνείας τυχεῖν, διὰ τὸ τοῖς πολλοῖς δυσθεώρητον σκοτεινὸν ει ναι λέγεται. ο τ' α ν δὲ λαλήσαντος τοῦ θεοῦ ἐν τῷ υἱῷ ἐπ' ἐσχάτων τῶν ἡμερῶν πληρωθῶσιν ὁ νόμος καὶ οἱ προφῆται, ̓Απὸ τῆς τηλαυγήσεως (τουτέστιν ἐπιλάμψεως αὐτοῦ) ἐνώπιον αὐτοῦ συνελεύσονται, νεφέλαι φανεραὶ καὶ ἀρίδηλοι 33 γινόμεναι διὰ τὸ παρεῖναι τὸν προαναφωνηθέντα ὑπ' αὐτῶν. 117 Ps 17,13b–15 Σκοτεινῶν νεφελῶν εἰς φῶς διὰ σαφηνείας προελθουσῶν οὐδεμίας ἀπολογίας ὑπολείπεται πρόφασις τοῖς ἁμαρτάνουσιν· διὸ εὐθέως τηλαυγήσει τῶν νεφελῶν ἀκολουθεῖ χάλαζαν καὶ α νθρακας πυρὸς ει ναι. ει δη δὲ κολάσεων διὰ τῶν προσηγοριῶν σημαίνεται καὶ τῶν περὶ Χριστοῦ προφητευομένων ἐκβάσεως τετυχηκότων. ὁ θεὸς εὐθὺς οὐρανόθεν βροντᾷ, η τοι διὰ τῆς μεγαλοφωνίας τῶν πληρουμένων λόγων ὑπὸ ̓Ιησοῦ, η τῷ ἑκάστῃ διανοίᾳ ἐμβάλλειν θεολογίας ὑψολητάτους λόγους τὸν θεὸν περὶ τοῦ μονογενοῦς υἱοῦ, μόνον οὐχὶ τοῦτο κεκραγώς· Ου τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ῳ ηὐδόκησα, ἀλλὰ καὶ ἀποκαλύπτων τὸν υἱὸν αὐτοῦ φωνὴν δίδωσιν ὁ υ ψιστος τοῖς ὑψηλῶς περὶ Χριστοῦ διαλαβοῦσιν, ο τε οὐχ αι μα καὶ σὰρξ αὐτοῖς ἀπεκάλυψεν ἀλλ' ὁ πατὴρ ὁ οὐράνιος τὸν ι διον υἱόν. ω σπερ δὲ τοῖς παρεσκευασμένοις τὸν νοῦν πρὸς θεοπτίαν καὶ τὴν ἀκοὴν τοῦ ε σω ἀνθρώπου διοίξασιν βροντᾷ ἐξ οὐρανοῦ ὁ κύριος καὶ ὁ υ ψιστος τὴν φωνὴν αὐτοῦ δίδωσιν, ι ν' ὑπὸ τῆς οὐρανόθεν ἐρχομένης βροντῆς μετεωρισθέντες ἐκστῶσι μὲν τῶν γηΐνων, προσπελάσωσι δὲ τῷ οὐρανῷ, τὴν εἰκόνα τοῦ ἐπουρανίου φέροντες, καὶ τὰ ὑψηλὰ τῶν νοημάτων πρὸς τοῦ ὑψίστου διδόμενα λάβωσιν· ου τω τοῖς ἐναντίως διακειμένοις ἐξαποστέλλει βέλη ὁ κύριος ἱκανῶς ε χοντα συνταράξαι τοὺς πρότερον περὶ τὸ κακὸν ὁμονοοῦντας. βέλη δὲ νῦν λέγει τοὺς προαναφωνοῦντας τὰς κολάσεις λόγους· ἱκαναὶ γὰρ αἱ ἀπειλαὶ ἐκταράξαι καὶ θορυβῆσαι τὴν ψυχήν, ο τ' α ν δὲ καὶ τὰς μετ' αἰνιγμάτων λεγομένας ἀπειλὰς σαφηνίσῃ καὶ φωτίσῃ ἀστραπῶν δίκην, τοὺς ὑπὸ τῶν βελῶν τῶν προειρημένων σκορπισθέντας συνταράξει. οἱ γὰρ σκορπιζόμενοι τὴν πρὸς τὸ κακὸν συμφωνίαν ἀποβάλλουσιν ὡς ἐν ταράχῳ καὶ συγχύσει γενόμενοι. 118 Ps 17,16a Τῶν προειρημένων ἁπάντων συμβεβηκότων, ὀφθήσονται αἱ πηγαὶ τῶν ὑδάτων. καὶ εἰ μὲν πηγάς τις λέγοι ὑδάτων τὰς ἐνεσπαρμένας ἡμῖν περὶ θεοῦ καὶ τῶν καλῶν ἐννοίας, ὀφθήσεσθαι ταύτας ἐρεῖ ἀναστελλομένης τῆς ἐπικειμένης τῇ ψυχῇ ἀγνοίας καὶ κακίας. αυ ται γὰρ περιαιρεθεῖσαι οὐκ ε τι κρύψουσιν τὰς ἐν ἡμῖν πηγὰς τῶν ἀγαθῶν. εἰ δὲ καὶ πᾶσαν θεόπνευστον γραφὴν πνευματικὴν ὑπὸ ἀσαφείας κεκαλυμμένην πηγὰς ἐρεῖ ὀφθησομένας, ἐπίστησον· ο τ' α ν ου ν ἐπιστρεψάντων ἡμῶν πρὸς κύριον περιαιρεθῇ τὸ τῆς ἀγνοίας καὶ ἀσαφείας κάλυμμα, ὀφθήσονται αἱ ἐγκείμεναι τῶν ὑδάτων πηγαὶ ὡς εὐκόλως ἀφ' ἑκάστης ἀρύεσθαι κατὰ τὸ ̓Αντλήσατε υ δωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. τοῦτο γὰρ τὸ υ δωρ εὐφρασίας ἐστὶν παρεκτικὸν οὐσῶν σωτηρίου πηγῶν, αι ἀπενεμήθησαν τῷ διορατικῷ καὶ νῦν ὁρᾶν τὸν θεὸν ε χοντι γένει κατὰ τὸ ̓Εν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν, κύριον ἐκ πηγῶν, ̓Ισραήλ. 119 Ps 17,16bc Τῆς οἰκουμένης ἐποικοδομήσης δι' ω ν πράττει καὶ λέγει καὶ νοεῖ θεμελίοις τισὶν προκαταβεβλημένοις, οὐκ α ν ἁμάρτοις τὰς ε ξεις καὶ διαθέσεις θεμέλια λέγων τῆς οἰκουμένης· ο τ' α ν διασκορπίσῃ τοὺς φαύλους τοῖς βέλεσιν αὐτοῦ καὶ συνταράξῃ ἐκλάμψει τῶν ἀστραπῶν αὐτοῦ, τῶν κρυπτῶν τῶν ἀνθρώπων φανερῶν γινομένων, φωτίζοντος τοῦ θεοῦ τὰ κρυπτὰ τοῦ σκότους καὶ φανεροῦντος τὰ θεμέλια τῆς οἰκουμένης, ἀνακαλύψει βαθέα ἐκ σκότους ἀπὸ τῆς ἐπιτιμήσεως τῆς οἰκουμένης ὑπ' αὐτοῦ κατὰ πάντων. εἰ δὲ καὶ θεμέλια οἰκουμένης λέγει τις τοὺς θείους α νδρας διὰ τὸ ευ τονον τοῦ βίου καὶ τὴν στερρότητα τῆς ἀρετῆς ἐφ' οι ς ἐποικοδομοῦνται οἱ κατὰ Χριστὸν πολιτευόμενοι, ἀνακαλύπτεσθαι καὶ τούτους τοὺς θεμελίους συμβήσεται, ἐπιτιμήσεως γινομένης κατὰ τῶν ἁμαρτανόντων. τῆς γὰρ κολάσεως τούτων μὴ ἁπτομένης τῶν θεμελίων φανέρωσις καὶ ἀνακάλυψις αὐτῶν ε σται. 120 Ps 17,16δ Οὐ παραυτὰ τοῖς ἁμαρτάνουσιν θεὸς ἐπαφεῖ τὰς τιμωρίας. εἰ γὰρ τοῦτο ἐγίνετο, τὸ πᾶν α ρδην ἀπώλλυτο. ἀλλ' ἀγαθότητι
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.