Fragmenta in Psalmos · §u09-rem-early

Unit 9 rem early

Rem early: Unit 9; lemma and argument toward the thesis.

Greek

κατ' οὐσίαν φῶς ἀλλὰ φωτὸς δεκτικός. τὸ δὲ σκότος αὐτῆς τὸ θυμοειδὲς καὶ ἐπιθυμητικόν ἐστιν. ο τ' α ν ου ν ὁ νοῦς φωτισθῇ ὑπὸ τοῦ κυρίου μεταδόντος αὐτῷ τῶν ἰδίων αὐγῶν, τὸ τηνικάδε καὶ τὰ τῆς ψυχῆς α λογα κινήματα φωτίζεται ἐπιστημονικῶς ἐπιτελούμενα, οὐχ ο τι ἐξ αὐτῶν τὰ α λογα μετέχει φωτὸς (ἐπιστήμης γὰρ ἀνεπίδεκτα) ἀλλ' ο τι ὑπὸ νοῦ πεφωτισμένου ὑπὸ ἐπιστήμης καὶ ἀρετῆς ο ν δεῖ τρόπον α γονται. ο τ' α ν ου ν ὑπὸ τοῦ κυρίου φωτισθῇ ὁ νοῦς ο ς ει ρηται λύχνος, ἀναγκαίως ἀκολουθήσει καὶ τὸ φωτισθῆναι τὸ εἰρημένον ἡμῶν σκότος. εἰ δὲ τὸ ἐν ἡμῖν πεφυκὸς φωτίζεσθαι, τουτέστιν ὁ νοῦς, δι' α γνοιαν καὶ ἀνεπιστημοσύνην σκότος ει η, πολλῷ πλέον αἱ α λογοι τῆς ψυχῆς δυνάμεις, οὐκ ε χουσαι πεφωτισμένον ἡγεμόνα, ἐπιτεταμένον ει εν σκότος. καὶ τοῦτό ἐστιν ο φησιν ὁ σωτήρ· Εἰ ου ν τὸ ἐν σοὶ φῶς σκότος ἐστίν, τὸ σκότος πόσον; εἰ γὰρ ὁ ὀφθαλμὸς τοῦ σώματος, τουτέστιν ὁ νοῦς, ὀφείλων ει ναι λύχνος ἐστέρηται φωτός, πολλῷ πλέον τὸ α λλο, ι ν' ου τως ει πω, σῶμα τῆς ψυχῆς σκότος ὑπάρχει, σῶμα δὲ οὐχ ο περίκειται ἀνθρώπινον ἀλλὰ τὸ κατὰ τὴν α λογον σύστασιν αὐτῆς τυγχάνον. Τάχα δὲ καὶ οἱ τὴν γνῶσιν τῆς ἀληθείας πεφωτισμένοι ἐξημμένον ε χουσι τὸν λύχνον, τοῦ κυρίου αὐτοῖς τοῦτο δεδωκότος· τὰς δὲ πράξεις κατ' ὀρθὸν α γοντες ἐκ τοῦ πεφωτίσθαι τὸν νοῦν καὶ τὸ σκότος αὐτῶν ε χουσιν φωτιζόμενον. οὐχ η κιστα δὲ καὶ τοῦτο ῥηθείη. οἱ θεωρίαν ἐπιστημονικὴν περὶ τῶν νοητῶν καὶ ἀοράτων πραγμάτων ἐσχηκότες πεφωτισμένον ὑπὸ κυρίου ε χουσι λύχνον, ἀλλὰ καὶ περὶ τῶν αἰσθητῶν ευ μάλα κατὰ τὴν γνώμην διακείμενοι τὴν αι σθησιν φωτεινῶς ἀντιλαμβανομένην τῶν πραγμάτων ε χουσιν, η τις σκότος ἐστὶν τῷ μὴ πεφυκέναι καθ' ἑαυτὴν φωτίζεσθαι τουτέστιν ἐπιστήμην δέχεσθαι· η γὰρ α ν καὶ τὰ α λογα ἐπιστήμην ἐδέχοντο αι σθησιν ε χοντα; 133 Ps 17,30 Οὐκ α λλως ῥυσθῆναι δυνατὸν ἀπὸ τῶν περιεστηκότων πραγμάτων πικρῶν η ἐν θεῷ γινόμενον· ἐν θεῷ δέ τις γίνεται μετέχων αὐτοῦ. ὡς γὰρ ἐκ τῶν ἀγνοημάτων ῥύεταί τις ἐν ἐπιστήμῃ γεγενημένος, ου τως ἐν θεῷ τις σπεύδων ει ναι ῥυσθήσεται ἀπὸ πειρατηρίου, εἰς πειρασμὸν μὴ εἰσερχόμενος οὐ τῷ ἐκτὸς πειρασμοῦ γενέσθαι ἀλλὰ τῷ μὴ ἁλῶναι ταῖς παγίσιν αὐτοῦ. διὰ τοῦτο γὰρ καὶ ὁ ὁμολογῶν ̓Ιησοῦν ε μπροσθεν τῶν ἀνθρώπων ἐν αὐτῷ ἐστιν· Πᾶς γὰρ ο ς α ν ὁμολογήσῃ ἐν ἐμοὶ ε μπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ε μπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. ὁμολογεῖ τις γὰρ ̓Ιησοῦν μετέχων αὐτοῦ, καὶ ὁμολογεῖται ὑπὸ τοῦ θεοῦ ἐν αὐτῷ τυγχάνων. διατειχίζει δὲ ἡμᾶς ἀπὸ τοῦ θεοῦ τὸ πλῆθος τῶν πρὸς ἡμῶν παραλόγως πραττομένων καὶ διΐστησιν, ῃ φησιν ὁ προφήτης· Μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου ῥύσασθαι; η ἐβάρυνεν τὸ ου ς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι; ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διϊστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ τοῦ θεοῦ. καὶ ο τ' α ν ου ν ἐν θεῷ τις γένηται κολλώμενος αὐτῷ καὶ ε ν πρὸς αὐτὸν γινόμενος, ὑπερβαίνει τὸ τῶν ἁμαρτημάτων τεῖχος εἰς νῶτον καὶ ὀπίσω αὐτὰ ῥίπτων, ι να μὴ ὑπὸ μηδενὸς διειργόμενος τοῦ θεοῦ προσβάλῃ αὐτῷ πρόσωπον πρὸς πρόσωπον. Τάχα δὲ καὶ ὁ τῶν σωματικῶν καὶ αἰσθητῶν ο γκος, χωρῶν μεταξὺ τῆς νοήσεως ἡμῶν καὶ τοῦ θεοῦ, διαζεύγνυσιν ἡμᾶς αὐτοῦ. ο τ' α ν ου ν ἐπιστημονικῶς κατὰ τὸ δυνατὸν τῇ περὶ θεοῦ ἐννοίᾳ ἀνωτέρω πάντων σωμάτων καὶ αἰσθήσεως αὐτὸν καταλάβωμεν ἑνωθῆναι αὐτῷ γλιχόμενοι, ἀναχωροῦμεν τῶν αἰσθητῶν καὶ σωμάτων ὡς ὑπερπηδῆσαι τὸν κόσμον καὶ τὰ ὁρατὰ πάντα, ι ν' ου τω τῷ θεῷ παραστῆναι δυνηθῶμεν. 134 Ps 17,31 ̔Ο ἡμέτερος θεὸς α μωμον ε χει τὴν πρὸς αὐτὸν α γουσαν ὁδόν. αυ τη δέ ἐστιν ἡ ἀρετή, η ν ὁδεύοντες διὰ μελέτης καὶ ἀσκήσεως α μωμοι ἀποδειχθησόμεθα πρὸς αὐτὸν ἐρχόμενοι. μάλιστα δὲ α μωμος ει η 37 ὁδὸς θεοῦ ὁ εἰπών· ̓Εγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. διὰ ταύτης γὰρ τῆς ὁδοῦ πρὸς τὸν πατέρα ἐλθεῖν ε στιν. Τὸ λόγιον κυρίου πεπυρωμένον, τῷ α δολον καὶ καθαρὸν ει ναι, η τῷ πῦρ ει ναι θερμαῖνον τοὺς μετέχοντας ἀναλίσκειν τὴν τῆς υ λης ἀχυρμίαν. ̔Υπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτόν. Οἱ ἐπιγνώμονες τῆς προσούσης αὐτοῖς ἀσθενείας, ο τ' α ν ἰσχυροτέρους φωράσωσι τοὺς προσπολεμοῦντας, ἐπὶ θεὸν τὴν ἐλπίδα ῥίψαντες ὑπέρμαχον ε χειν αὐτὸν ἀξιοῦσι, Πολέμησον, λέγοντες, τοὺς πολεμοῦντάς με. καὶ ου τως θεὸς τῇ ἑαυτοῦ ἀσπίδι ὑπερμαχεῖ αὐτῶν κατὰ τὸ Οπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. 135 Ps 17,32a Οὐδεὶς γὰρ ἀληθῶς καὶ κυρίως θεὸς πλὴν τοῦ θεοῦ λόγου, ο ς καὶ μονογενὴς θεὸς ει ρηται

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.