Unit 9 rem mid
Rem mid: Unit 9; lemma continues; reading with the letter.
Greek
διὰ τὸ μόνος ει ναι ὡς ὁ πατὴρ θεός. πάντες γὰρ οἱ α λλοι παρουσίᾳ θεοῦ λόγου θεοὶ κατασκευάζονται. ἐκείνους γὰρ θεοὺς ει πεν, πρὸς ου ς ὁ λόγος τοῦ θεοῦ ἐγένετο. ὁ δέ γε σωτὴρ οὐ μετέχων θεότητος θεός ἐστιν, ποιητικὸς ω ν θεῶν. 136 Ps 17,32b Εἰπὼν μηδένα θεὸν κυρίως ει ναι πλὴν τοῦ κυρίου λέγει μηδὲ θεὸν ει ναί τινα ὡς τὸν θεὸν ἡμῶν. οὐδεὶς γὰρ τῶν κατὰ μετοχὴν θεῶν ὡς ὁ κύριος ̓Ιησοῦς Χριστὸς ει ναι δύναται η ὁ θεὸς ἡμῶν ὡς ὁ τοῦ μονογενοῦς πατήρ· ̔Ημῖν γὰρ ει ς θεὸς ὁ πατὴρ καὶ ει ς κύριος ̓Ιησοῦς ὁ Χριστός. εἰ δὲ καὶ ἐκ παραλλήλου οἱ δύο στίχοι εἰρῆσθαι δύνανται, καὶ αὐτὸς ἐπιστήσεις. 137 Ps 17,33–34 ̓Ενταῦθα Περιζωννύων με δύναμιν λέγεται. παρὰ δὲ Παύλῳ τὴν ἀλήθειαν περιζώννυνται οἱ τὴν πανοπλίαν τοῦ θεοῦ ἐνδυσάμενοι, ἐξ ου συνάγεται τὴν ἀλήθειαν ει ναι τὸν Χριστὸν τὴν θεοῦ δύναμιν· φησὶν γὰρ ὁ σωτήρ· ̓Εγώ εἰμι ἡ ἀλήθεια· ὁ δὲ Παῦλος· Χριστὸς θεοῦ δύναμις. Καὶ ε θετο α μωμον τὴν ὁδόν μου, τουτέστιν ἀπέδειξεν. τὸ γὰρ θεῖναι νῦν τὸ ἀποδεῖξαι σημαίνει, ω σπερ καὶ τὸ Ον ε θηκεν κληρονόμον πάντων. Καλῶς δ' ε χει καὶ ἀπὸ τούτου τοῦ στίχου ἐκ προσώπου Χριστοῦ τὸν ο λον ψαλμὸν ἀπηγγέλθαι. ὁ ταῦτα δὲ λέγων, ἀναιρήσας τὰς ὀφιώδεις κακίας καὶ τὰς ἐνεργησάσας αὐτὰς πονηρὰς δυνάμεις, ὑπὸ θεοῦ τοὺς τοῦ ε σω ἀνθρώπου πόδας (τουτέστιν τὰς πορευτικὰς δυνάμεις) κατηρτισμένους ε χει, ι να δυνηθῇ εἰπεῖν Ανευ ἀνομίας ε δραμον καὶ κατηύθυνα· καὶ πληρώσας τὴν πορείαν ἐν τοῖς ὑψηλοῖς ἀκούσεται πρὸς τοῦ θεοῦ Σὺ δὲ αὐτὸς στῆθι μετ' ἐμοῦ. καὶ τὸ ἑστάναι δ' ἐν τοῖς ὑψηλοῖς οὐκ ἐξ ἑαυτοῦ τις ἀλλ' ἐκ τοῦ θεοῦ ε χει. 138 Ps 17,35a Ωσπερ τὰ α λλα καλά, ου τω καὶ τὸ πολεμεῖν πρὸς τὰς ἀντικειμένας δυνάμεις πρὸς τοῦ θεοῦ διδασκόμεθα. τὰς γὰρ χεῖρας τῆς ψυχῆς (λέγω δὴ τὰς δραστηρίους αὐτῆς δυνάμεις) τυποῖ, ω στ' ἐπιστημονικῶς κατέχειν τὴν νοητὴν ἀσπίδα καὶ τὴν μάχαιραν τοῦ πνεύματος καὶ α λλα ο σα πνευματικὰ ἀμυντήρια καὶ τὸ πῶς χρῆσθαι δεῖ τοῖς τοιούτοις παιδεύων. ἀλλὰ γὰρ καὶ ὁ σωτήρ, α νθρωπος γενόμενος, ὑπὲρ ἡμῶν πολεμήσας ἐδίδαξεν ἡμᾶς καταπαλαίειν καὶ καταπολεμεῖν τὴν ἀντικειμένην δύναμιν· καὶ εἰς εὐχὴν δέ φησιν τὰς χεῖρας ἐκτείνων· Περιγίνομαι τῶν δυσμενῶν. 139 Ps 17,35b Συμβολικῶς βραχίονας ὀνομαζομένας χαλκοῦν ε θετο τόξον, διὰ μὲν τοῦ χαλκοῦ τὸ α τρωτον η ευ τονον παριστάς, διὰ δὲ τοῦ τόξου τὸ ἀπολύεσθαι βέλη ἀπὸ τῶν βραχιόνων τῶν ἡμετέρων τρῶσαι δυνάμενα τοὺς ἀντιτεταγμένους. 140 Ps 17,36 Πρὸς τούτοις α πασιν καὶ ὑπερασπισμὸν σωτηρίας μοι δέδωκας, τὸν σὸν υἱὸν καταπέμψας τῇ ἰδίᾳ ἀσπίδι ὑπὲρ ἐμοῦ μαχησόμενον. ̓Αλλὰ καὶ ἡ παιδεία σου, φησίν, ἀνώρθωσέν με εἰς τέλος, η τοι ἡ παιδευτικὴ διδασκαλία καὶ ἡ ἐπίπονος ἀγωγή. Εἰς τέλος δέ, τουτέστιν εἰς τελείαν ἀνάστασιν καὶ στάσιν με η γαγεν. ἡ γὰρ παιδεία σημαίνει τὴν παιδευτικὴν ὡς ἐν τῷ ̓Επιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ καὶ τὴν ἐπίπονον διὰ τοῦ Μὴ ὀλιγώρει παιδείας κυρίου. αυ τη δὲ ἡ ἑκατέρως παιδεία σου διδάσκαλος τῶν καλῶν μοι γεγένηται. 141 Ps 17,38 ∆ιὰ μυρίων συνεργηθεὶς ὑπὸ θεοῦ θάρσος ἀνέλαβεν καταδιῶξαι τοὺς ἐχθρούς· τῆς δὲ καταδιώξεως τέλος ἡ ἐκείνων εἰς τέλος ε κλειψις. οὐ γὰρ κόπος ου τε φόβος μοι ἐνεπόδισεν. 142 Ps 17,39a Φειδόμενος τῶν 38 ἐχθραινόντων ἐκθλίβει αὐτούς, ο πως μὴ βέβαιοι καὶ ἀμετακίνητοι ἐν τῇ ε χθρᾳ γένωνται. οὐ γὰρ ἀπολέσαι αὐτοὺς προελόμενος θλίψει περιβαλεῖ, ἀλλ' ι ν' αἰσθηθέντες οι κακῶν εἰσιν παύσωνται τῆς φιλέχθρου προαιρέσεως. 143 Ps 17,39b Τὸ πεσεῖν τοῦς ἐχθροὺς ὑπὸ τοὺς πόδας τοῦ ἁγίου οὐκ α λλο τι σημαίνει η ὑποταγὴν τῶν διαφόρων. ὡς γὰρ φαῦλον τὸ ἑστάναι ἐν τῇ χειρίστῃ ε ξει, ἀρχὴ σωτηρίας τὸ πεσεῖν ἀπ' αὐτῆς. πεσὼν γάρ τις ἀπ' αὐτῆς οὐκ ε τι ἀντιτείνει, ἀλλ' ει κει καὶ ὑποτάσσεται. 144 Ps 17,40b.41 Πάντας τοὺς ἐπανισταμένους ἐπ' ἐμὲ συνεπόδισας, οὐκ ἐπιτρέπων αὐτοῖς ε μπροσθεν τῆς κακίας ἐλαύνειν. κωλυθέντες γὰρ τῆς ἐπὶ τὸ κακὸν ὁρμῆς ὑποκάτω μου γενήσονται, οὐκ ε τι διάφορόν με λογιζόμενοι ἀλλ' α ρχοντα καὶ κεφαλὴν αὐτῶν, ι ν' ἀντὶ μισούντων φιλοῦντες γένωνται· ῃ γὰρ τοιοῦτοί εἰσιν, ἐξωλότρευσας· οὐ γὰρ τὴν οὐσίαν αὐτῶν ἀλλὰ τὸ συμβὰν αὐτοῖς ἐξολοτρεύει. πάνυ γὰρ ἁρμόζει τῇ ἀγαθότητι τοῦ θεοῦ τὸ κακὸν ἀφανίζειν ἀλλ' οὐ τὴν οὐσίαν ῃ συμβέβηκεν τοῦτο. 145 Ps 17,42 Φησὶν γὰρ πρός τινας· Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν, τῷ τὰς χεῖρας ὑμῶν, τουτέστι τὰς πράξεις, φονικὰς
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.