Fragmenta in Psalmos · §u09-rem-close

Unit 9 rem close

Rem CLOSEOUT: Unit 9 CLOSEOUT.

Greek

καὶ πλήρεις αι ματος ει ναι. 146 Ps 17,43 Τούτους τοὺς περὶ ω ν ὁ λόγος παχυνθέντας τῷ τὰ ἐπίγεια φρονεῖν καὶ ὑλικοὺς γεγενημένους, φοροῦντας τὴν εἰκόνα τοῦ χοϊκοῦ, λεπτυνῶ διὰ προτροπῶν, νουθεσιῶν, ἀπειλῶν, ἐπιπόνου ἀγωγῆς, ι ν' ὡς χοῦς γεγενημένοι κατὰ πρόσωπον τοῦ θείου πνεύματος, ἀνέμου τροπικῶς ὀνομαζομένου, α παν τὸ χοϊκὸν διαριφὲν ὑπ' αὐτῶν ὑπὸ τῆς πνοῆς τοῦ πνεύματος καθαρὸν παντὸς χοῦ τὸ ὑποκείμενον αὐτῶν ἐάσῃ, ῳ συμβεβήκει χοϊκῷ ει ναι. ει εν δὲ καὶ ἑκουσίως ἐπὶ τοῦτο καλούμενοι, οι ς φησιν ὡς πρὸς ο λην πόλιν ὁ κύριος· ̓Εκτίναξαι τὸν χοῦν σου, ̔Ιερουσαλήμ. Αὐτοὺς δὲ τούτους καὶ ὡς πηλὸν πλατειῶν λεανεῖ, η τοι ὁ κύριος η ὁ μιμητὴς αὐτοῦ δίκαιος. λεαινόμενος δὲ ου τος ὁ πηλὸς δυνήσεται α γγος ὀστράκινον γενέσθαι, χρησιμεύων ἐν τῇ μεγάλῃ οἰκίᾳ ἐν ῃ χρυσᾶ καὶ ἀργυρᾶ καὶ ξύλινα καὶ ὀστράκινα σκεύη ἐστίν· ἀλλ' ἐπεὶ τὰ μὲν χρυσᾶ καὶ ἀργυρᾶ εἰς τιμήν, τὰ δὲ ξύλινα καὶ ὀστράκινα εἰς ἀτιμίαν ἐστίν, ὁ ἐκκαθαίρων ἑαυτὸν ἀπὸ τούτων γίνεται σκεῦος τιμῆς ἡγιασμένον καὶ ευ χρηστον τῷ δεσπότῃ εἰς πᾶν ε ργον ἀγαθὸν ἡτοιμασμένον, τοὺς ο ντας τέως πηλὸν πλατειῶν, τουτέστι βόρβορον ἡδονῶν καὶ ἐπιθυμιῶν, ἀπαλλάττων πάσης τραχύτητος τῆς ἀπὸ τῶν παθῶν. ὁ ταῦτα λέγων, ὁμαλότητα διὰ τοῦ λεαίνειν ἐμποιῶν αὐτοῖς, α ρτι αὐτοὺς σκεύη ὀστράκινα ποιήσει, ι ν' αὐθαιρέτῳ ὁρμῇ ἑαυτοὺς ἐκκαθάρωσιν ὡς εἰς τιμὴν σκεύη γεγενῆσθαι χρυσέα η ἀργυρέα. ὡς γὰρ ἑαυτούς τινες ἐκ χρυσῶν καὶ ἀργυρῶν σκεύη ὀστράκινα γεγόνασιν (Υἱοὶ γὰρ Σιὼν οἱ τίμιοι ἐπηρμένοι ἀργυρίῳ πῶς ἐλογίσθησαν εἰς ἀγγεῖα ὀστράκινα ε ργα χειρῶν κεράμεως;), ου τως ἐξ οἰκείας προαιρέσεως ἐξ ὀστρακίνων χρυσᾶ η ἀργυρᾶ γενήσονται. 147 Ps 17,44–46 ∆ιττοῦ δὲ τοῦ τῆς γνώσεως ὀνόματος σημαινομένου δηλοῖ ὁτὲ μὲν τὸ ἐπίστασθαι, ὁτὲ δὲ τὸ ἡνῶσθαι καὶ ἀνακεκρᾶσθαι τὸν γινώσκοντα τῷ γινωσκομένῳ. κατὰ τὸ πρότερον σημαινόμενον πάντας γινώσκει ὁ θεός, καὶ οὐ τοὺς σπουδαίους μόνους. πρὸς γὰρ τοὺς φαύλους ὁ σωτὴρ ει πεν· ̔Υμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ε μπροσθεν τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· καὶ ἐν τῷ προφήτῃ· ∆ιότι ε γνων πάσας τὰς ἁμαρτίας ὑμῶν. κατὰ δὲ τὸ δεύτερον σημαινόμενον μόνους τοὺς δικαίους εἰδέναι λέγεται· Εγνω γὰρ κύριος τοὺς ο ντας αὐτοῦ, τοὺς δὲ φαύλους ἠγνόει. ῃ φησιν πρὸς αὐτοὺς ὁ σωτήρ· ̓Αποχωρεῖτε ἀπ' ἐμοῦ ἐργάται ἀνομίας, οὐδέποτε ε γνων ὑμᾶς. καὶ ὁ ἀπὸ τῶν ἐθνῶν ου ν λαὸς μὴ γινωσκόμενος ὑπὸ τοῦ σωτῆρος, ο τε ει δωλα καὶ δαιμόνια ἐθεράπευεν καὶ τὴν α λλην α πασαν ε πραττεν κακίαν, μεταβαλὼν διὰ μετανοίας δουλεύειν τῷ Χριστῷ προσελήλυθεν. Ευ δὲ καὶ τὸ εἰπεῖν Ον οὐκ ε γνων. οὐ γὰρ ει πεν· Λαὸς ο ν οὐ γινώσκω ἐδούλευσέν μοι. ὁ γὰρ ε τι τὰ τῆς κακίας ἐνεργῶν οὐ γινώσκεται· ὁ δὲ παυσάμενος τῶν ἁμαρτημάτων οὐκ ἐγνώσθη μὲν πρότερον, γινώσκεται δὲ νῦν. 39 τούτοις συνᾴδει τὸ ἀποστολικὸν φάσκον· ̓Αλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ ου σιν θεοῖς, νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ. ο τε γὰρ ἠγνόουν θεόν, ἠγνοοῦντο ὑπ' αὐτοῦ, γνόντες δὲ αὐτὸν ἐγνώσθησαν ὑπ' αὐτοῦ. Ισως δὲ δόξειέν τισιν παρέλκον ει ναι τὸ εἰρημένον Εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι, τῷ πάντα τὸν ὑπακούοντα ὠτίῳ ὑπακούειν. οὐ παρελκόντως δὲ οὐδὲ περιττῶς πρόσκειται τὸ ὠτίον τῷ πάντα τὸν ὑπακούοντα, τῷ θεῷ μὴ ἀνθρωπίνῃ καὶ θνητῇ ἀκοῇ χρᾶσθαι ἀλλ' ὠτίῳ θείῳ ἐκ προσθήκης τῷ ε χοντι παραγινομένῳ· Προσέθηκεν γάρ μοι ὠτίον ἀκούειν. Υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ τὰ ἑξῆς. τῶν ἀγαθῶν ἀρχὴ καὶ πηγὴ τυγχάνων ὁ θεὸς πατὴρ γίνεται τῶν ἀγαθοεργούντων, καὶ ο σον ἐν τῷ ποιεῖν τὰ δέοντα τυγχάνουσιν ου τοι ι διοι υἱοὶ τοῦ θεοῦ μετέχοντες τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ. εἰ δὲ ἀπροσεκτήσαντες τῶν ἐναντίων μεθέξουσιν (ταῦτα δ' ἐστὶν τὰ κακὰ), ἀλλοτριωθεῖεν θεοῦ, οι ς ἀκολουθήσει καὶ τὸ παλαιωθῆναι. κοινωνοῦντες γὰρ τῇ ἀρετῇ, λαμπρᾷ καὶ ἀμαράντῳ σοφίᾳ καὶ ἀγήρῳ, ἀεὶ νεάζοντες ἐτύγχανον, μεταπεσόντες δὲ εἰς τὴν κακίαν παλαιωθεῖεν ὑπὸ τῆς φθορᾶς αὐτῶν (ι ν' ου τως ει πω) τριβακούμενοι. Καὶ ε τι ἐπεὶ περὶ ̓Ιουδαίων ἐστὶν ὁ στίχος, ου τοι δὲ παρακάθηνται τῇ παλαιότητι τοῦ γράμματος οὐδὲ κατὰ ποσὸν ε πεσθαι τῇ καινότητι τοῦ πνεύματος ἀνεχόμενοι, Υἱοὶ ἀλλότριοι καὶ πεπαλαιωμένοι γεγένηνται· ου τοι δὲ καὶ ἐπαμφοτερισταὶ καὶ δίψυχοι γεγενημένοι χωλεύειν ἀπὸ τῶν σφῶν τριβῶν λέγονται. τὸ γὰρ ἐπαμφοτερίζειν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.