Fragmenta in Psalmos Unit 9 opening
Unit 9.
Lemma-led open — ἀναχωροῦσι γὰρ ἐκείνων τῶν μὴ περιεχομένων αὐτῶν. δικαιώματα δὲ ῥητέον τὰ κατ ἰσότητα καὶ
Greek
ἀναχωροῦσι γὰρ ἐκείνων τῶν μὴ περιεχομένων αὐτῶν. δικαιώματα δὲ ῥητέον τὰ κατ' ἰσότητα καὶ δικαιοσύνην νενομοθετημένα, ὡς τὸ ̓Εὰν κτήσῃ παῖδα ̔Εβραῖον, καὶ τὰ ἑξῆς. τούτων γὰρ ἁπάντων προτέτακται Καὶ ταῦτα τὰ δικαιώματα α παραθήσεις, καὶ τὰ ἑξῆς. δύναται δὲ τὰ α μα τοῖς δικαιώμασιν ὠνομασμένα κρίματα σημαίνειν τοὺς δεδοκιμασμένους καὶ ἐξητασμένους τοῦ θεοῦ λόγους· ου τοι γὰρ διὰ τὸ μὴ ἐλέγχεσθαι η ἀνατρέπεσθαι κεκριμένοι ο ντες κρίματα ει ρηνται· ταύτῃ γὰρ καὶ οἱ λογισμοὶ τῶν δικαίων κρίματα, τουτέστιν ἠκριβωμένοι καὶ δεδοκιμασμένοι, καὶ αὐτὸ τοῦτο κανόσιν ἐοικότες. 128 Ps 17,24a Τάχα οἱ μὴ διὰ θεὸν ἀλλὰ διὰ δόξαν η ε τερόν τι τὸ α μωμον ε χοντες καὶ ἀναμάρτητον α μωμοι μὲν ει ναι δύνανται, οὐ μὴν μετὰ θεοῦ· οἱ δὲ διὰ θεόν τ' ἀγαθὸν καὶ μὴ α λλου του χάριν ἀσπασάμενοι μετὰ θεοῦ εἰσιν α μωμοι· αυ τη γὰρ ἡ πρὸς θεὸν ε νωσις ἀμώμους καὶ ἀγαθοὺς φυλάττει. οἱ δὲ ἀποζευγνύμενοι καὶ χωριζόμενοι θεοῦ μωμητοὶ εὐθὺς γίνονται, τεκνὰ μωμητὰ διὰ τὸ ἁμαρτεῖν γινόμενα. 129 Ps 17,24b ̔Ο τὰ προειρημένα πάντα κατορθώσας, πῶς ἰδίαν αὐτοῦ ἀνομίαν λέγει; ἐπιστήσεις μήποτ' ου ν ο βούλεται λέγειν ἐστὶν τοῦτο· ̔Η διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ε γκειται ἐπιμελῶς ἐκ νεότητος, ὡς ἐπιρρεπῶς ε χειν πρὸς τὸ ἁμαρτάνειν ἡδονῇ θελγόμενος. ὁ ου ν τῷ νόμῳ τοῦ θεοῦ ἑαυτὸν ἐπιδεδωκὼς φυλάττεται ἀπὸ τῆς ἐνσκιρωσάσης τῶν ἀνθρώπων ἀνομίας. τάχα δὲ καὶ τὸ λεγόμενον ἐν ἡμῖν τῆς σαρκὸς φρόνημα, ε χθρα ο ν πρὸς θεὸν καὶ τῷ νόμῳ αὐτοῦ μὴ ὑποταττόμενον, ἀνομία τοῦ ἀνθρώπου ἐστίν, ἀφ' η ς φυλάττεταί τις πνεύματι τὰς πράξεις τοῦ σώματος θανατῶν καὶ ἀπεχόμενος τῶν τῆς σαρκὸς ε ργων. 130 Ps 17,25 ∆ικαιοσύνην ἐνταῦθα καλεῖ τὴν ἐκ πίστεως ̓Ιησοῦ Χριστοῦ συνισταμένην. ∆ικαιοσύνη γὰρ θεοῦ πεφανέρωται εἰς πάντας τοὺς πιστεύοντας· τῷ γὰρ ὀρθῶς πιστεύοντι ̔Η πίστις εἰς δικαιοσύνην λογίζεται. συζύγως δὲ καθαριότητα χειρῶν ἐρεῖς τὰ λαμπρῶς καὶ ἀμολύντως ἐνεργούμενα τῆς πίστεως ε ργα, ω ν χωρὶς ἡ πίστις νεκρά ἐστιν. 131 Ps 17,26–28 ̓Αθρόας μεταβολῆς προσώπου γεγενημένης, ἐρεῖ τις πρὸς τὸν θεὸν τοὺς προκειμένους στίχους λέγεσθαι διὰ τὰ ἑπόμενα· οὐκ α λλῳ γὰρ ἐρεῖ τὸ Οτι σὺ λαὸν ταπεινὸν σώσεις καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις, η τῷ θεῷ. α λλος δὲ λέξει μὴ πρὸς τὸν θεὸν ἀλλὰ πρὸς α νθρωπον ταῦτα λέγεσθαι τῷ τὸν ὁσίοις συνδιατρίβοντα μιμεῖσθαι ἐκείνων τὴν ἀρετήν, τὸν δὲ σὺν φαύλοις ο ντα διαστροφὴν ὑφίστασθαι, ῃ φησιν ἡ θεία τῶν Παροιμιῶν γραφή· ̔Ο συμπορευόμενος σοφοῖς σοφὸς ε σται, ὁ δὲ συμπορευόμενος α φροσιν γνωσθήσεται. ἑρμηνεύσεις ου τως· Μετὰ τοῦ ὁσίου, ω δέσποτα, ὁσιωθήσῃ, παρέχων αὐτῷ τὴν ἐκ σοῦ χορηγουμένην ὁσιότητα ι να τελειωθέντα κατ' αὐτὴν εἰς τὴν ἁρμόζουσαν ἐπαγγελίαν εἰσάξῃς, καὶ τὰ α λλα ἀκολούθως τῷ πρὸ αὐτοῦ. Ευ δέ φησιν καὶ τὸ εἰπεῖν ∆ιαστρέψεις· δυναμένου γὰρ εἰπεῖν Μετὰ στρεβλοῦ διαστρέφῃ, τοῦτο μὲν οὐκ ει ρηκεν ἀλλὰ ∆ιαστρέψεις. τὴν γὰρ πρὸς τὰ φαῦλα πορείαν κωλύων ὁ θεὸς διαστρέφει τὸν ε πειτα κατατρέχοντα, φράσσων τὴν ὁδὸν αὐτοῦ ἐν σκώλοψιν καὶ τὰς τρίβους αὐτοῦ ἀνοικοδομῶν· ἀρχὴ γὰρ εὐεργεσίας τὸ κωλύεσθαι τῶν κακῶν. ̔Ο δὲ ἐπ' ἀνθρώπου ἐξειλῆφθαι βουλόμενος ἐρεῖ τὸν συνόντα ὁσίῳ α νδρα ἐκ τῶν πραττομένων ὁσίων ὁσιοῦσθαι, ὡς ̓Ελισσαιὲ μετὰ τοῦ ̔Ηλία καὶ Τιμόθεος μετὰ τοῦ Παύλου· καὶ ὁ σὺν τῷ ἀθῴῳ σπεύδων ει ναι, τὴν ἐκείνου ἀρετὴν σπασάμενος, ἀθῷος ε σται. ὁμοίως δὲ καὶ ὁ ἀνδρὶ ἐκλεκτῷ συνδιατρίβων καὶ ὁ στρεβλῷ δὲ συνὼν κατὰ τὸ ἐθέλειν αὐτῷ ἐξομοιοῦσθαι διαστρέψει ἑαυτοῦ τὸν βίον. ὁ δὲ ου τως τοὺς στίχους 36 σαφηνίσας μεταβαλεῖ πρὸς τὸν θεὸν τὸ πρόσωπον ἀπὸ τοῦ Οτι σὺ λαὸν ταπεινὸν σώσεις. 132 Ps 17,29 Τὸ δεκτικὸν φωτὸς τῆς ψυχῆς μόριον η τοι δύναμις, τουτέστιν ὁ νοῦς ο καὶ λογιστικόν τινες καλοῦσιν, λύχνος αὐτῆς ει ναι λέγεται, οὐκ ω ν αὐτὸς
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.