Unit 10 rem close
Rem CLOSEOUT: Unit 10 CLOSEOUT.
Greek
μοι ὑπαρχθῇ παρὰ σοῦ, τότε εἰς εὐδοκίαν ἐστὶν τὰ λόγια τοῦ στόματός μου, α προήνεγκα εὐχόμενός σοι, ὑμνῶν σε, εὐχαριστῶν σοι· εἰς εὐδοκίαν δ' ἐστὶν τὰ λόγια τὰ ἀποδοχῆς α ξια. ̔Η μελέτη τοῦ διανοητικοῦ μου γινομένη ἐν λογισμοῖς καὶ νοήσεσιν, ἐκτὸς ου σα παντὸς μώμου, ἐνώπιόν σου τυγχάνει διαπαντός. τὸ μέντοι τῆς μελέτης α μεμπτον οὐκ α λλοθεν η ἐκ σοῦ ὑπῆρκται καθαρίσαντός με ἀπὸ τῶν κρυφίων μου. Σοῦ βοηθοῦντος, ω δέσποτα, οὐδενὶ ὑποπίπτω τῶν πνευματικῶς προσπολεμούντων. εἰ δὲ καὶ παρ' ἐμὴν ἀπροσεξίαν ἁλῶναι τοῖς ἐναντίοις συμβῇ, σύ με ἐκ τῶν κρατησάντων λύτρωσαι, α μα βοηθὸς καὶ λυτρωτής μου εὑρισκόμενος. 160 Ps 19,2–4 Τὸν θλιβόμενον εὐθυμοποιῶν η τοι ὁ ἐνυπάρχων τῇ ψυχῇ λόγος η τὸ α γιον πνεῦμα διεγεῖρον αὐτόν φησιν· ̓Επακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως. διὰ τῆς προκοπῆς μανθάνει ὁ θλιβόμενος μὴ ὀλιγωρεῖν μηδὲ τὰς ἐλπίδας καταβάλλειν ἀλλ' ἐξέχεσθαι τοῦ θεοῦ διὰ προσευχῶν· τοῦ γὰρ ἐπακούειν θεὸν ἡγεῖται εὐχή. εἰς προσευχὰς ου ν παρακαλεῖ τὸν θλιβόμενον διὰ τοῦ φάναι· ̓Επακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ο νομα τοῦ θεοῦ ̓Ιακώβ. ἡ προσηγορία τοῦ θεοῦ ἡ προσοικειωθεῖσα τῷ ̓Ιακὼβ ἀσπὶς ὑπάρχουσα σοῦ ἐστιν. ζητητέον δὲ διὰ τί, θεοῦ χρηματίσαντος τοῦ ̓Αβραὰμ καὶ τοῦ ̓Ισαὰκ καὶ τοῦ ̓Ιακώβ, τὸ ο νομα τοῦ θεοῦ ̓Ιακώβ, οὐχὶ τοῦ θεοῦ ̓Αβραὰμ η ̓Ισαάκ, ὑπερασπίζει τοῦ θλιβομένου. μήποτε ου ν, ἐπεὶ ἐν πολλαῖς κακοπαθείαις καὶ ἐπιπόνοις ὁ ̓Ιακὼβ 43 γεγένηται ὡς τὸν βίον αὐτοῦ σύμβολον τῆς ἀθλητικῆς πολιτείας ει ναι, ὁ θλιβόμενος ἀσκούμενος ἐγκαρτερεῖν ταῖς θλίψεσιν καὶ ἀγωνίζεσθαι πρὸς αὐτὰς ὑπερασπίζεται ὑπὸ τῆς θεοῦ προσηγορίας, η τοῦ ̓Ιακώβ ἐστιν, ι να πτερνιστὴς κατ' ἐκεῖνον γεγενημένος πτερνίσῃ καὶ καταπαλαίσῃ τὰ θλιβερὰ καὶ τὰ ἐνεργοῦντα αὐτὰ πνεύματα πονηρά. ̓Εξ ἁγίου δὲ καταπέμπει βοήθειαν η τοῦ οὐρανίου ναοῦ (ὁ γὰρ ναὸς παρ' ̔Εβραίοις α γιον ὀνομάζεται) η ἐξ ἁγίου τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν ̓Ιησοῦ Χριστοῦ περὶ ου λέγεται· ̔Ο θεὸς ἐκ Θεμᾶν η ξει καὶ ὁ α γιος ἐξ ο ρους Φαρᾶν κατασκίου δασέος. αυ τη δὲ ἡ ἐξήγησις κυριωθήσεται ἐκ τοῦ ἐπιφερομένου στίχου. ̓Εκ Σιὼν γὰρ ἀντιλάβοιτό σου, τῷ ἐκεῖθεν τὸν σωτῆρα τῷ γένει τῶν ἀνθρώπων ἐπιλάμπειν κατὰ τὸ ̓Εκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. μαρτυρηθείη δὲ καὶ ἡ πρώτη ἐκδοχή, ἐκ Σιὼν τῆς ἐπουρανίου ἀντιλαμβανομένου θεοῦ. Μνησθείη πάσης θυσίας σου, ἐπεύχεται, τῷ θλιβομένῳ τοῦτο σημαίνων· ε σται τὸ ῥυσθῆναί σε ἐκ τῆς θλίψεως ω στε εὐχαριστητικῶς θυσίαν προσενεγκεῖν, ι να πάσης τῆς ου τως προσαγομένης θυσίας σου μνησθείη ὁ θεὸς ου σης πνευματικῆς. ̓Αλλὰ καὶ τὸ ὁλοκαύτωμά σου ἀποδεχόμενος πιανάτω· σημειωτέον διαφέρειν θυσίαν ὁλοκαυτώματος. τάχα γὰρ ἐπὶ τῶν ἀψύχων προσαγομένων ἐπὶ τὸν βωμὸν κεῖται τὸ θυσίας ο νομα, τοῦ ὁλοκαυτώματος ἐμψύχου θύματος ο ντος. 161 Ps 19,5 ∆ίδωσι θεὸς κατὰ τὴν καρδίαν τοῦ εὐχομένου, ο τ' α ν τοιαῦτα αἰτῆται, α καὶ θεῷ πρέπει διδόναι καὶ τῷ λαμβάνοντι συμφέρει. ἡ γὰρ περὶ τούτων αι τησις ὀρθῶς γινομένη ε ξει τὸν θεὸν παρέχοντα. Καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι· βουλὴν τουτέστιν τὴν βούλησιν ὀρθῶς γινομένην πληρώσαι. πληροῦται δὲ βούλησις, ο τ' α ν μὴ διαμάρτῃ ἐν ταῖς σκέψεσιν, ἀλλ' ἐκεῖνα ἀπαντήσῃ περὶ ω ν προεβουλεύσατο. 162 Ps 19,6 Εστιν δὲ τοῦτο περὶ ου ει ρηται· ̓Ιδοὺ ἐτέχθη ἡμῖν σήμερον σωτήρ, ο ς ἐστιν Χριστὸς κύριος. λέγεται σωτήριον λέγειν τὴν σωτηρίαν η ν σῴζεται, ῳ ἐπακούει θεὸς ἐν ἡμέρᾳ θλίψεως, ἐφ' ῃ σωτηρίᾳ ἀγαλλίασις ε σται. Καὶ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. α λλων ἐπὶ κοσμικοῖς πράγμασιν μεγαλυνομένων, ἡμεῖς ̓Εν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. σημαίνει δὲ τὴν ἐν τῷ ο ντως ἀγαθῷ προκοπὴν τὸ Μεγαλυνόμεθα. οὐ γὰρ ει πεν· μεγάλοι ἐσμέν. ταύτῃ τοι καὶ ὁ ̓Ισαὰκ προβαίνων μείζων ἐγίνετο, ε ως μέγας ἐγένετο σφόδρα. μεγαλύνεται δέ τις ἐν ὀνόματι κυρίου τὰ γνησίου καὶ τελείου δούλου ἐπιτελῶν. ̓Εγκώμιον μέγα τοῦ περὶ ου ὁ λόγος τὸ πληρωθήσεσθαι ὑπὸ κυρίου πάντα τὰ αἰτήματα αὐτοῦ οὐδὲν αἰτουμένου, ω ν μὴ παρέχει ὁ θεός. πλήρωσις δὲ αἰτήσεων τὸ ἐκβῆναι καὶ εἰς υ παρξιν ἐλθεῖν ἐκεῖνα, ὑπὲρ ω ν τις ἠξίωσεν. 163 Ps 19,7 Τῆς χριστοῦ φωνῆς ὁτὲ μὲν ἐπὶ τοῦ ἱερέως, ὁτὲ δ' ἐπὶ τοῦ βασιλέως, ὁτὲ δὲ ἐπὶ τῆς κατὰ σάρκα τοῦ θεοῦ λόγου οἰκονομίας· ὁ μέν τις φήσει ἐπὶ τοῦ ∆αυὶδ εἰρῆσθαι, ὁ δὲ ἐπὶ ̓Εζεκίου περὶ ου καὶ τὴν
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.