Fragmenta in Psalmos · §u10-rem-early

Unit 10 rem early

Rem early: Unit 10; lemma and argument toward the thesis.

Greek

ἀσπαζόμενοι βίον θησαυρίζουσιν ἐν οὐρανῷ, κἀκεῖ τὴν καρδίαν ε χοντες· οὐρανοί εἰσιν διηγούμενοι τὴν προειρημένην θεοῦ δόξαν διὰ θεωρίας τῆς περὶ τῶν νοητῶν πραγμάτων. οἱ δὲ τὸν πρακτικὸν ἀποδεξάμενοι δι' ω ν ἐπιτελοῦσιν ε ργων στερέωμα τυγχάνουσιν, τουτέστιν ἑδραῖοι καὶ ἀμετακίνητοι· ἀπαγγέλλουσιν τὴν ποίησιν τῶν τοῦ θεοῦ χειρῶν, ἐργαζόμενοι τὰ θεοῦ ε ργα καὶ δι' αὐτῶν βοῶντες ε ργα τε τυγχάνοντες θεοῦ. ̓Αλλὰ καὶ ἡ ἡμέρα, τουτέστιν ἡ φωτεινὴ νόησις, ἑτέρᾳ φωτεινῇ νοήσει σύμφωνος ου σα ἐρεύγεται ῥῆμα, οι ον ἡ παλαιὰ γραφὴ διὰ τὸ φωτεινὴν ει ναι ἡμέρα ἐστίν· ̓Εκάλεσεν γὰρ ὁ θεὸς τὸ φῶς ἡμέραν. αυ τη πληρωθεῖσα τῶν τοῦ πνεύματος τροφῶν, ἀπὸ τοῦ πληρώματος ἐρευγομένη, προφέρεται ῥῆμα τῇ καινῇ διαθήκῃ· ἀλληγορικῶς καὶ αυ τη ἡμέρα ὀνομαζομένη. ̔Η δὲ νύξ, ἡ βαθυτάτη τῶν πραγμάτων διάληψις, γνῶσιν ἀπαγγέλλει ἑτέρᾳ τοιαύτῃ νυκτί. ο τ' α ν γὰρ τὸ πνεῦμα τὸ πάντα ἐρευνῶν καὶ τὰ βάθη τοῦ θεοῦ ε χων τις ἐρευνᾷ τι τῶν βαθυτέρων τοῦ θεοῦ μυστηρίων, γνοὺς αὐτὸ ἐκ τούτου ἐπὶ τὰ ὁμοίως ἀσαφῆ μετέρχεται, κἀκείνων ἐπιστήμην ε ξει. Λαλιαὶ δέ εἰσιν αἱ προκατασκευάζουσαι καὶ προοδοποιοῦσαι τοῖς λόγοις, λόγοι δὲ ε στωσαν οἱ τιθέμενοι τὰ πνευματικὰ διηγήματα καὶ τελείως τὰς πίστεις αὐτῶν ἀποδεικτικῶς ἐπιφέροντες. οὐκ εἰσὶν ου ν λαλιαὶ οὐδὲ λόγοι πρὸς ὑπακοὴν θεοῦ, Ων οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. διὰ τοῦτο γὰρ ει ρηνται ὑπὸ τοῦ κυρίου, ι να ἀκουσθῶσιν οι ς ει ρηνται· ο θεν οὐδεὶς καταλείπεται λόγος ἀπολογίας τοῖς μὴ ποιοῦσιν μηδὲ φρονοῦσιν α ὑφηγοῦνται αἱ φωναὶ τῶν προειρημένων λαλιῶν καὶ λόγων. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ τὰ ἑξῆς. ο σοι τυγχάνουσιν γῆ ἐπιτηδείως πρὸς σπόρον ε χοντες, ου τοι χωροῦσι τὸν φθόγγον τῶν λαλιῶν καὶ λόγων, τουτέστιν τὴν λέξιν τὴν κατὰ τὸ αἰσθητὸν τῆς γραφῆς· οἱ δὲ ὑπερβεβηκότες τὴν τούτων κατάστασιν ὡς χρηματίσαι πέρατα τῆς οἰκουμένης δέξονται τῶν λαλιῶν καὶ τῶν λόγων τὰ ῥήματα, σαφῶς περὶ πάντων παιδευόμενοι. ἀμέλει καὶ ὁ τῶν ἀποστόλων πρόκριτος οὐ φθόγγου ̓Ιησοῦ ἀλλὰ ῥημάτων ἀκούων ̔Ρήματα, ε φη, ζωῆς αἰωνίου ε χεις· καὶ αὐτὸς δὲ ὁ σωτήρ· Τὰ ῥήματα α λελάληκα ὑμῖν πνεῦμά ἐστιν. οι ς γὰρ ταῦτ' ε λεγεν ἀποστόλοις, οὐκέτι γῆ ἀλλὰ καὶ πέρατα οἰκουμένης η σαν. 155 Ps 18,5c–7 Κατὰ δὲ τὸν τῆς ἀναγωγῆς νόμον σκήνωμα θεοῦ ἡ ἐκκλησία ει ναι δύναται, τεθεῖσα ἐν τῷ ἡλίῳ τουτέστιν ο σον καὶ ο που η λιος φαίνει· συντρέχει γὰρ ταῖς ἡλιακαῖς αὐγαῖς ὁ εἰς πᾶσαν τὴν γῆν 41 ἐξεληλυθὼς φθόγγος καὶ τὰ ῥήματα αὐτοῦ εἰς τὰ πέρατα τῆς οἰκουμένης φθάσαντα. δύναται δὲ καὶ ε καστος τῶν χωρούντων θεοῦ δόξαν, σκήνωμα αὐτοῦ ὀνομαζόμενος, ἐν τῷ ἡλίῳ τῆς δικαιοσύνης τουτέστιν Χριστῷ τεθεῖσθαι· τῶν γὰρ τοιούτων σκηνωμάτων κρηπὶς καὶ θεμέλιος τὸ φῶς τὸ ἀληθινόν. τάχα δὲ καὶ ἐπεὶ Φῶς τοῦ κόσμου καὶ Φῶς ἀληθινὸν καὶ Ηλιος δικαιοσύνης ὁ σωτὴρ λέγεται, οὐχ οι όν τε τούτου τοῦ φωτὸς νόησιν εἰληφέναι ἀγνοοῦντα τὸ αἰσθητὸν φῶς ὁ προσβαλὼν τῷ ὑπερέχοντι τῶν αἰσθητῶν. ε στιν δὲ ὁ η λιος ἐκ τῆς τούτου νοήσεως φαντασίαν λαμβάνων τοῦ νοεροῦ φωτός, ω σπερ οἰκοῦν τὸ φῶς τὸ ἀληθινὸν ἐν τῷ αἰσθητῷ ἡλίῳ εὑρήσει. οὐ γὰρ προσεκτέον τισὶν ἑτεροδόξοις λέγουσιν ο τι μετὰ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν ὁ σωτὴρ ἐν τῇ ἡλιακῇ σφαίρᾳ ἀπέθετο ο ἐφόρεσεν σῶμα φυλάττεσθαι μέχρι τῆς δευτέρας καὶ ἐνδόξου αὐτοῦ παρουσίας. ̓Εν τῷ ἡλίῳ ε θετο τὸ σκήνωμα αὐτοῦ, καὶ τὰ ἑξῆς. πρὸς τῇ λέξει νοήσεις κατὰ ἀναγωγήν, ο τι ὁ η λιος τῆς δικαιοσύνης ἐκ παστοῦ τῶν κόλπων τῶν πατρικῶν ἐκπορευόμενος κατὰ τὸ ̓Εγὼ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ η κω, ἐκπορεύεται οι α νυμφίος σύζυγον ε χων τὴν λογικὴν φύσιν, τουτέστι τὴν ε νδοξον ἐκκλησίαν· ῃ φησιν ὁ ̓Ιωάννης· ̔Ο ε χων τὴν νύμφην νυμφίος ἐστίν. ἑαυτὸν γὰρ κενώσας μορφὴν δούλου ε λαβεν· γεγηθὼς καὶ ἀγαλλόμενος ἀνύει τὸν δρόμον τῆς οἰκονομίας η ς ἑκουσίως ἀνεδέξατο, ἰσχυροτάτου γίγαντος τὴν ὁρμὴν ἀναλαμβάνων. ου τος δὲ ἀπ' α κρου τοῦ οὐρανοῦ τὴν ἀρχὴν τῆς ἐξόδου ε χων κατήντησεν εἰς α κρον τοῦ οὐρανοῦ, ἀναβαίνων ἐκεῖ ο θεν καὶ τὴν ἀρχὴν ω ρμησεν. φησὶν γοῦν· ̓Εὰν ι δητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ο που η ν τὸ πρότερον, καὶ Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. ̓Αλλὰ καὶ τὴν θέρμην αὐτοῦ οὐδεὶς οι ός τέ ἐστιν ἀποκρυβῆναι· τοῦ γὰρ πυρὸς ου ἐλήλυθεν βαλεῖν ἐπὶ τῆς γῆς πάντες μεταλαμβάνουσιν, ω ς τινας τῷ πνεύματι ζέοντας γενέσθαι. 156 Ps 18,8b–10 ̔Η τοῦ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.