Fragmenta in Psalmos · §u10-open

Fragmenta in Psalmos Unit 10 opening

Unit 10.

Lemma-led open — χωλεύειν ̓Ηλίας ει πεν φάσκων· Εως πότε χωλανεῖτε ἐπαμφοτέραις ταῖς ἰγνύαις; εἰ ε στιν κύρ

Greek

χωλεύειν ̓Ηλίας ει πεν φάσκων· Εως πότε χωλανεῖτε ἐπαμφοτέραις ταῖς ἰγνύαις; εἰ ε στιν κύριος, πορεύεσθε ὀπίσω αὐτοῦ. καὶ τάχα πᾶς ὁ τὴν θείαν γραφὴν προσηκάμενος, μὴ ὡς δεῖ διανοούμενος αὐτήν, χωλεύειν ἐν αὐτῇ λέγεται τοῦ μὴ παραδεξαμένου αὐτήν, μήτε βαδίζοντος μήτε χωλεύοντος ἐν αὐτῇ. 148 Ps 17,47a Λέγεται ζῆν ὁ θεός, οὐ ζωῆς μεταλαμβάνων ἀλλὰ ταύτην παρέχων. καὶ αὐτὸς γοῦν περὶ ἑαυτοῦ πολλάκις τὸ Ζῶ ἐγώ, λέγει κύριος, φησίν. ἀλλὰ καὶ ὁ σωτὴρ φάσκων Καθὼς ἀπέστειλέν με ὁ ζῶν πατήρ, κἀγὼ ζῶ διὰ τὸν πατέρα, παρίστησιν, ο τι ζῇ οὐ κοινωνίᾳ ζωῆς· αὐτὸς γάρ ἐστιν ἡ ζωή, ἐξ ου συνάγεται ὁμοούσιον ει ναι τῷ πατρὶ τὸν υἱόν· εἰ γὰρ ζωὴ ὁ υἱὸς οὐ μετουσίᾳ ζωῆς ἀλλὰ ζωοποιῶν αὐτὸς τοὺς μετέχοντας αὐτοῦ, ζῇ δὲ καὶ ὁ πατὴρ χορηγῶν ζωὴν κατὰ τὰ αὐτὰ τῷ υἱῷ τῆς αὐτῆς ἐνεργείας ἀποδιδομένης πρὸς πατρὸς καὶ υἱοῦ, ἡ αὐτὴ ει η πατρὸς καὶ υἱοῦ οὐσία. καὶ αυ τη δὲ ἡ λέξις τοῦτο παρίστησιν· Ζῶν, φησίν, ὁ πατήρ, κἀγὼ ζῶ διὰ τὸν πατέρα, ὡσεὶ ε λεγεν, διὰ τὸ τοιοῦτον ε χειν πατέρα ο ς κατ' οὐσίαν ζῇ καὶ αὐτὸς ζῶν ὑπάρχει. Αὐτὸς ὁ ζῶν θεὸς καὶ εὐλογητός ἐστιν, εὐλογήσας τοὺς ἁγίους ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις. ῥηθείη α ν εὐλογητὸς τῷ πᾶσαν εὐλογίαν περὶ αὐτὸν ει ναι. πᾶν γὰρ τὸ περὶ αὐτοῦ λεγόμενον καὶ φρονούμενον καὶ εὐλόγως λέγεται καὶ φρονεῖται. 149 Ps 17,47b ̔Ο τῆς σωτηρίας μου θεὸς ὑψοῦται, αι σθησίν μου λαβόντος τοῦ μεγέθους αὐτοῦ· ω ν γὰρ μεγάλα τὰ ε ργα, καὶ αὐτοὶ μεγάλοι. ἐπεὶ ου ν ὑψηλὸν ε ργον ἡ σωτηρία τοῦ λογικοῦ ζῴου, ἀνάγκη ὑψηλὸν ει ναι τὸν ταύτης αι τιον. ̔Υψοῦται δὲ θεὸς οὐκ ἐκ ταπεινοῦ τόπου εἰς ὑψηλὸν μεταβάλλων, ἀλλ' ἡμῶν μεγάλα περὶ αὐτοῦ φρονεῖν διεγνωκότων. 150 Ps 17,50 Ητοι γὰρ εὐχαριστῶν ὑπὲρ τῆς τούτων προκοπῆς καὶ σωτηρίας ἐξομολογεῖται, η τὰς ἁμαρτίας αὐτῶν εἰς ἑαυτὸν ἀναδεξάμενος τῆς μετανοίας αὐτῶν πρεσβευτὴς γινόμενος· ἀμφότερα γὰρ σημαίνει ἡ ̓Εξομολογήσομαί σοι φωνή. ἀλλὰ καὶ ψάλλει ἐν ὀνόματι τοῦ πατρὸς ὁ υἱός, πάντα ἐργαζόμενος κατὰ τὸ θέλημα τοῦ πατρός. 151 Ps 17,51a Τὰς σωτηρίας τοῦ βασιλέως Χριστοῦ μεγαλύνων ὁ πατήρ, οὐχ α ς αὐτὸς ὁ βασιλεὺς σῴζεται ἀλλ' α ς παρέχει τοῖς πρὸς αὐτοῦ σῳζομένοις. θεοῦ δ' ἐστὶν ὁ βασιλεύς, οὐχ ὡς αὐτοῦ τοῦ θεοῦ βασιλεύων ἀλλὰ τῶν τῷ θεῷ ἀνακειμένων. καὶ γὰρ τὸν α ρχοντα ὁτὲ μὲν τῶν ἀρχομένων ει ναι λέγομεν ὡς ἡγούμενον αὐτῶν, ὁτὲ δὲ τοῦ βασιλέως α ρχοντα κατὰ 40 τοὺς νόμους αὐτοῦ. 152 Ps 17,51bc Ελεος ποιεῖ τῷ Χριστῷ, ἐλεῶν τοὺς ὑπὸ Χριστὸν ὑπὲρ ω ν ἱερᾶται καὶ ω ν βασιλεύει· ἱερέα καὶ βασιλέα σημαίνει ἡ Χριστὸς φωνή. Εἰ μὲν περὶ τοῦ ∆αυὶδ τουτέστι παντὸς τοῦ ἱκανοῦ τῇ χειρὶ ει η ἡ λέξις, δηλοῖ ἐλεοῦντα τὸν θεὸν τοὺς πρακτικοὺς α νδρας, ἱκανοὺς ο ντας ἐν ταῖς ἐνεργείαις, καὶ ει τινες σπέρμα αὐτῶν τυγχάνουσιν ἐκ διδασκαλίας καὶ μιμήσεως τοῦ σφῶν βίου· ο ν δὲ ποιεῖ τούτοις ε λεον οὐ πρόσκαιρος καὶ πρὸς ὀλίγον ἐστὶν ἀλλ' ε ως αἰῶνος. εἰ δὲ περὶ θεοῦ τοῦ ἀληθῶς ∆αυὶδ ὁ λόγος ( ̓Αναστήσω γὰρ ὑμῖν ποιμένα ε να τὸν δοῦλόν μου ∆αυίδ), αἰώνιον ε λεος αὐτῷ ποιεῖ καὶ τῷ σπέρματι αὐτοῦ τῷ τὸ χρῖσμα καὶ τὴν ἱερωσύνην αὐτοῦ ἀκατάλυτον ει ναι· τῆς γὰρ παλαιᾶς ἱερωσύνης μετατιθεμένης ἀπαράβατος ἡ Χριστοῦ ἱερωσύνη. 153 Ps 18,2 Οἱ οὐρανοὶ ου ν τὴν τοῦ θεοῦ διηγοῦνται δόξαν· δόξα δὲ θεοῦ η τοι ὁ μονογενὴς κατὰ τὸ Τῆς δόξης ἀπαύγασμα, η ἡ διάταξις καὶ ἡ ὑπεροχὴ τῆς βασιλείας αὐτοῦ κατὰ τὸ Καὶ ὀφθήσεται ἡ δόξα κυρίου. ταύτην ου ν διηγοῦνται ὑμνοῦσαι καὶ θεολογοῦσαι αἱ οἰκεῖαι τοῖς οὐρανοῖς δυνάμεις, ὁμωνύμως οι ς οἰκοῦσιν οὐρανοῖς ὀνομαζόμεναι κατὰ τὸν τῆς μετωνυμίας τρόπον. τὴν δὲ ποίησιν τῶν δραστηρίων θεοῦ δυνάμεων, χειρῶν αὐτοῦ ὀνομαζομένων, ἀναγγέλλει τὸ στερέωμα, οὐ τοσοῦτον λόγοις ἀλλ' ε ργοις αὐτοῖς. 154 Ps 18,3–5b Οἱ τὸν θεωρητικὸν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.